370
αὐτὸν ἀμοιβὴν, ἐκείνῳ μὲν οὐδὲν πλέον ποιοῦσαν, τῷ δὲ εἰσφέροντι τὴν ἀμοιβὴν τὸ κέρδος φέρουσαν. Τί δὲ αὕτη ἐστίν; Ὁ Θεὸς, ᾠδὴν καινὴν ᾄσομαί σοι. Εἰ δὲ μικρὸν τοῦτο πρὸς τὸ μέγεθος τῆς εὐεργεσίας, ἀλλ' ὅπερ ἔσχεν. Ἐπεὶ καὶ ἡμεῖς παρὰ τῶν πενήτων καὶ οὐδὲν κεκτημένων οὐδὲν ἕτερον ἐπιζητοῦμεν, ἀλλ' ἢ εὐφημίαν καὶ εὐγνωμοσύνην. Ἀλλ' ἡμεῖς μὲν, ἵνα λαμπρότεροι γενώμεθα· ὁ δὲ Θεὸς, οὐκ ἐπειδὴ δεῖται, ἀλλ' ἵνα αὐτοὺς τοὺς ᾄδοντας λαμπροτέρους ἐργάσηται, καὶ ταύτῃ πάλιν αὐτοὺς εὐεργετήσῃ. Ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψαλῶ σοι· τουτέστιν, Εὐχαριστήσω σοι. Ἀλλὰ τότε μὲν ὄργανα ἦν, δι' ὧν τὰς ᾠδὰς ἀνέφερον· νυνὶ δὲ ἀντὶ ὀργάνων κεχρῆσθαι ἔστι τῷ σώματι. Ἔστι γὰρ καὶ δι' ὀφθαλμῶν ᾄδειν, οὐ διὰ γλώττης μόνον, καὶ διὰ χειρῶν, καὶ διὰ ποδῶν, καὶ διὰ ἀκοῆς. Ὅταν γὰρ ἕκαστον τούτων 55.463 ταῦτα πράττῃ, ἃ τῷ Θεῷ φέρει δόξαν καὶ αἶνον, οἷον ὅταν μὴ ἀκόλαστα ὀφθαλμὸς βλέπῃ, ὅταν μὴ πρὸς ἁρπαγὰς αἱ χεῖρες, ἀλλὰ πρὸς ἐλεημοσύνην ὦσι τεταμέναι, ὅταν πρὸς ψαλμῶν καὶ πνευματικῶν ἀκουσμάτων ὑποδοχὴν ὦσιν αἱ ἀκοαὶ παρεσκευασμέναι, ὅταν πρὸς ἐκκλησίαν οἱ πόδες τρέχωσιν, ὅταν ἡ καρδία δόλους μὴ ῥάπτῃ, ἀλλὰ ἀγάπην βρύῃ, γίνεται ψαλτήριον καὶ κιθάρα τοῦ σώματος τὰ μέλη, καὶ ᾄδει καινὴν ᾠδὴν, οὐ τὴν διὰ ῥημάτων, ἀλλὰ τὴν διὰ πραγμάτων. Τῷ διδόντι τὴν σωτηρίαν τοῖς βασιλεῦσιν. Οὐ γὰρ στρατόπεδα καὶ πλήθη στρατιωτῶν, οὐδὲ σωματοφύλακες, ἀλλ' ἡ τοῦ Θεοῦ ῥοπὴ σώζειν εἴωθε. Τῷ λυτρουμένῳ ∆αυῒδ τὸν δοῦλον αὐτοῦ. Εἰπὼν τὸ κοινὸν, λέγει καὶ τὸ καθ' ἑαυτὸν, καὶ οὐκ εἶπε, Τῷ λυτρωσαμένῳ, ἀλλὰ, Τῷ λυτρουμένῳ, διηνεκῆ δεικνὺς αὐτοῦ τὴν πρόνοιαν. εʹ. Εἶτα πάλιν αἰτεῖ ἅπερ ἔμπροσθεν ᾔτησε, συνεχῶς προσπίπτων καὶ παρακαλῶν, ὥστε ἀπαλλαγῆναι πονηρῶν ἀνθρώπων, οὕτω λέγων· Ἐκ ῥομφαίας πονηρᾶς ῥῦσαί με, καὶ ἐξελοῦ με ἐκ χειρὸς υἱῶν ἀλλοτρίων, ὧν τὸ στόμα ἐλάλησε ματαιότητα, καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας. Ὧν οἱ υἱοὶ αὐτῶν ὡς νεόφυτα ἱδρυμένα ἐν τῇ νεότητι αὐτῶν. Τὰς εὐπραγίας ἐνταῦθα διαγράφει τὰς κοσμικὰς καὶ τὸν πλοῦτον, καὶ τίθησιν ὅπερ ἐστὶ πρῶτον, τὸ παῖδας ἔχειν σφριγῶντας καὶ ἀκμάζοντας, καὶ ἐξ ἑκατέρας τῆς φύσεως. Ἐπήγαγε γοῦν· Αἱ θυγατέρες αὐτῶν κεκαλλωπισμέναι, περικεκοσμημέναι ὡς ὁμοίωμα ναοῦ. Μετὰ τῆς νεότητος τὴν πολλὴν χλιδὴν ἐνδείκνυται, καὶ τὰ κρήδεμνα αὐτῶν καὶ τὸν γυναικεῖον ὑπογράφει κόσμον, ἅπερ ἐκ πολλῆς εὐημερίας γίνεται. Ἔπειτα ὃ δεύτερον εἶναι δοκεῖ, τάχα δὲ νῦν ἐστι πρῶτον, πάλιν τὸν πλοῦτον ὑπογράφει λέγων· Τὰ ταμιεῖα αὐτῶν πλήρη, ἐξερευγόμενα ἐκ τούτου εἰς τοῦτο. Τί ἐστιν, Ἐξερευγόμενα; Στενοχωρούμενα. Ἀχώρητός ἐστι τοῖς ταμιείοις ὁ πλοῦτος, φησί. Τὰ πρόβατα αὐτῶν πολύτοκα, πληθύνοντα ἐν ταῖς ἐξόδοις αὐτῶν. Οἱ βόες αὐτῶν παχεῖς. Καὶ αὕτη δὲ οὐ μικρὰ εὐπραγία ἐδόκει εἶναι. Παρὰ γὰρ τοῖς παλαιοῖς ἐν τούτοις ὁ πλοῦτος ἦν, ἐν βουκολίοις καὶ ποιμνίοις καὶ σπέρμασι, πρὶν ἢ τὴν βλακείαν εὑρεθῆναι τὴν νῦν. Οὐκ ἔστι κατάπτωμα φραγμοῦ, οὐδὲ διέξοδος. Τουτέστι, πολλῆς ἀπολαύει καὶ τὰ γεώργια φυλακῆς, πολλῆς τῆς ἐπιμελείας, πολλῆς τῆς σπουδῆς, κομώντων τῶν καρπῶν, τῶν φραγμῶν ἑστώτων, τῆς ἀμπέλου φυτευομένης πάντοθεν καὶ περιτειχιζομένης. Οὐδὲ κραυγὴ ἐν ταῖς πλατείαις αὐτῶν. Ἄλλος, Ἐν ταῖς ἐπαύλεσιν αὐτῶν. Ἄλλο εὐημερίας εἶδος, ὅπερ οὐ παντὶ συγκεκλήρωται πλούτῳ· τουτέστιν, εἰρήνη καὶ ἄδεια καὶ ἀσφάλεια· οὐδεὶς ὁ ἐπιβουλεύων, οὐδεὶς ὁ πολεμῶν, ἀλλ' οὐδὲ θόρυβος, οὐδὲ ταραχή. Ἐμακάρισαν τὸν λαὸν ᾧ ταῦτά ἐστι. Μακάριος ὁ λαὸς οὗ Κύριος ὁ Θεὸς αὐτοῦ. Εἶδες ἀρετὴν ἀνδρός; Θεὶς γὰρ ἅπαντα τὸν πλοῦτον, καὶ ἐπελθὼν αὐτὸν τῷ λόγῳ, εἶτα τὴν ψῆφον τῶν πολλῶν προσθεὶς τὴν περὶ αὐτὸν, αὐτὸς οὐδὲν ἐκ τούτων ἀνθρώπινον πάσχει, οὐδὲ ζηλωτοὺς εἶναι 55.464 νομίζει τοὺς ταῦτα κεκτημένους, ἀλλὰ ταῦτα πάντα παραδραμὼν