364
ἡσύχιον, καὶ τρέμοντά μου τοὺς λόγους; Ταύτην τοίνυν διώκωμεν τὴν ἀρετὴν, ἵνα ἐπισπασώμεθα 55.455 αὐτοῦ τὸ πρόσωπον, ἵνα μὴ καταπέσωμεν εἰς τὰ βάραθρα τῆς κακίας, πολλοῦ τοῦ σκότους κατέχοντος. Ἔστι καὶ πεσόντας ἀνελθεῖν. ∆εῖ τοίνυν τοὺς καταπίπτοντας μὴ μένειν κάτω κειμένους. Λάκκος δέ ἐστι χαλεπὰ θηρία ἔχων καὶ σκότους γέμων, τῆς ἁμαρτίας ἡ φύσις. Οὐκοῦν χαλάσωμεν τῶν Γραφῶν τὰ σχοινία, καὶ τὴν προαίρεσιν ἐπιδῶμεν· καὶ ταχέως ἀναστησόμεθα, κἂν καταπέσωμεν. Πῶς δ' ἂν γένοιτο ἀρχὴ ὁδοῦ; Ἂν καταπεσόντες μὴ καταφρονήσωμεν, μηδὲ ἀπογνῶμεν, ἀλλ' ἐπᾴδωμεν ἑαυτοῖς τὰ προφητικὰ ταῦτα· Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; Καὶ πάλιν· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ· καὶ τούτοις τοῖς λογισμοῖς δήσαντες ἑαυτοὺς ἀνελκύσωμεν. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Ἕτερος, Ἀκουστὸν ποίησόν μοι ἐξ ὄρθρου τὸ ἔλεός σου, τουτέστι, ταχέως. ʹ. Εἶδες θλιβομένην ψυχὴν καὶ θορυβουμένην; Πρὸ γὰρ τῆς πείρας ἀκοῦσαι βούλεται, ὥστε ταῖς ἐλπίσιν ὀρθωθῆναι καὶ τῇ προσδοκίᾳ. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἀνάστησόν με ἀπὸ τῆς ἐπαγγελίας. Εἶτα καὶ τὴν δικαιολογίαν τοῦ τυχεῖν προστίθησι, λέγων· Ὅτι ἐπὶ σοὶ ἤλπισα. Οὐδὲν γὰρ ὁ Θεὸς οὕτως ἐπιζητεῖ, ὡς τὸ διηνεκῶς πρὸς αὐτὸν κεχηνέναι. Γνώρισόν μοι, Κύριε, ὁδὸν, ἐν ᾗ πορεύσομαι· ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Τί λέγεις; καὶ τῆς φύσεως ἐχούσης τὸν νόμον τὸν ἐξ ἀρχῆς ὑπὸ τοῦ Θεοῦ ἐντεθέντα, καὶ τῶν γραμμάτων αὐτὸν ἀνανεούντων τῶν Μωσαϊκῶν, πῶς ἀξιοῖς λέγων πάλιν, Γνώρισόν μοι, Κύριε, ὁδὸν, ἐν ᾗ πορεύσομαι; Ἢ οὖν τοῦτό ἐστιν εἰπεῖν· Ἐπεὶ ὑπὸ τῆς κακίας κατεχώσθη μου τὸ συνειδὸς, ἀξιῶ αὐτὸ ἀνανεωθῆναι. Ἢ ὁδὸν ἐνταῦθα τὰ πολλὰ τῶν ἀγνοουμένων ἀνθρώποις λέγει, ὥσπερ καὶ Παῦλος δείκνυσι, λέγων· Τὸ γὰρ τί προσευξώμεθα καθ' ὃ δεῖ, οὐκ οἴδαμεν. Εἰ δὲ Παῦλος ἀγνοεῖ μετὰ τοσαύτην γνῶσιν, τί θαυμάζεις εἰ οὗτος ταῦτα λέγει; Ὅρα δὲ αὐτὸν οὐδὲν αἰσθητὸν ἐνταῦθα ζητοῦντα, ἀλλὰ τὴν ὁδὸν τὴν πρὸς Θεὸν φέρουσαν, καὶ οἴκοθεν παρέχοντα τὰς ἀρχάς. Οὐ γὰρ ἁπλῶς εἶπε· Γνώρισόν μοι, Κύριε, τὴν ὁδὸν τὴν πρὸς σὲ φέρουσαν, ἀλλὰ τί; Ἐπειδὴ πρὸς σὲ ἦρα τὴν ψυχήν μου· τουτέστι, Πρὸς σὲ κέχηνα, πρὸς σὲ βλέπω. Τούτοις γὰρ μάλιστα ὁ Θεὸς γνωρίζει. ∆ιὸ περὶ Ἰουδαίων ἔλεγεν, ἐρωτώμενος διὰ τί ἐν παραβολαῖς λαλεῖ αὐτοῖς· Ὅτι βλέποντες οὐ βλέπουσι, καὶ ἀκούοντες οὐκ ἀκούουσι. Τὸ δὲ, Ἦρα, Μετέστησα, ἢ μετέθηκα πρὸς σὲ τὴν ψυχήν μού ἐστιν. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Ὅρα πανταχοῦ τὰς αἰτίας καὶ παρὰ τοῦ δεομένου προσφερομένας. Μὴ ἀποστρέψῃς, φησὶ, τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ, ὅτι ἤλπισα ἐπὶ σέ. Γνώρισόν μοι ὁδὸν, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὅτι πρὸς σὲ κατέφυγον. ∆ίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Οὐκ εἶπε, ∆ίδαξόν με τὸ θέλημά σου, ἁπλῶς, ἀλλὰ, Τοῦ ποιεῖν τὸ θέλημά 55.456 σου· τουτέστιν, Εἰς τὰ ἔργα αὐτὰ ἐμβίβασον. Τῆς γὰρ ἄνωθεν ῥοπῆς χρεία, καὶ ἐκεῖθεν τῆς διδασκαλίας, ὥστε βαδίζειν τὴν ἐπὶ τὴν ἀρετὴν φέρουσαν ὁδόν· οὐχ ἡμῶν ἀργούντων, ἀλλὰ καὶ ἡμῶν τὰ παρ' ἑαυτῶν εἰσφερόντων. Ὅτι σὺ εἶ ὁ Θεός μου. Ὁρᾷς τὰς αἰτήσεις αὐτοῦ πνευματικάς; Οὐ γὰρ περὶ χρημάτων καὶ δυναστείας, καὶ δόξης, ἀλλ' ὑπὲρ τοῦ τὸ θέλημα τοῦ Θεοῦ ποιεῖν, προσάγει τὴν αἴτησιν· ὅπερ ἐστὶ θησαυρὸς τῶν ἀγαθῶν ἁπάντων, καὶ πλοῦτος ἀνελλιπὴς, καὶ εὐημερίας ἀρχὴ, καὶ ῥίζα, καὶ μέσα, καὶ τέλος. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ὁρᾷς πῶς μανθάνομεν, πῶς διδασκόμεθα ἀνύειν τὴν ὁδὸν διὰ τοῦ Πνεύματος τοῦ ἁγίου; ∆ιὸ καὶ ὁ Παῦλος ἔλεγεν· Ἡμῖν δὲ ὁ Θεὸς ἀπεκάλυψε διὰ τοῦ Πνεύματος αὐτοῦ. Ἐν γῇ εὐθείᾳ. Κατὰ μὲν τὴν ῥῆσιν, τὴν πατρίδα αὐτοῦ φησι· κατὰ δὲ ἀναγωγὴν, τὴν ἐπὶ τὴν ἀρετὴν φέρουσαν ὁδόν. Ἄλλος δέ φησι· ∆ιὰ γῆς ὁμαλῆς. Οὐδὲν γὰρ λειότερον ἀρετῆς, θορύβων ἀπηλλαγμένης καὶ