367
φησι· ∆ιώκω δὲ, εἰ καὶ καταλάβω, ἐφ' ᾧ καὶ κατελήφθην. Οὐκ εἶπε, Κατέλαβον, ἀλλὰ, Καὶ κατελήφθην. Πῶς δὲ λέγει οὗτος, Τί ἐστιν ἄνθρωπος; Καί τοι ἄλλος φησὶ, Μέγα ἄνθρωπος, καὶ τίμιον ἀνὴρ ἐλεήμων. Καὶ ἄλλος, Κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν. Καὶ γὰρ τῆς κτίσεως ἁπάσης τὴν ἐπιστασίαν ἔλαχεν. Εἰσὶ δέ τινες, ὧν οὐδὲ ὁ κό 55.459 σμος ἀντάξιος. Ἀλλ' ἐκεῖνα μὲν περὶ ἀρετῆς, καὶ ὅταν τινὲς αὐτὴν ἐπιδείξωνται· τὸ δὲ, Τί ἐστιν ἄνθρωπος; περὶ τῆς φύσεως εἴρηται. Καὶ μὴν καὶ ἡ φύσις μεγάλη· μεγάλη μὲν, ἀλλὰ ἐὰν τὴν γνῶσιν ἴδῃς ἧς κατηξιώθη, πολὺ καταδεεστέρα ταύτης. Ἀκουέτωσαν αἱρετικῶν παῖδες, ὅτι τοσαύτην μανίαν μαίνονται, τὰ μέτρα ὑπερβαίνοντες ἑαυτῶν, καὶ ἄγνοιαν ἐσχάτην νοσοῦσι, τὰ ὑπὲρ αὐτοὺς εἰδέναι φάσκοντες. Ἔστι γὰρ καὶ ἐν ἀγνοίᾳ γνῶσιν, καὶ ἐν γνώσει ἄγνοιαν εἶναι· καὶ εἰ βούλεσθε, ἐπὶ τῶν αἰσθητῶν αὐτὸ γυμνάσωμεν. Εἰπὲ γάρ μοι, ἄν τις λέγῃ τὴν θάλασσαν δύνασθαι ἐκμετρεῖν, καὶ εἰδέναι πόσους ἔχει κυάθους, ἆρα οὐχ οὗτός ἐστι μάλιστα ὁ ἀγνοῶν, τί ποτέ ἐστι θάλασσα; Ὁ δὲ λέγων μὴ εἰδέναι, ἀλλ' ἄπειρον αὐτῆς τὸν ἀριθμὸν διατεινόμενος, οὗτος μάλιστά ἐστιν ὁ εἰδὼς τί ποτέ ἐστι θάλασσα. Τί δὲ ἐπὶ τοῦ Θεοῦ; Ἂν εἴπῃ τις, Εἶδον τὸν Θεὸν, καὶ κατέλαβον τῇ ὄψει τῇ ἐμῇ, ἆρ' οὐχ οὗτός ἐστι μάλιστα ὁ ἀγνοῶν τὸν Θεὸν, ὁ τὸ ἀόρατον ὁρατὸν εἶναι λέγων, καὶ ἐν προσθήκῃ γνώσεως καὶ τὴν δυνατὴν ἀφαιρούμενος; Ἂν δέ τις ἀόρατον αὐτὸν εἴπῃ, καὶ μηδένα δύνασθαι ὁρᾷν, οὐχ οὗτος μάλιστά ἐστιν ὁ εἰδώς; Τί δὲ πάλιν ἄν τις ἀκατάληπτον αὐτὸν εἴπῃ, ἕτερος δὲ καταληπτόν· ἆρ' οὐχ οὗτος μέν ἐστιν ὁ ἀγνοῶν, ἐκεῖνος δὲ ὁ εἰδώς; Οὐχ ὁρᾷς καὶ Παῦλον ταύτην ἐρχόμενον τὴν ὁδὸν, καὶ λέγοντα, Ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν; Λόγισαι πόσα γέγονεν, ἵνα μάθωμεν τὸν Θεὸν, οὐ τίς ἐστι τὴν οὐσίαν, ἀλλ' ὅτι ἔστι. Τοῦτο γοῦν καὶ ὁ Παῦλος λέγει· Πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ Θεῷ, ὅτι ἔστιν. Ἡ κτίσις ἅπασα αὐτὸν ἀνακηρύττει Ἐκ γὰρ μεγέθους, φησὶ, καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται, τοῦ ἀνθρώπου αὐτὴ ἡ κατασκευὴ, αἱ τιμαὶ αἱ παρ' αὐτοῦ δεδομέναι, αἱ κολάσεις, αἱ εὐεργεσίαι, αἱ οἰκονομίαι, τὰ διὰ τῶν προφητῶν προαναπεφωνημένα, τὰ θαύματα τὰ διάφορα. Μετὰ ταῦτα ἦλθεν αὐτὸς ὁ Μονογενὴς, καὶ τὴν οἰκονομίαν τὴν θαυμαστὴν ἐκείνην καὶ φρικτὴν ἐπλήρωσε. Καὶ ὅμως εἰσί τινες, οἱ μηδέπω τὸ σαφὲς μαθόντες· καὶ σὺ λέγεις ἐξ οἰκείων λογισμῶν δύνασθαι καταλαμβάνειν τὸ τί τὴν οὐσίαν ἐστίν; Οὐκοῦν ἀγνοεῖς τὸν Θεόν; φησίν. Ἄπαγε· ἀλλ' οἶδα μὲν, ὅτι ἔστι, καὶ ὅτι φιλάνθρωπος, καὶ ὅτι ἀγαθὸς, καὶ ὅτι προνοῶν, καὶ τὰ ἄλλα ἅπαντα ὅσα εἶπον αἱ Γραφαί· τὸ δὲ τί τὴν οὐσίαν, οὐκ οἶδα. Ἐνόμισε καὶ ὁ Ἀδὰμ πλέον εὑρίσκειν, τῷ διαβόλῳ πεισθεὶς, καὶ διὰ τῆς πλεονεξίας ταύτης καὶ ὃ εἶχεν ἀπώλεσεν. Ὅπερ καὶ οὗτοι πάσχουσιν ἀπὸ τῶν ἀνθρωπίνων λογισμῶν ἐναγόμενοι, καὶ οὐκ ἀκούοντες ὅτι Κύριος δίδωσι σοφίαν, καὶ ἀπὸ προσώπου αὐτοῦ γνῶσις καὶ σύνεσις. Οὐκ ἀκούουσι Παύλου λέγοντος, ∆ιὰ τοῦ Πνεύματος ἀπεκάλυψεν ἡμῖν, καὶ τοὺς λογισμοὺς ἐκβάλλοντος; Λογισμοὺς, φησὶ, καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Καὶ ἄλλος σοφὸς, Λογισμοὶ ἀνθρώπων δειλοὶ, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν. Τί ἐστιν ἄνθρωπος, ὅτι ἐγνώσθης αὐτῷ. Ἐννόησον τὸ ἄπει 55.460 ρον ἐκεῖνο μέγεθος· μᾶλλον δὲ οὐδὲ τοῦτο λέγων, ἀξίως Θεοῦ λέγω· ἀλλ' οὐκ οἶδα πῶς λαλήσω· οὐδὲ γὰρ μέγεθος ἐπὶ Θεοῦ λέγοντες, κυρίως λέγομεν· ἀλλ' ἐπειδὴ οὐκ ἔστιν ἑτέρως φθέγγεσθαι, τοῖς ἐγχωροῦσι κέχρημαι ῥήμασιν. Ἐπεὶ καὶ Ὕψιστον αὐτὸν καλῶν, οὐ τόπῳ αὐτὸν περιορίζω· ἀλλὰ καὶ τὸ ὑψηλὸν καὶ μεγαλεῖον αὐτοῦ τῆς φύσεως δηλῶ, καὶ διεστηκὸς, καὶ πάντων ἀνακεχωρηκός. ∆ιὰ δὴ τοῦτο ἔλεγε· Τί ἐστιν ἄνθρωπος, ὅτι ἐγνώσθης αὐτῷ; ∆ιὰ γὰρ τοῦτο καὶ ταπεινὸν ἐποίησε καὶ μεγάλα ἐχαρίσατο, ἵνα μὴ ἐπαρθῇ, ἔχων μεγίστην ἀνάγκην τοῦ μετριάζειν, τὴν ἀπὸ τῆς φύσεως εὐτέλειαν. Ἢ υἱὸς