374
περὶ ἡμᾶς, τροπὰς ἐτησίους, ἡμέρας, παραδείσους, λειμῶνας, ἄνθη ποικίλα, ὕδωρ πότιμον καὶ γλυκὺ, καὶ τὸ ἐκ τῶν ὑετῶν χρήσιμον, τῆς γῆς τὰς ὠδῖνας, τοὺς ποικίλους καρποὺς, τὰ δένδρα τὰ διάφορα, τοὺς ἀνέμους τοὺς προσηνεῖς, τὴν ἡλιακὴν ἀκτῖνα, τὴν σεληναίαν λαμπάδα, τὸν ποικίλον τῶν ἄστρων χορὸν, τὸ προσηνὲς τῆς νυκτός· καὶ ἐπὶ τῶν ἀλόγων, πρόβατα, καὶ βοῦς, καὶ αἶγας· καὶ ἐπὶ τῶν ἀγρίων, δορκάδας, καὶ ἐλάφους, λαγωοὺς, καὶ ἕτερα πλείονα· καὶ ἐπὶ τῶν πετεινῶν, τοὺς ὄρνιθας τοὺς Ἰνδικούς· καὶ ἐν τοῖς ἔργοις αὐτοῖς ἴδοι τις ἂν οὐ κολάζοντα μόνον, ἀλλὰ καὶ εὐεργετοῦντα πολλῷ 55.468 πλεῖον ἢ κολάζοντα. Τὰ μὲν οὖν φόβου ἕνεκεν ποιεῖ· εἰ δὲ καί ποτε πεῖραν ἐπαγάγοι, διὰ τὴν πολλὴν ἀναισθησίαν τῶν οὐ διορθουμένων τῷ φόβῳ. Τούτοις δὲ ἐμφιλοτιμεῖται, καὶ μέχρι τῆς πείρας αὐτὰ προάγει οὐκ εἰς ἀξίους μόνον, ἀλλὰ καὶ εἰς ἀναξίους. γʹ. Ποικίλλων τοίνυν ἡμῶν τὴν σωτηρίαν, ποτὲ μὲν ταῦτα, ποτὲ δὲ ἐκεῖνα ἐργάζεται, πλεονάκις δὲ ἐκεῖνα, ἐπειδὴ καὶ ἐκεῖνα βούλεται μόνα. ∆ιὰ γὰρ τοῦτο καὶ γέενναν ἠπείλησεν, οὐχ ἵνα ἐπαγάγῃ, ἀλλ' ἵνα μὴ ἐπαγάγῃ· καὶ τὴν μὲν τῷ διαβόλῳ παρεσκεύασε· Πορεύεσθε γὰρ, φησὶν, εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ· τὴν δὲ βασιλείαν ἀνθρώποις, δεικνὺς ὅτι οὐ βούλεται ἄνθρωπον εἰς γέενναν ἐμβαλεῖν. Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος. Χρηστὸς Κύριος τοῖς σύμπασι, καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ. Ὁρᾷς καὶ τὸν προφήτην τούτοις ἐνδιατρίβοντα τοῖς χρηστοτέροις, καὶ ἐπιδαψιλευόμενον τῷ λόγῳ. Καὶ γὰρ οἶδε σαφῶς ἐν τούτοις ὄντα μάλιστα τοῦ Θεοῦ τὸν πλοῦτον. Οὐδὲ γὰρ ἦν σωθῆναι, μὴ πολλῆς οὔσης αὐτοῦ τῆς φιλανθρωπίας· οὐκ ἦν μεῖναι μὴ πολλῆς ἀπολαύοντας τῆς ἀγαθότητος. ∆ιὸ καὶ αὐτὸς ἔλεγεν· Ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίος σου, καὶ ἐν ταῖς ἁμαρτίαις σου προέστην σου. Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος. Ὅρα πῶς δείκνυσιν αὐτοῦ ἄφατον τὴν φιλανθρωπίαν. Οὐ γὰρ ἐλεεῖ μόνον ἁμαρτάνοντας, ἀλλὰ καὶ ἕτερον εἶδος τῆς φιλανθρωπίας οὐ μικρὸν ἐπιδείκνυται, τὸ μακρόθυμον, ὥστε αὐτοὺς εἰς μετάνοιαν ἐλθεῖν, καὶ μετὰ τῆς αὐτοῦ φιλανθρωπίας καὶ ἀπὸ τῆς οἰκείας σωθῆναι σπουδῆς, καὶ τὴν ἀπὸ τῶν κατορθωμάτων παῤῥησίαν ἔχειν. Οὐχ ἁπλῶς δὲ, Ἐλεήμων, ἀλλὰ καὶ, Πολυέλεος εἶπε, δεικνὺς ὅτι τὸ πολὺ τοῦτο μετρηθῆναι οὐκ ἔνι, ἀλλὰ πάντα ὑπερβαίνει λόγον. ∆ιὰ γοῦν τῶν ἑξῆς κατὰ τὸ ἐγχωροῦν αὐτῷ ἐνεδείξατο ἐπαγαγὼν καὶ εἶπε· Χρηστὸς Κύριος τοῖς σύμπασι, καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ. Τί ἐστι, Τοῖς σύμπασι; Καὶ τοῖς ἁμαρτωλοῖς, φησὶ, καὶ τοῖς ἐν παρανομίαις ζῶσιν. Οὐ γὰρ δὴ μόνον οἱ δίκαιοι, οὐδὲ οἱ κατορθοῦντες, οὐδὲ οἱ μετανοοῦντες, ἀλλὰ καὶ πάντες, δι' ὧν πάσχουσιν, ἀνακηρύττουσιν αὐτοῦ τὸν ἔλεον καὶ τὴν χρηστότητα. Κἂν μέ τις ἔρηται, τίνι χρηστὸς ἐγένετο, ἐρῶ· Οὐχὶ τῷ Ἄβελ μόνον, ἀλλὰ καὶ τῷ Κάϊν· οὐχὶ τῷ Νῶε μόνον καὶ τοῖς ἐκείνου παισὶν, ἀλλὰ καὶ τοῖς ὑπὸ τοῦ καταποντισμοῦ κατακλυσθεῖσι. Πάντα γὰρ ἀπὸ φιλανθρωπίας ἐργάζεται. Καὶ ἵνα μάθῃς, πῶς πᾶσίν ἐστιν χρηστὸς, σκόπει ἐντεῦθεν· Πόσης χρηστότητος ἦν, εἰπέ μοι, τὸ τὸν ἀδελφοκτόνον ἐκεῖνον, καὶ τοιαύτην τολμήσαντα σφαγὴν, καὶ τὴν δεξιὰν μολύναντα, καὶ τοῦ Θεοῦ καταπατήσαντα τοὺς νόμους, παραδοῦναι τιμωρίᾳ, νουθεσίᾳ μᾶλλον ἢ κολάσει οὔσῃ, ὥστε καὶ αὐτὸν ἐκεῖνον καθᾶραι διὰ τοῦ μήκους τοῦ κατὰ τὸν χρόνον τῆς ἁμαρτίας τῆς ἐγγενομένης, καὶ τοὺς ἄλλους παιδεῦσαι δι' ὧν ἔπασχεν ἐκεῖνος; πόσης δὲ ἦν χρηστότητος, εἰπέ μοι, τὸ τοὺς ἀνίατα νοσοῦντας ἐπὶ τοῦ κατακλυσμοῦ, καὶ μήτε ἀπειλαῖς, μήτε λόγοις, μήτε ἄλλῳ μηδενὶ διορθωθέντας στῆσαι τῆς 55.469 κακίας, καὶ τῷ κοινῷ χρέει τῆς φύσεως ἀντὶ φαρμάκου χρήσασθαι, καὶ τὸν κουφότατον αὐτοῖς ἐπαγαγεῖν θάνατον τὸν διὰ τῶν