360
καὶ, Ἀνοικοδομοῦνται ποιοῦντες ἀνομήματα, καὶ μακαρίζομεν ἀλλοτρίους· καὶ, Οὐκ εὐθεῖα ἡ ὁδὸς Κυρίου. Καὶ ὁ μακάριος δὲ Ἰὼβ, ἐπειδὴ εἰς τὸν πειρασμὸν ἐνέπεσεν ἐκεῖνον, οὐκ ἀπὸ τοιαύτης γνώμης ἧς οἱ Ἰουδαῖοι, οὐδὲ τὰ τοιαῦτα, μὴ γένοιτο· ἔλεγε δ' οὖν ὅμως· Εἴθε ἦν ὁ μεσίτης, καὶ διακρίνων καὶ ἐλέγχων μεταξὺ ἀμφοτέρων. Ἀπαλλαξάτω τὴν ῥάβδον αὐτοῦ ἀπ' ἐμοῦ, καὶ ὁ φόβος αὐτοῦ μή με στροβείτω. ∆ιὰ δὴ τοῦτο λέγει αὐτῷ· Ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι. Εἶτα ἐπειδὴ κατεπλάγη, καὶ ἔλεγε· Τί ἔτι κἀγὼ κρίνομαι νουθετούμενος, καὶ ἐλέγχω Κύριον; καὶ 55.450 πάλιν, Ἀκοῇ μὲν ὠτὸς ἤκουόν σου τὸ πρότερον, νυνὶ δὲ οἱ ὀφθαλμοί μου ἑωράκασί σε· διὸ ἐφαύλισα ἐμαυτὸν, καὶ ἐτάκην· ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν· χεῖρα θήσω ἐπὶ τῷ στόματί μου· λέγει πρὸς αὐτὸν, Μὴ, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, μονονουχὶ αὐτὸν ἀναμιμνήσκων αὐτοῦ τῶν ῥημάτων καὶ λέγων· Ἐπεὶ ἐβούλου κρίνεσθαι πρὸς ἐμὲ, ἰδοὺ πάρειμι δικασόμενος. Εἶδες Θεοῦ φιλανθρωπίαν ἄφατον, εἶδες ἀγαθότητα πέρας οὐκ ἔχουσαν; ∆ιὰ δὴ τοῦτο καὶ οἱ παῖδες οἱ τρεῖς ἔλεγον. Ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν. Ἐπειδὴ γὰρ πολλοὶ τῶν ἀναισθήτων τὰ ἑαυτῶν ἁμαρτήματα ἐπὶ τὸν Θεὸν ἐπάγουσι, τοῦτο τοῦ διαβόλου κατασκευάσαντος, πρόῤῥιζον ταύτην ἀνασπῶν τὴν συνήθειαν ὁ Θεὸς, συνεχῶς λέγει κρίνεσθαι πρὸς αὐτούς. γʹ. Τοιοῦτον γοῦν τι καὶ ὁ πρωτόπλαστος ἥμαρτε· διὸ καὶ ἔλεγεν· Ἡ γυνὴ, ἣν ἔδωκας μετ' ἐμοῦ, αὕτη μοι ἔδωκε, καὶ ἔφαγον. Καὶ Ἰουδαῖοι δὲ πολλὰ τοιαῦτα ἡμάρτανον. Ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Τί δαὶ λέγω ἐμαυτὸν καὶ τὸν δεῖνα καὶ τὸν δεῖνα; φησίν. Οὐκ ἔστιν ἄνθρωπος ἐπὶ τῆς γῆς, ὃς κρινόμενος πρὸς τὰ ἐπηγγελμένα παρὰ σοῦ, δικαιωθῆναι δύναται· οὕτως ἐκ περιουσίας τὰ νικητήρια παρὰ σοί. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου. Ἔστι μὲν τοῦτο νοεῖν καὶ διὰ τὸν Σαοὺλ εἰρῆσθαι, ἐχθρὸν ὄντα, καὶ αὐτὸν τότε διώκοντα· ἔστι δὲ καὶ κατὰ ἀναγωγὴν ἐχθρὸν τὸν διάβολον εἰπεῖν· οὐ παύεται γὰρ ἐκεῖνος διώκων τοὺς τοῦ Θεοῦ. Πῶς οὖν ἂν ἀπαλλαγείημεν τοῦ διώκεσθαι; Εἰ τόπον εὕροιμεν, ἔνθα εἰσελθεῖν οὐ δύναται. Καὶ ποῖος, φησὶν, οὗτός ἐστιν ὁ τόπος; Ποῖος δὲ ἕτερος, ἀλλ' ἢ ὁ οὐρανός; Πῶς δὲ δυνατὸν εἰς τὸν οὐρανὸν ἀναβῆναι; Ἄκουσον Παύλου λέγοντος καὶ δεικνύντος, ὅτι καὶ σαρκὶ συμπεπλεγμένοι δυνάμεθα διατρίβειν ἐκεῖ· Τὰ ἄνω γὰρ φρονεῖτε, φησὶν, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος. Καὶ πάλιν· Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει. Ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Πολλὰ σημαίνει τῆς ταπεινώσεως τὸ ὄνομα. Ἔστι γὰρ καὶ ἀρετῆς ταπείνωσις, ὡς ὅταν λέγῃ· Καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἔστι καὶ ἀπὸ συμφορῶν ταπείνωσις· ἔστι καὶ ἀπὸ ἁμαρτημάτων. Ἐνταῦθα μέντοι τὴν ἀπὸ τῶν συμφορῶν λέγει. ∆ιὸ καὶ ἐπήγαγε τοῦτο δεικνύς· Ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἔστι καὶ ταπείνωσις ἐξ ἀπονοίας, ὡς ὅταν λέγῃ, Ὁ ὑψῶν ἑαυτὸν, ταπεινωθήσεται. Ἔστι καὶ ἑτέρα ταπείνωσις, ἡ ἀπὸ τῆς ἀπληστίας. Τί γὰρ ταπεινότερον τῶν κατορυττόντων ἑαυτοὺς ἐν πλούτῳ καὶ δυναστείαις καὶ δόξαις; ∆ιπλῶς γάρ εἰσι ταπεινοὶ οἱ τοιοῦτοι, ὅτι τε χαμαὶ σύρονται, καὶ ὅτι μεγάλα ταῦτα νομίζουσιν, ὡς τὰ παιδία τὰ μικρὰ ἀστραγάλους καὶ σφαίρας καὶ τὰ τοιαῦτα ἀθύρματα μεγάλα τίθενται. Ἀλλὰ τοῦτο οὐ τοῦ μεγάλα εἶναι ἐκεῖνα σημεῖόν ἐστιν, ἀλλὰ τοῦ τῶν θαυμαζόντων τὴν διάνοιαν ἀτελῆ τυγχάνειν καὶ ταπεινήν. Ἀλλ' ἐκεῖνο μὲν ἡλικίας καὶ φύσεώς ἐστιν ἐλάττωμα, τοῦτο δὲ προαιρέσεως ἔγκλημα. Καὶ γὰρ ἀνὴρ ὢν, καὶ ἐν ἡλικίᾳ τελείᾳ 55.451 γεγονὼς, τραπέζας καὶ πόρνας καὶ τρυφὴν μεγάλα εἶναι νομίζει· οὗ τί γένοιτ' ἂν ταπεινότερον; Καίτοι πολλοὶ τοὺς τοιούτους μεγαλοψύχους καλοῦσιν· ἀλλ' οὗτοι ἐκείνων πολλῷ ταπεινότεροι πάλιν. Μάθωμεν