368
ἀνθρώπου, ὅτι λογίζῃ αὐτόν; Εἶδες πόσον τὸ μεγαλεῖον τῆς φύσεως τοῦ Θεοῦ; Ἄνθρωπος ματαιότητι ὡμοιώθη. Ἕτερος δὲ ἑρμηνευτὴς τὸ, Ματαιότητι, Ἀτμῷ εἶπεν. Οὐκ ἄλλο δὲ τὸ Ματαιότητι δηλοῖ, ἢ ὅτι ἐπίκηρος, πρόσκαιρος, βραχύς. Ἐνταῦθα τὸν περὶ τοῦ σώματος γυμνάζει λόγον. ∆ι' ὃ καὶ Ἀβραὰμ ἔλεγεν· Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός· ὁ δὲ Ἡσαΐας, Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. Τί δέ ἐστι, Ματαιότητι ὡμοιώθη; Τῷ μηδενὶ, φησίν· ἐπειδὴ τῶν ἀνθρωπίνων οὐδὲν βέβαιον, οὐδὲ στάσιμον, ἀλλὰ πάντα παράγει καὶ παρέρχεται. Αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσι· τουτέστιν, οὐδὲ ἡνίκα πάρεισιν, ἰσχύν τινα ἔχουσιν, ἀλλὰ καὶ ταχέως ἀφίπτανται. γʹ. Καὶ σκόπει τοῦτο ἐπὶ τῶν πραγμάτων αὐτῶν, τοὺς ἐν ἀξιώμασι λογιζόμενος, τοὺς ἐπὶ τῶν ὀχημάτων, τοὺς ἐν ταῖς δυναστείαις, τοὺς εἰς τὸ δεσμωτήριον ἐμβάλλοντας καὶ μαστιγοῦντας. Τί γὰρ σκιᾶς διαφέρουσιν οὗτοι, οὐκ ἐν τῷ καιρῷ τῆς τελευτῆς, ἀλλὰ καὶ πρὸ τῆς τελευτῆς; Ὅταν γὰρ ἀρχῆς παραλυθῶσι, πάντα ἐκεῖνα οἴχεται καὶ ἐκποδὼν γίνεται· τὰ δὲ ἀληθῆ πράγματα μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν· τότε καὶ εὐθῦναι καὶ κολάσεις ἀληθεῖς, καὶ τὰ ἀγαθὰ ὁμοίως, καὶ ὁ δικαστὴς ἀνεξαπάτητος. Τὰ δὲ ἐνταῦθα παισὶν ἔοικε παίζουσιν. Ὁ σήμερον γὰρ δικάζων, ἕστηκεν αὔριον δικαζόμενος, καὶ πυκναὶ αἱ μεταβολαὶ, καὶ ἀνώμαλοι αἱ μεταβάσεις. Κύριε, κλῖνον οὐρανούς σου, καὶ κατάβηθι. Ἅψαι τῶν ὀρέων, καὶ καπνισθήσονται. Ἕτερος. Κλίναντός σου οὐρανοὺς, καὶ καταβάντος, καὶ ἁψαμένου τῶν ὀρέων ἐκαπνίσθησαν. Καὶ ποία αὕτη ῥημάτων ἀκολουθία; Πολλὰ μὲν οὖν, καὶ σφόδρα ἐχομένη τῶν προτέρων. Ἐπειδὴ γὰρ περὶ τῆς εὐτελείας τῆς ἀνθρωπίνης διελέχθη, καὶ τὸ οὐδαμινὸν τῆς φύσεως παρέστησε, καὶ ἐνταῦθα πάλιν καταστέλλει τῶν φλεγμαινόντων τὴν ἀπόνοιαν, μονονουχὶ τοῦτο δι' ὧν ἐπήγαγε λέγων· Ἔδει μὲν αὐτοὺς οἴκοθεν συνιδεῖν τῆς φύσεως τὸ εὐτελὲς, καὶ μὴ μέγα φρονεῖν· ἐπειδὴ δὲ οὐ βούλονται, δεῖξον ἀπὸ τῶν σῶν ἔργων ποῦ ταπεινότητός εἰσιν ἀπῳκισμένοι. Κύριε, κλῖνον οὐρανοὺς, καὶ κατάβηθι. Τοῦτο λέγει, οὐκ ἐπειδὴ ὁ Θεὸς καταβαίνει· πῶς γὰρ ὁ πανταχοῦ παρών; ἀλλ' ἵνα διὰ τῶν ἀνθρωπίνων τούτων λέξεων τοὺς παχυτέρους ἐκπλήξῃ τῶν ἀκροατῶν, ἀνθρωπινώτερον περὶ αὐτοῦ διαλέγεται. Ἐπεὶ καὶ τὸ 55.461 τῆς ἁφῆς, εἰ καὶ δοκεῖ μέγα εἶναι, ἀλλὰ πολὺ τῆς τοῦ Θεοῦ ἀξίας καταδεέστερον. Οὐδὲ γὰρ ἁφῆς ὁ Θεὸς χρείαν ἔχει, ἵνα καπνίσῃ τὰ ὄρη, μᾶλλον δὲ οὐδὲ νεύματος, ἀλλὰ βουλῆς καὶ θελήσεως. Εἰπὼν τοίνυν περὶ τῆς εὐτελείας τοῦ ἀνθρώπου, λέγει καὶ περὶ τῆς δυνάμεως τοῦ Θεοῦ, ὡς ἀνθρώπῳ δυνατὸν εἰπεῖν· ἐπεὶ καὶ ταῦτα πολὺ ἀποδέοντα τῆς μεγαλωσύνης ἐκείνης. Ἄστραψον ἀστραπὴν, καὶ σκορπιεῖς αὐτούς· ἐξαπόστειλον τὰ βέλη σου, καὶ συνταράξεις αὐτούς. Ἀστραπὴν ἐνταῦθα καὶ βέλη οὐ τὴν ἀστραπὴν ταύτην φησὶν, οὐδὲ ταῦτα τὰ βέλη, ἀλλὰ τὰς τιμωρίας οὕτω καλεῖ, ἀπὸ τῶν ἤδη γνωρίμων τὸν καταφρονητὴν πείθων καὶ τὸν ἀναπεπτωκότα τρέμειν καὶ δεδοικέναι καὶ ὑποκύπτειν. Εἰ γὰρ ἀστραπήν τις οὐκ ἂν ἐνέγκοι, καίτοι οὐκ ἐπὶ κολάσει πεμπομένην, εἰ βουληθείη κινῆσαι τὴν τιμωρητικὴν αὑτοῦ δύναμιν, τίς ὑποστήσεται; Βέλη δὲ Θεοῦ λιμοὶ, καὶ λοιμοὶ, καὶ σκηπτοὶ, καὶ πολυειδεῖς τιμωρίαι. Ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ὕψους· ἐξελοῦ με, καὶ ῥῦσαί με ἐξ ὑδάτων πολλῶν, ἐκ χειρὸς υἱῶν ἀλλοτρίων. Οὐ γὰρ πρὸς τὸ κολάζειν μόνον, ἀλλὰ καὶ πρὸς τὸ σώζειν ἀπηρτισμένη ἡ δύναμις τοῦ Θεοῦ. Χεῖρα δὲ ἐνταῦθα τὴν βοήθειαν, τὴν συμμαχίαν λέγει· διὸ οὐδὲ Ἔκτεινον, εἶπεν, ἀλλ' Ἐξαπόστειλον, τοῦτο δηλῶν· εἰ δέ που καὶ, Ἔκτεινον, λέγοι, τὸ αὐτὸ πάλιν αἰνίττεται. Καὶ ὕδατα δὲ τὴν ἄτακτον τῶν πολεμίων ἔφοδον καλεῖ, καὶ συγκεχυμένην, καὶ πολλῇ τῇ ῥύμῃ φερομένην. Ὅτι γὰρ οὐ περὶ ὑδάτων ὁ λόγος, δῆλον διὰ τῆς ἐπαγωγῆς· Ἐκ χειρὸς γὰρ, φησὶν, υἱῶν ἀλλοτρίων.