359
παρανομήσαντες, ἐν βραχείᾳ καιροῦ ῥοπῇ τὴν τιμωρίαν ἔδοσαν, εἴ γε τιμωρίαν δεῖ καλεῖν τὸ τῆς φύσεως χρέος. βʹ. Εἶδες πόση ἡ φιλανθρωπία; Βούλει καὶ ἑτέρωθεν αὐτὴν ἰδεῖν; Οὐκ εὐθέως αὐτὴν ἐπήγαγεν, ἀλλὰ προεῖπε καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις. Καὶ γὰρ διὰ τῆς λάρνακος αὐτοῖς διελέγετο· οἱ δὲ οὐδὲ οὕτως ἐνέδοσαν, καίτοι οὐδὲ παραγγελίας ἐδεῖτο ἡ παρανομία. Ἀλλ' οὐδὲ ἡ φύσις αὐτοὺς ἐπαίδευσεν, οἱ δὲ ὡς χοῖροι, μᾶλλον δὲ καὶ χοίρων χαλεπώτερον ἁπάντων ἐν ἀλλήλοις φθειρόμενοι, καὶ τοὺς τῆς φύσεως νόμους ἐκ βάθρων αὐτῶν ἀνασπάσαντες, καὶ μηδεμιᾷ παραινέσει, μηδὲ συμβουλῇ ἐνδόντες, μηδὲ τὴν ἀπὸ τῆς τοῦ δικαίου γειτνιάσεως ὠφέλειαν καρπωσάμενοι, ἐν βραχείᾳ καιροῦ ῥοπῇ μόνον τὴν δίκην ἔδοσαν, μᾶλλον δὲ φθορᾶς ἀπηλλάγησαν, καὶ δίκης ἠλευθερώθησαν. Τοῦ γὰρ κατακλυσθῆναι πολλῷ χαλεπώτερον τὸ τοιαῦτα ποιεῖν. Τοῦτο οὖν, εἰπέ μοι, τιμωρία τὸ κακίᾳ φθειρομένους, καὶ ἀλλήλοις φυρομένους παρανόμως, καὶ καταισχύνοντας, καὶ καταισχυνομένους ἀπαλλάξαι τῆς τοσαύτης λύμης; Εἶτα ἰατρὸν μὲν τὰ σεσηπότα ἐκτέμνοντα οὐ φήσομεν τιμωρεῖσθαι τὸ σῶμα, ἀλλ' ὡς φιλάνθρωπον ἀποδεξόμεθα· τὸν δὲ Θεὸν οὐ πολλῷ μᾶλλον ἐκπλαγησόμεθα καὶ τῆς σοφίας καὶ τῆς φιλανθρωπίας, οὕτω τοὺς ἑαυτοῦ κολάζοντα; ∆ιαπαντὸς μὲν οὖν καὶ θαυμάζειν αὐτὸν καὶ δοξάζειν χρή· ταύτης δὲ ἕνεκεν τῆς ὑποθέσεως μηδέποτε ἀποστῶμεν αὐτοῦ τὴν κηδεμονίαν ἐκπληττόμενοι, οὐδὲ παυσώμεθα αὐτὸν καὶ διὰ ταῦτα ἀνυμνοῦντες, ὅτι τε τομὴν ἔδωκε σύντομον, καὶ τὴν νομὴν ἀπέκοψε, καὶ 55.449 τὴν ἰατρείαν ἀνώδυνον ἐπέθηκε. Μὴ δὴ οὖν τοῦτό σε θορυβείτω, ὅτι ἀθρόον καὶ πάντες κατεποντίσθησαν. Τί γὰρ διαφέρει τοῦτο τοῦ κατὰ μικρόν; τί τὸν ἀπελθόντα ὠφελεῖ τὸ καθ' ἑαυτὸν, ἢ βλάπτει τὸ μετὰ πάντων; Ἐπάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου, τουτέστιν, ἐν φιλανθρωπίᾳ. Ὅτι γὰρ τοῦτο δηλοῖ, ἐπήγαγε· Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου. Τοῦτο καὶ ὁ Ἰὼβ αἰτεῖ, οὕτω ∆ίκαιος ὢν, καὶ ἀληθινὸς, καὶ θεοσεβὴς, καὶ ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος· Εἴθε ἦν ὁ διακρίνων καὶ διελέγχων μεταξὺ ἀμφοτέρων, λέγων· τοῦ δὲ Θεοῦ φανέντος, Χεῖρα θήσω ἐπὶ στόματί μου· καίτοι τοῦ Θεοῦ προκαλουμένου καὶ λέγοντος· Μὴ, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου. Καὶ Ἰουδαίοις τοῦτο ὀνειδίζει λέγων· Τί εὕροσαν οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα, ὅτι οἱ ἄρχοντες ὑμῶν ἠνόμησαν εἰς ἐμέ; Ποιεῖ δὲ τοῦτο, οὐ χαλεπωτέραν θέλων τὴν ψῆφον ἐργάσασθαι, ἀλλ' εἰς αἴσθησιν αὐτοὺς ἐμβαλεῖν καὶ ὁμολογίαν τῶν οἰκείων ἁμαρτημάτων, καὶ τότε δοῦναι τὴν συγχώρησιν, ἵνα οὕτως ἴδωσι τῆς εὐεργεσίας τὸ μέγεθος. ∆ιό φησι, Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος· οὐχ, Ἵνα κατακριθῇς, ἀλλ', Ἵνα δικαιωθῇς. ∆ιά τοι τοῦτο οὐδὲ αὐτὸς αὐτὰς λέγει, ἀλλ' ἐκεῖνον παρασκευάζει. Εἰ μὲν γὰρ κολάσαι ἐβούλετο, αὐτὸς ἂν κατηγόρησε· νυνὶ δὲ ἐπειδὴ ἐλεῆσαι θέλει, παραχωρεῖ τῷ ἡμαρτηκότι, ὥστε αὐτὸν εὐγνωμοσύνης λαβεῖν στέφανον, καὶ διὰ τῆς ὁμολογίας ἐπισπάσασθαι τὸν ἔλεον. Τί ταύτης τῆς φιλανθρωπίας γένοιτ' ἂν ἴσον; Οὐδέν. Εἰπὲ, φησὶ, καὶ οὐδὲν πλέον ζητῶ· ὁμολόγησον, καὶ ἀρκεῖ μοι· εἰπὲ, καὶ τὸ πᾶν ἀπέχω. Μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου. Τοῦτο ἀπὸ τοῦ μέλλειν δικάζεσθαι τὸν Θεὸν παρὰ πολλοῖς κατώρθωται. Οἱ μὲν γὰρ εὐγνώμονες καὶ πρὸ τούτου ἴσασι τοῦτο· οἱ δὲ ἀγνώμονες ἀπὸ τοῦ συνεχῶς λέγειν τοὺς προφήτας, Κρίσις τῷ Κυρίῳ πρὸς τὸν λαὸν αὐτοῦ, καὶ μετὰ τοῦ Ἰσραὴλ διαλεχθήσεται· καὶ πάλιν, Ἀκούσατε, φάραγγες καὶ θεμέλια τῆς γῆς· καὶ, Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ. Ἀπὸ τοῦ συνεχῶς οὖν αὐτὸν λέγεσθαι δικάζειν, καὶ παρὰ τοῖς ἀναισθήτοις κατωρθοῦτο. Καὶ γὰρ ἔλεγόν τινες τῶν Ἰουδαίων· Τί ὅτι ἐνηστεύσαμεν, καὶ οὐκ εἶδες; καὶ, Πᾶς ποιῶν πονηρὸν, καλὸν ἐνώπιον Κυρίου·