362
ἁπάντων περιουσίας περιεργαζόμενοι, ἀναλογιζόμενοι πῶς τὸν μὲν πείσουσι, τὸν δὲ φοβήσουσι, τὸν δὲ κολακεύσουσι, τὸν δὲ βιάσονται, τὸν δὲ θεραπεύσουσι, συκοφαντίας, ὠνὰς, ἀπεμπολήσεις, διαθήκας, ἐγγύας, τόκους, κεφάλαια, τὸν φορυτὸν τῶν κακῶν τούτων παρ' ἑαυτοῖς ἀνελίττοντες· καὶ ὅταν κατὰ ῥοῦν αὐτοῖς τὰ πράγματα ἔλθῃ, τότε μάλιστα θορυβοῦνται. Ὅρα γοῦν τὸν πλούσιον ἐκεῖνον ταραττόμενον, ὅταν εὐθήνησεν αὐτοῦ ἡ χώρα, καὶ διαπορούμενον, καὶ ἐν ἀμηχανίᾳ καθεστῶτα, καὶ λέγοντα· Τί ποιήσω; Καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδομήσω. Ἀλλ' ὁ πένης οὐδὲν πάσχει τοιοῦτον. Ἐμνήσθην ἡμερῶν ἀρχαίων· ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου. Οὐ μικρὰ αὕτη παράκλησις, τὸ τὰ πρότερα εἰδέναι, καὶ τὰ παρόντα. Ἐπειδὴ γὰρ, ὡς εἰπεῖν, τοῖς αὐτοῖς νόμοις ὁ Θεὸς διοικεῖ καὶ τὰ νῦν καὶ τὰ ἔμπροσθεν, μεγίστη παράκλησις εἰς τὰ παρόντα τῶν παρελθόντων ἡ μνήμη. ∆ιὸ καὶ ἐν ἑτέρῳ ψαλμῷ λέγει· Μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται Κύριος, ἢ εἰς τέλος τὸ ἔλεος αὐτοῦ ἀποκόψει; Καὶ ἄλλος, Ἐμβλέψατε εἰς τὰς ἀρχαίας γενεὰς, καὶ ἴδετε, τίς ἤλπισεν ἐπὶ Κύριον καὶ ἐγκατελείφθη; Καὶ ὁ Παῦλος, Ταῦτα δὲ πάντα τυπικῶς συνέβαινεν ἐκείνοις· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν. Οὐ τὰ ἀλλότρια δὲ, ἀλλὰ καὶ τὰ οἰκεῖα πολλάκις ἀναμιμνησκόμενοι κερδαίνομεν. Καὶ τοῦτο δείκνυσιν ὁ Ἀποστόλος λέγων· Ἀναμιμνήσκεσθε τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων. Καὶ ἀπὸ τοῦ ἐναντίου· Τινὰ οὖν καρπὸν εἴχετε τότε, ἐφ' οἷς νῦν ἐπαισχύνεσθε; Καὶ ἄλλος σοφὸς, Ἀναμιμνήσκου τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα οὐ μὴ ἁμάρτῃς. Τοῦτο γὰρ εἰ καὶ μέλλον ἐστὶν, ἀλλ' ὅμως ἀπὸ τοῦ παρελθόντος ἔχει τὴν ἀρχὴν ὁ θάνατος ὁ κοινός. Τοῦτο καὶ ὁ Παῦλος ποιεῖ ἀπὸ τῶν μελλόντων καὶ παρελθόντων, καὶ ὅταν παρακαλέσαι δέῃ, καὶ ὅταν σωφρονίσαι· Οὐ θέλω, φησὶν, ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, καὶ πάντες τὸ 55.453 αὐτὸ βρῶμα τὸ πνευματικὸν ἔφαγον· ἀλλ' οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν ὁ Θεός. Ποτὲ δὲ ἀπὸ τῶν μελλόντων· Οἵτινες δίκην τίσουσιν, ὄλεθρον αἰώνιον ἀπὸ προσώπου Κυρίου, καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ. Καὶ πάλιν· Ἔφθασε δὲ ἐπ' αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. Ἡ γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν τῷ πυρὶ ἀποκαλύπτεται. Καὶ πάλιν· ∆ιὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Ἀλλὰ ταῦτα μὲν ὅταν σωφρονίσαι· ὅταν δὲ παρακαλέσαι δέῃ, ἀφ' ἑκατέρων παρακαλεῖ· ἀπὸ μὲν τῶν παρελθόντων, λέγων οὕτως· Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Θεὸς τῶν οἰκτιρμῶν, καὶ πατὴρ πάσης παρακλήσεως, ὁ παρακαλῶν ἡμᾶς ἐν πάσῃ τῇ θλίψει, διὰ τῆς παρακλήσεως, ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ· ἀπὸ δὲ τῶν μελλόντων, Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. ∆ιὰ τοῦτο καὶ οὗτος λέγει, Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου. Οὐχ ἁπλῶς εἶπεν, Ἐμνήσθην, ἀλλ', Ἐμελέτησα· τουτέστιν, Ἔργονἐποιησάμην καὶ πολλὴν τὴν μελέτην, τὰ τοῖς παλαιοῖς συμβεβηκότα αὐτὸς ἀνελίττειν παρ' ἐμαυτῷ. Μεγάλη γὰρ ἀπὸ τῆς τῶν Γραφῶν ἱστορίας ἐγγίνεται ἡμῖν καὶ παράκλησις καὶ φιλοσοφία. ∆ιὸ καὶ ἔλεγεν ὁ Παῦλος· ∆ιὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν Γραφῶν τὴν ἐλπίδα ἔχομεν. Καὶ πάλιν· Πᾶσα Γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ἔλεγχον, πρὸς ἐπανόρθωσιν. εʹ. Καὶ οὗτος γοῦν ἐντεῦθεν ἤδη παρεκλήθη ἐν τοσαύτῃ θλίψει ὢν καὶ ταραχῇ τῷ τὰ παλαιὰ ἀνελίττειν παρ' ἑαυτῷ, καὶ τοῦ Θεοῦ τὰς οἰκονομίας τὰς διαφόρως γεγενημένας ἀναμιμνήσκεσθαι. Ἕτερος γοῦν φησι, Καὶ ἐμελέτησα πάσας τὰς πράξεις σου. Ἐν τοῖς ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Ἄλλος, Τὰ ἔργα τῶν χειρῶν σου ἐμελέτων. ∆είκνυσι διὰ τούτου, ὅτι ταῦτα ποιῶν, πολλὴν ἐκαρποῦτο τὴν παράκλησιν,