365
ταραχῆς. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με. Ὁρᾷς πάλιν ἐπὶ τὸν Θεὸν καταφεύγοντα, οὐ παῤῥησίᾳ βίου θαῤῥοῦντα; Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου. Ἄλλος φησίν· Ἐν τῇ ἐλεημοσύνῃ σου. Ὁρᾷς πῶς ἀληθὲς, ὅπερ ἔμπροσθεν ἔλεγον, ὅτι πολλαχοῦ τὴν δικαιοσύνην αὐτοῦ φιλανθρωπίαν καλεῖ; Ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου. Εὔχεσθε γὰρ, φησὶ, μὴ εἰσελθεῖν εἰς πειρασμόν. Καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Οὐκ ἐπειδὴ, φησὶν, ἐγὼ ἄξιος, ἀλλὰ διὰ τὴν σὴν φιλανθρωπίαν ἀπάλλαξόν με τῶν πολεμούντων με, ἐλευθέρωσον τῶν ἐπιβουλευόντων, δὸς ἀναπνεῦσαι μικρὸν ἀπὸ τῆς θλίψεως. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμί. Ὅρα πάλιν τὴν αἰτίαν κειμένην. Οὐ γὰρ ἔστιν ἁπλῶς ἐπιτυγχάνειν τῶν αἰτήσεων, ἀλλὰ πανταχοῦ παρασκευάζειν ἑαυτοὺς ἀξίους χρὴ τοῦ λαμβάνειν ἅπερ αἰτοῦμεν, καὶ τὰ παρ' ἑαυτῶν συνεισφέρειν, καὶ οὕτω προσιέναι. Οὐ γὰρ ἀρκεῖ μόνον τῆς εὐχῆς ἡ φύσις· ἐπεὶ καὶ Ἰουδαῖοι ηὔχοντο, καὶ ἤκουον· Κἂν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν. Καὶ τί θαυμάζεις, εἰ οἱ Ἰουδαῖοι οὐκ ἠκούοντο, ὅπου γε καὶ Ἱερεμίας ὑπὲρ αὐτῶν παρακαλῶν ἐπετιμᾶτο, καὶ ἅπαξ καὶ δὶς ἀκούει· Μὴ προσεύχου ὑπὲρ τοῦ λαοῦ τούτου, ὅτι οὐκ εἰσακούσομαί σου; Καὶ τί θαυμάζεις εἰ Ἱερεμίας οὐκ εἰσακούσηται; Κἂν Νῶε, φησὶ, κἂν Ἰὼβ, κἂν ∆ανιὴλ στῶσιν, υἱοὺς αὐτῶν καὶ θυγατέρας οὐ μὴ ἐξέλωνται. Ταῦτα τοίνυν εἰδότες, μὴ μόνον εὐχώμεθα, ἀλλὰ μετὰ τῶν εὐχῶν ἀξίους ἑαυτοὺς παρασκευάζωμεν τοῦ λαβεῖν, ἵνα καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΕΙΣ ΤΟΝ ΡΜΓʹ ΨΑΛΜΟΝ. Εὐλογητὸς ὁ Κύριος ὁ Θεός μου, ὁ διδάσκων τὰς χεῖράς μου εἰς παράταξιν, τοὺς δακτύλους μου εἰς πόλεμον. αʹ. Τί λέγεις; πολέμων διδάσκαλος ὁ Θεὸς, καὶ μάχης, καὶ παρατάξεως; Μάλιστα μέν· οὐκ ἄν τις ἁμάρτοι καὶ τὴν ἐν τούτοις νίκην αὐτῷ λογιζόμενος. Τοῦτο γάρ ἐστιν, Ὁ διδάσκων τὰς χεῖράς μου. Τουτέστιν, ὁ ποιῶν περιγενέσθαι τῶν πολεμίων, κρατεῖν, τρόπαιον ἐγείρειν. Καὶ γὰρ ἡνίκα τὸν Γολιὰθ κατέβαλεν, ἐκεῖνος ὁ τῆς νίκης αἴτιος· καὶ ἡνίκα πολλοὺς πολέμους κατώρθωσε, καὶ τρόπαια ἔστησε, καὶ αὐτάνδρους εἷλε πολεμίας τινὰς πόλεις, οὗτος αὐτὸν κρατῆσαι ἐποίησεν. ∆ιὸ καὶ ᾄδων ἔλεγε· Κύριος κραταιὸς καὶ δυνατὸς, Κύριος δυνατὸς ἐν πολέμῳ. Καὶ ἐπὶ τοῦ Μωϋσέως δὲ πολλὰ τοιαῦτα εἰργάσατο. Πλὴν ἀλλ' ἔστι καὶ ἕτερος πόλεμος τούτου χαλεπώτερος, ἔνθα ἡμῖν μάλιστα τῆς ἄνωθεν ῥοπῆς δεῖ, ὅταν πρὸς τὰς ἀντικειμένας παραταττώμεθα δυνάμεις. Ὅτι δὲ πρὸς ταύτας ἡμῖν ἐστι πόλεμος, ἄκουε Παύλου λέγοντος. Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου· διὰ τοῦτο καὶ χαλεπώτερος, ὅτι ἐξ ἑτέρας φύσεως αἱ φάλαγγες, καὶ ταύτης ἀοράτου, καὶ ὅτι οὐ περὶ μικρῶν ὁ ἀγὼν, ἀλλὰ περὶ σωτηρίας καὶ ἀπωλείας. Ἐνταῦθα οὐκ ἔστι τοὺς σφαττομένους ἰδεῖν, οὐ τὸν καιρὸν προμαθεῖν, οὐ δυσκολίαν, οὐ τόπον, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν. Καὶ γὰρ καὶ ἐν ἀγορᾷ, καὶ ἐν οἰκίᾳ, καὶ παιζόντων καὶ ῥᾳθυμούντων ἐπιτίθενται αὗται αἱ φάλαγγες· ὥστε πεφραγμένους καὶ διαπαντὸς δεῖ εἶναι. Οὐ γὰρ οἶδεν ἀνακωχὴν ὁ πόλεμος, οὐδὲ ἔχει κήρυκας, οὐδὲ πρέσβεις, οὐδὲ ἄλλο τῶν τοιούτων οὐδὲν, ἀλλ' ἀκήρυκτός ἐστιν ἡ μάχη· διὸ δὴ μάλιστα