357
πάσχουσι κακῶς συναλγοῦσι, καὶ εὐθηνουμένοις οὐ βασκαίνουσιν, ἀλλὰ καὶ χαίρουσι, καὶ συνευφραίνονται καὶ συνήδονται τοῖς εὐεργετουμένοις. Ὃ καὶ Παῦλος ἐκέλευσε λέγων, Χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων. Οὐ μικρὰ δὲ αὕτη ἀρετή. Πολλοὶ γὰρ καὶ κειμένοις ἐφήδονται, καὶ ἀνισταμένοις βασκαίνουσιν, ἐξ ὠμότητος καὶ ἀπανθρωπίας πολλῆς ἑκάτερα τὰ πάθη τίκτοντες. Ἀλλ' οὐχ οἱ δίκαιοι οὕτως, ἀλλ' 55.446 ἑκατέρας ταύτης τῆς κακίας ἀπηλλαγμένοι, καὶ ἐλεήμονες ὄντες καὶ φιλάνθρωποι, τὰς ἀρετὰς ταύτας κτῶνται. Ὥσπερ οὖν ἐκεῖνοι ἐξ ὠμότητος ἀμφότερα πάσχουσιν, οὕτως οὗτοι ἀπὸ φιλανθρωπίας, τῷ τε συμπάσχειν ἀλγοῦσι, τῷ τε συγχαίρειν εὖ πάσχουσι. ∆ιὰ τί δὲ εἶπεν, Ἀνταποδῷς μοι; Ὁ μὲν ἕτερός φησιν, Ὅταν εὐεργετήσῃς με. Οἱ δὲ ἄλλοι, Ἀνταποδῷς καὶ ἀμείψῃ με. Καίτοι γε ἀνωτέρω θλίψιν καὶ ταπείνωσιν εἶπεν, οὐ κατορθώματα, καὶ παῤῥησίαν τὴν ἀπὸ τῶν ἔργων. Ἀντὶ τίνος δὲ καὶ ἀνταπόδοσιν αἰτεῖ; Ἀντὶ τῶν ἡμερῶν τῆς ταπεινώσεως. Οὐ γὰρ μικρὸν καὶ τοῦτο κατόρθωμα, τὸ θλίψιν ἐνεγκεῖν μετ' εὐχαριστίας. ∆ιὸ καὶ ἀνταπόδοσιν καλεῖ τὴν μετὰ ταῦτα ἀμοιβήν. Μὴ τοίνυν μηδὲ ἡμεῖς ἀλύωμεν ἐν ταῖς θλίψεσιν, ἀλλ' εὐχώμεθα μὴ εἰσελθεῖν εἰς πειρασμόν· ἐπιόντα δὲ δεχώμεθα. Τά τε γὰρ ὄντα ἁμαρτήματα ἀποτιθέμεθα, καὶ εἴ τινα δικαιοσύνην ἔχομεν, κἀκείνην λαμπροτέραν ἐργαζόμεθα. Καὶ τοῦτο δείκνυσιν ὁ Ἰὼβ, τότε μειζόνως διαλάμψας. Τοῦτο καὶ ἐν σώμασιν ἀγαθόν· τοῦτο οὐκ ἐν ἀνθρώποις μόνον, ἀλλὰ καὶ ἐν ἀλόγοις· οὐκ ἐν ἀλόγοις μόνον, ἀλλὰ καὶ ἐν φυτοῖς. ∆ιὰ δὴ τοῦτο οὐδὲ ταῖς ἀμπέλοις συγχωροῦσιν οἱ γηπόνοι ὑπὲρ τὸ μέτρον κομᾷν, οὐδὲ ἑτέροις δένδροις, ἀλλὰ κωλύουσι τὴν εἰς τὸ πρόσω φορὰν, τῇ δρεπάνῃ ἅπασαν αὐτῆς τὴν δύναμιν εἰς τὴν ῥίζαν περιστρέφοντες, ὥστε μὴ ἐν τοῖς φύλλοις ἀναλωθεῖσαν αὐτὴν ἐξίτηλον ἐνεγκεῖν τὸν καρπόν. Ὅπερ καὶ ἐπ' ἀνθρώπων συμβαίνει. Τῆς γὰρ σπουδῆς εἰς τὰ περιττὰ ἀναλισκομένης, ἀτονωτέρα γίνεται ἡ ψυχὴ πρὸς τὸ τῆς εὐσεβείας καρπὸν ὥριμον ἐνεγκεῖν καὶ ἀκμάζοντα. Τοῦτο καὶ ἐπὶ ὑδάτων ἴδοι τις ἄν. Τὸ μὲν γὰρ ἑστηκὸς καὶ ἀπόρευτον, βλαβερόν· τὸ δὲ κινούμενον καὶ ἐξαντλούμενον καὶ μετοχετευόμενον, οὐ μόνον ὑγιεινὸν, ἀλλὰ καὶ ἰδεῖν καὶ ἅψασθαι καὶ πιεῖν ἥδιόν ἐστι. Πολλάκις δὲ καὶ τὴν φύσιν ἐνίκησεν ἡ θλίψις. Τὸ γὰρ κατωφερὲς τοῦτο καὶ ῥυτὸν θλιβόμενον πρὸς τὴν ἄνω φορὰν ἐξακοντίζεται. Ὃ δὴ καὶ ἐπ' ἀνθρώπων συμβαίνει. Οἱ γὰρ εὐκόλως τὰς θλίψεις φέροντες, ὑψηλότεροι καθίστανται, κἂν σφόδρα ὦσι χαμαίζηλοι, καὶ σφόδρα γήϊνοι, καὶ ταπεινοὶ, μεγάλα ἐντεῦθεν κερδαίνουσι. Ταῦτ' οὖν εἰδότες, φέρωμεν μετ' εὐχαριστίας τὰ ἐπαγόμενα δεινὰ, ἵνα κἀκεῖνα εὐκολώτερα ἡμῖν γένηται, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΙΣ ΤΟΝ ΡΜΒʹ ΨΑΛΜΟΝ. Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου.
αʹ. Ἔστι μὲν προσευχὴ καὶ ἡ διὰ ῥημάτων δέησις, ἔστι δὲ καὶ ἡ ἐπαγγελία. ∆ιὰ τοῦτο καί τις σοφὸς 55.447 παραινεῖ, λέγων· Μὴ δευτερώσῃς λόγον ἐν προσευχῇ σου. Οὐχ ἵνα μὴ δεύτερον τὰ αὐτὰ λέγωμεν, παρακαλοῦντες τὸν Θεὸν καὶ δεόμενοι, τοῦτο παραινεῖ καὶ συμβουλεύει, ἄπαγε· καὶ γὰρ κελευόμεθα προσκαρτερεῖν ταῖς προσευχαῖς· ἀλλ' ἵνα μὴ ἀναβαλλώμεθα ὅταν τι ὑποσχώμεθα τῷ Θεῷ, ἀλλ' ἵνα ἐπειγώμεθα. ∆ιὸ καὶ ἀλλαχοῦ φησι· Μὴ χρονίσῃς ἀποδοῦναι τὴν προσευχήν. Καὶ γὰρ ἄδηλον τὸ μέλλον. Ἢ γὰρ νόσος, ἢ πραγμάτων ἀδόκητοι ἀσχολίαι συμπεσοῦσαι ἐκώλυσαν. Εἰ δὲ καὶ θάνατος