361
τοίνυν ὅπερ ἐστὶν ὕψος ἀληθὲς, καὶ τί εὐτέλειαν ἐργάζεται. Οὐδὲν γὰρ οὕτως ὑψηλὸν, ὡς τὸ τούτων ὑπερορᾷν, ποιεῖ. Νῦν οὖν ὁ προφήτης τὴν ἀπὸ τῶν συμφορῶν λέγει ταπείνωσιν· Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος. ∆ιπλῆν λέγει τὴν συμφορὰν, καὶ ὅτι ἐν σκοτεινοῖς, καὶ ὅτι ὡς νεκροὺς αἰῶνος, δι' ἑκατέρων αἰνιττόμενος τὴν τότε αἰχμαλωσίαν. Ἐπεὶ γάρ ἐστι καὶ ἐν σκοτεινοῖς ὄντα πράττειν τι, λύχνον ἅψαντα, μετ' ἐπιτάσεως βουλόμενος δεῖξαι τὴν ὑπερβολὴν τῶν κακῶν, τῷ ὀνόματι τῶν νεκρῶν ὤγκωσε τὴν τραγῳδίαν. Τοιοῦτοί εἰσι καὶ οἱ ἐν ἁμαρτήμασι ζῶντες. Ὡς γὰρ ἐν σκότῳ νεκροὶ, οὕτως εἰσί· κἂν μυρίας οὖν περιφέρωσι λαμπηδόνας, κἂν πρὸς τὸν ἥλιον βλέπωσι, κἂν φαιδροὶ γίνωνται ἀπὸ τῶν ἐσθημάτων καὶ τῆς ἄλλης θεραπείας, τῶν νεκρωθέντων ἅπαξ καὶ ἐν σκότῳ ὄντων οὐδὲν ἄμεινον διάκεινται, ἀλλὰ καὶ πολλῷ χαλεπώτερον, ὅσῳ τὸ μὲν φύσεως πρᾶγμα, τὸ δὲ προαιρέσεως κατηγορία. Ἔστι σκότος καὶ τὸ μέλλον περὶ οὗ φησιν, Ἄρατε αὐτὸν, καὶ ἐμβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον. Ἔστι καὶ σκότος τὸ τῆς κακίας. Καθημένους ἐν σκότει, φησὶ, καὶ σκιᾷ θανάτου. Καὶ ὁ Παῦλος, Οὐκ ἐσμὲν υἱοὶ σκότους. Καὶ πάλιν, Ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία. ∆ιὰ δὴ τοῦτο καὶ ὥσπερ οἱ ἐν σκότῳ οὐκ ἴσασι τῶν πραγμάτων τὴν φύσιν, καὶ καθάπερ οἱ ἐν ἁμαρτίαις ζῶντες πεπήρωνται, καὶ οὐ διαγινώσκουσι τὰ φαινόμενα, ἀλλὰ πρὸς τὰς σκιὰς ὡς πρὸς τὴν ἀλήθειαν τρέχουσι, πλοῦτον καὶ τρυφὰς καὶ δυναστείας διώκοντες, καὶ ἀγνοοῦσιν ἐχθροὺς, καὶ ἀγνοοῦσι φίλους, τοῖς μὲν ἐχθροῖς ὡς φίλοις θαῤῥοῦντες, τοῖς δὲ φίλοις ὡς πολεμίοις συῤῥηγνύμενοι. Οὐχ ὁρᾷς καθ' ἑκάστην ἡμέραν πένητας βοῶντας, ὀδυνωμένους, καὶ οὐδένα ἀκούοντα; ∆ιὰ τί οὖν οὐκ ἀκούουσιν; Ὅτι ἐκάθισεν αὐτοὺς ὁ διάβολος ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶνος. Ὅπερ γὰρ ἑτέροις τὸ σκότος καὶ ἡ νεκρότης, τοῦτο τούτοις ἡ ἀπανθρωπία. Τῶν ἐν σκότῳ καθημένων ἐστὶ τὸ μὴ ὁρᾷν τὰ ἐπιόντα κακά. Τοῦτο καὶ οὗτοι πάσχουσι, παρακειμένας σχεδὸν τὰς συμφορὰς οὐ βλέποντες, καὶ εἰς βάραθρα καὶ εἰς κρημνοὺς καταφερόμενοι. Τῶν ἐν σκότῳ καθημένων ἐστὶ τὰ αἰσχρὰ μετὰ πάσης ἀδείας τολμᾷν. Τοῦτο καὶ οἱ ἐν πονηρίᾳ ζῶντες πράττουσιν, ὥσπερ ἐν σκότῳ καθήμενοι, καὶ μηδενὸς ὄντος ἀνθρώπων τοῦ βλέποντος τὰ πραττόμενα, οὕτω μετὰ ἀδείας ἅπαντα τολμῶσιν ἐν μέσαις πόλεσιν ὡς ἐν ἐρημίᾳ παρανομοῦντες. δʹ. Οἱ ἐν σκότῳ καθήμενοι ἐν φόβῳ εἰσὶ διηνεκεῖ· τοῦτο καὶ οὗτοι. Οὐδεὶς γὰρ πλεονέκτης καὶ ἅρπαξ ἐκτὸς δέους ἐστὶ, κἂν μυρία κομπάζῃ, καὶ φαιδρὸς ἔξωθεν φαίνηται. Τοιαύτη γὰρ τοῦ συνειδότος ἡ φύσις. Καὶ ἔμπροσθεν μὲν οὖν ἦσαν ἀπεστερημένοι συγγνώμης ἁπάσης οὗτοι, πολλῷ δὲ μᾶλλον νῦν, διότι τοῦ ἡλίου τῆς δικαιοσύνης λάμψαντος, ἔτι ἐν σκότῳ κάθηνται. Καὶ πῶς ἡλίου λάμψαντος, ἔτι ἐν σκότῳ κάθηνται; Παρὰ τὴν τῶν οἰκείων ὀφθαλμῶν ἀσθένειαν. Πρὸς γὰρ καταδύσεις ἢ φωλεοὺς ἢ καὶ χηραμοὺς 55.452 ἑαυτοὺς κατορύττοντες τῆς πονηρίας, διαβλέψαι οὐ δύνανται πρὸς τὴν ἀκτῖνα, διὰ τὴν τῶν ὀμμάτων ἀσθένειαν. Καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου· ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἕτερος, Καὶ περιειλεῖτο ἐπ' ἐμὲ ἡ ψυχή μου. Πολλὴν τὴν ὑπερβολὴν τῆς θλίψεως διὰ τοῦ θορύβου τῆς διανοίας ἐμφαίνει. Τί δέ ἐστιν, Ἐν ἐμοί; Οὐδὲ εἰς ἄλλους ἐξενεγκεῖν εἶχον, φησὶ, καὶ λαβεῖν τινα παραμυθίαν. Τοιαῦται αἱ τῶν πονηρῶν ἀνθρώπων ψυχαί· οὐκ ἔστιν ὅτε οὐ ταράττονται, οὐ μόνον παρόντων, ἀλλὰ καὶ προσδοκωμένων τῶν δεινῶν. Οὐκ ἔστι παρ' αὐτοῖς οὐδέποτε γαλήνη, οὐκ ἔστιν ἄδεια τῆς ψυχῆς, ἀλλὰ παντὸς πελάγους διακόπτονται μειζόνως· οὐ νὺξ, οὐχ ἡμέρα ἀτέλειαν δίδωσιν αὐτοῖς τοῦ χειμῶνος, ἀλλ' ἐλαύνονται πανταχόθεν, κἂν μηδεὶς ὁ ἐνοχλῶν ᾖ, τὸν πόλεμον σύνοικον ἔχοντες, καὶ τῶν ἤδη ληφθέντων οὐκ ἀπολαύουσι, ταῖς φροντίσι τῶν μηδέπω προσγενομένων τρυχόμενοι, κοπτόμενοι, τὰ πάντων μεριμνῶντες πράγματα, τὰς