366
πάντοθεν φράττεσθαι καὶ τρέφεσθαι εὐτόνως χρή. Τροφὴ δὲ τοῦ πολέμου τούτου, καὶ ὅπλα τῶν τοιούτων στρατιωτῶν, τῶν θείων Γραφῶν ἡ ἀκρόασις. Ταύτης ὁ μὴ ἀπολαύων, λιμῷ τήκεται. ∆ώσω γὰρ αὐτοῖς, φησὶν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου. Καὶ ἐνταῦθα τοίνυν, ὥσπερ καὶ ἐν τοῖς αἰσθητοῖς πολέμοις, τῆς ἄνωθεν χρεία ῥοπῆς. Οὐ σώζεται γὰρ, φησὶ, βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ. Ψευδὴς ἵππος εἰς σωτηρίαν, ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται. Οὕτω γοῦν οἱ πολλοὶ τοὺς πολεμίους ἐτροποῦντο, τὸ πρότερον εὐχῶν προηγουμένων, καὶ τὰς πολεμίας φάλαγγας καταβαλουσῶν. Ἔλεός μου, καὶ καταφυγή μου, ἀντιλήπτωρ μου καὶ ῥύστης μου. Ὁρᾷς πάλιν ἀπὸ φιλανθρωπίας ἀξιοῦντα σώζεσθαι; Μᾶλλον δὲ καὶ ἕτερόν τι ἐνταῦθα αἰνίττεται. ∆είκνυσι γὰρ διὰ τούτου καὶ λέγει, ὅτι Οὐδὲ αὐτοῦ τοῦ ἐλέους ἄξιος ἤμην, εἰ μὴ αὐτὸς ἐπένευσεν. Αὐτὸς οὖν ἐστιν Ὁ ἔλεός μου, φησίν· οὐκ ἐγὼ ἔσχον αὐτὸν ἐν τοῖς ἔργοις. Εἰ γὰρ καὶ ἔλεός ἐστιν, ἀλλ' οὐκ ἀκρίτως ἅπασιν ἔπεισιν· Ἐλεήσω γὰρ, φησὶν, ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω. ∆εῖ τοίνυν, εἰ καὶ ἐλεεῖσθαι μέλλο 55.458 μεν, παρέχεσθαι τὰς ἀφορμὰς οἴκοθεν τῆς τοιαύτης φιλανθρωπίας. Οὗτος δὲ καὶ αὐτὸ τὸ ἐλεηθῆναι παρ' αὐτοῦ ἔχειν λέγει. Εἶδες συντετριμμένην ψυχήν; εἶδες γνώμην εὐγνώμονα, καὶ πῶς τὸ πᾶν ἀνατίθησι τῷ φιλανθρώπῳ Θεῷ; Ἀντιλήπτωρ μου, καὶ ῥύστης μου, ὑπερασπιστής μου· καὶ ἐπ' αὐτῷ ἤλπισα. Συνεχῶς περιστρέφει τὴν ἐλπίδα τὴν εἰς αὐτὸν, παιδεύων ἅπαντας μὴ βαπτίζεσθαι τοῖς δεινοῖς, ἀλλὰ καὶ ἐν μέσαις ταῖς· συμφοραῖς ἐκεῖ κεχηνέναι, μηδὲ ἀπαγορεύειν καὶ ἀναπεπτωκέναι. Αὐτὸς γάρ ἐστιν ὁ ἀντιλήπτωρ μου καὶ ῥύστης μου. Ὥστε κἂν μὴ παρ' αὐτὰ τῶν δεινῶν τὰ προοίμια ἀντιλάβηται, μηδὲ ῥύσηται, δεῖ θαῤῥεῖν. Εἰ τοίνυν αὐτός ἐστιν ἀντιλήπτωρ, πάντας ἀπαλλάξει τῶν δεινῶν. Ἐλπὶς γὰρ μάλιστα τότε ἐστὶν, ὅταν τῶν ὁρωμένων εἰς ἀπόγνωσιν ἐμβαλλόντων, αὕτη θαῤῥεῖν ὑπὲρ μέλλοντος παρασκευάζῃ. Ὁ ὑποτάσσων λαόν μου ὑπ' ἐμέ. Καλῶς οὕτως εἶπε. Καὶ γὰρ καὶ ἐνταῦθα τῆς ἄνωθεν χρεία βοηθείας, ὥστε εἴκειν τοὺς ὑπηκόους, καὶ μὴ στασιάζειν, μηδὲ κατεξανίστασθαι. Οὐκ ἄρα ἐν τῇ τῶν ἐχθρῶν καὶ τῶν πολεμίων ὑποταγῇ, ἀλλὰ καὶ ἐν τῇ τῶν οἰκείων πολλῆς ἡμῖν τῆς ἄνωθεν δεῖ ῥοπῆς. Καὶ γὰρ καὶ τοῦτο μέγα ἐστὶ, τὸ τοὺς οἰκείους εὖ διαθεῖναι, καὶ οὐκ ἔλαττον τοῦ τῶν ἐχθρῶν περιγενέσθαι. Πολλοὶ γοῦν πολλάκις ἐν πολέμοις μὲν τρόπαια ἔστησαν, ἐν εἰρήνῃ δὲ κατεκόπησαν, τῶν ἀρχομένων οὐκ εἰδότες φέρειν τὰς ἡνίας. Οὐκ ἄρα ἐν τῇ δυνάμει τῆς βασιλείας ἐστὶ τὸ ὑποτετάχθαι τὰ στρατόπεδα, ἀλλ' ἐν τῇ τοῦ Θεοῦ ῥοπῇ. Ὥσπερ δὲ ἀπὸ ταύτης αἱ τῶν πολεμίων νῖκαι, οὕτω καὶ αἱ τῶν οἰκείων ὑποταγαί. Κύριε, τί ἐστιν ἄνθρωπος, ὅτι ἐγνώσθης αὐτῷ; ἢ υἱὸς ἀνθρώπου, ὅτι λογίζῃ αὐτόν; Ἕτερος. Τί ἄνθρωπος, καὶ γνώσῃ αὐτόν; Ἕτερος, Ὅτι γνωρίζεις αὐτόν; Ἄρα μέγαν τινὰ εἶναι χρὴ τὸν μέλλοντα τὸν Θεὸν γνωρίζειν, μᾶλλον δὲ τὸν μέλλοντα γνωρίζεσθαι παρ' αὐτοῦ· οὐ τοῦτον δὲ μόνον, ἀλλὰ καὶ ἐκεῖνον, ᾧ μέλλει γνωρίζειν ἑαυτὸν ὁ Θεός. ∆ιὸ καὶ ἄριστα εἰρήκασιν οἱ Ἑβδομήκοντα τὸ, Ἐγνώσθης αὐτῷ, δεικνύντες ὅτι οὐχ ἡμεῖς αὐτὸν εὕρομεν, ἀλλὰ αὐτὸς εὑρέθη. Οὐ γὰρ εἶπε, Τί ἐστιν ἄνθρωπος ὁ γνωρίσας σε, ἀλλὰ, Τί ἐστιν ἄνθρωπος, ὅτι ἐγνώσθης αὐτῷ; βʹ. ∆ιὸ καὶ Παῦλος ἄνω καὶ κάτω συνεχῶς τοῦτο περιστρέφει λέγων· Τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην. Καὶ αὐτὸς δὲ ὁ Χριστός· Οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμᾶς. Καὶ ἑτέρωθι δὲ πάλιν ὁ Παῦλος· Εἰ δέ τις ἀγαπᾷ τὸν Θεὸν, οὗτος ἔγνωσται ὑπ' αὐτοῦ. ∆ιὰ δὴ τοῦτο καὶ συνεχῶς ἑαυτὸν ἄνω καὶ κάτω κλητὸν λέγει, δεικνὺς ὅτι οὐκ αὐτὸς ἐπέδραμεν, ἀλλὰ πρότερον ἐκλήθη. Οὕτω καὶ ἀλλαχοῦ