375
ὑδάτων; Τὸ δὲ, Σύμπασιν, οὐκ ἐπὶ τούτου μόνον ἔστιν ἰδεῖν, ἀλλὰ καὶ ἐπὶ τῶν ὁρωμένων ἁπάντων, ἐπὶ τῶν ζώων, ἐπὶ τῶν ἀλόγων· κἂν εἰς αὐτοὺς δὲ ἄν τις ἀναβῇ τοὺς ἀγγέλους, τοὺς ἀρχαγγέλους, πολλὴν ὄψεται τὴν χρηστότητα, πολλοὺς τοὺς οἰκτιρμούς· ἕκαστον γὰρ ἔργον πολλῆς ἀπολαύει φιλανθρωπίας. Ὅπερ δὴ καὶ αὐτὸς συνιδὼν, ἐπήγαγεν· Ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντα τὰ ἔργα σου, καὶ οἱ ὅσιοί σου εὐλογησάτωσάν σε· τουτέστιν, Εὐχαριστείτωσάν σοι, ἀναπεμπέτωσάν σοι ὕμνους, οἵ τε λόγῳ τετιμημένοι, τά τε φωνὴν οὐκ ἔχοντα. Καὶ γὰρ καὶ τῶν ἀφώνων ἕκαστον οὕτω γέγονεν, ὥστε εὐλογίαν ἀναπέμπειν διὰ τῆς οἰκείας φύσεως, κἂν ἄφωνα ᾖ, διὰ τῶν ὁρώντων καὶ ἀπολαυόντων ἀνθρώπων. Καὶ ἐκεῖνα μὲν διὰ τῆς οὐσίας τῆς αὑτῶν, ἄνθρωποι δὲ καὶ διὰ τῆς διαγωγῆς, καὶ διὰ τῆς πράξεως. ∆ιὸ καὶ τοῦτο δῆλον ποιεῖ διὰ τῆς ἐπαγωγῆς τοῦ, Οἱ ὅσιοί σου εὐλογησάτωσάν σε. Ὁσίους δὲ ἐνταῦθα τοὺς ἁγίους καλεῖ τοὺς τὰ τοῦ Θεοῦ προστάγματα πληροῦντας, τοὺς ἀβάτους ἁμαρτήμασι καὶ πονηρίᾳ. ∆όξαν τῆς βασιλείας σου ἐροῦσι. Τί ἐστι, ∆όξαν ἐροῦσι; Τὸ ἀνενδεὲς, τὸ φιλάνθρωπον, φησὶν, τὸ κηδεμονικὸν, τὸ μὴ δεόμενον τῶν ἀρχομένων, τὸ τοσαύτην περὶ αὐτοὺς ἐπιδείκνυσθαι πρόνοιαν, τὸ ἀπρόσιτον τοῦ φωτὸς, τὸ ἄῤῥητον τῆς οὐσίας, τὸ ἀκατάληπτον. Καὶ τὴν δυναστείαν σου λαλήσουσι· τουτέστιν, Τὴν δύναμιν τὴν ἄμαχον, τὴν ἀχείρωτον ᾄσονται· οὐκ ἐπειδή σοι χρεία τούτων τῶν ὕμνων καὶ τῶν εὐφημιῶν, ἀλλὰ δι' αὐτούς τε τοὺς λέγοντας, καὶ ὥστε καὶ ἑτέρους διδάξαι, καὶ ποιῆσαι τῆς εὐφημίας κοινωνούς. ∆ιὸ ἐπήγαγε· Τοῦ γνωρίσαι τοῖς υἱοῖς τῶν ἀνθρώπων τὴν δυναστείαν σου, καὶ τὴν δόξαν τῆς μεγαλοπρεπείας τῆς βασιλείας σου. ∆είκνυσι διὰ τούτων, ὅτι διὰ τὸ μαθεῖν ἑτέρους τὴν δυναστείαν αὐτοῦ τὰς εὐφημίας προσίεται. Πολλὴ τοίνυν ἡ δύναμις, πολλὴ ἡ δόξα, πολλὴ ἡ εὐπρέπεια, πολλὴ καὶ ἄφατος, οὐ μόνον πάντα ὑπερβαίνουσα λόγον, ἀλλὰ καὶ πάντα νικῶσα νοῦν. Ἀλλ' ἡ πολλὴ καὶ ἄφατος αὕτη χρείαν ἔχει τῶν διδασκόντων αὐτὴν διὰ τὴν ἄνοιαν τῶν πολλῶν. Ἐπεὶ καὶ ἥλιος φανότατόν ἐστιν ἄστρον, καὶ ὅμως οἱ τὰ ὄμματα νοσοῦντες οὐχ ὁρῶσιν αὐτοῦ τὸ φῶς· οὕτω δὴ καὶ ἡ τοῦ Θεοῦ πρόνοια ἡλίου μὲν παντός ἐστι φαιδροτέρα, ἀλλ' οἱ τοῖς λογισμοῖς διεστραμμένοι, καὶ βεβυσμένοι τὰς ἀκοὰς, πολλῆς δέονται τῆς ἐπιμελείας, ὥστε ἀνοιγῆναι αὐτῶν τὴν διάνοιαν. δʹ. ∆εῖ τοίνυν συνεχῶς αὐτοῖς ἐνηχεῖν καὶ ἐνιέναι τὴν περὶ τούτων διδασκαλίαν. Εἶτα ἐπειδὴ εἶπε δόξαν βασιλείας καὶ μεγαλοπρέπειαν, καὶ μὴ διασαφήσας παρέδραμε, πάλιν ἀναλαμβάνει, καὶ λέγει κατὰ τὸ ἐγχωροῦν αὐτῷ, τί ἐστιν ἡ δόξα, ἐπαγαγών· Ἡ βασιλεία σου, βασιλεία πάντων τῶν αἰώνων. Οὐ τῶν παρόντων μόνον, φησὶν, ἀλλὰ καὶ τῶν ἐρχομένων· ἀτελεύτητος γὰρ καὶ ἄπειρος, καὶ μόνη τὸ ἀΐδιον ἔχουσα. Καὶ ἡ δεσποτεία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Ὅρα αὐτῆς καὶ ἐντεῦθεν τὸ ἀτελεύτητον. Παν 55.470 ταχοῦ τῆς οἰκουμένης, πανταχοῦ τῶν αἰώνων, πανταχοῦ τῶν χρόνων ἐκτέταται. Πιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ, καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ· εἰπὼν τῆς βασιλείας τὸ ἀτελεύτητον, τὸ βεβηκὸς, τὸ πάγιον, τὸ ἀκίνητον, λέγει καὶ τῶν λόγων αὐτοῦ τὸ στεῤῥόν. Τὸ γὰρ, Πιστὸς, τοῦτό ἐστιν, βέβαιος, ἀληθής. Εἰ δὲ πιστὸς, πάντως ἔσται τὰ εἰρημένα παρ' αὐτοῦ. Ὥσπερ δὲ ἡ βασιλεία αὐτοῦ ἀδιάπτωτος, καὶ πέρας οὐκ ἔχουσα· οὕτω καὶ οἱ λόγοι αὐτοῦ στεῤῥοὶ, βεβηκότες. Οὔτε οὖν ἐκείνη ποτὲ διακόπτεται, οὔτε οὗτοι διαπίπτουσιν. Εἰ δὲ οὐ διαπίπτουσι, δεῖ πάντως ἀκολουθῆσαι τὰ ἔργα. Εἰ δέ πού τι καὶ εἶπε, καὶ οὐ γέγονε, καὶ τοῦτο τῆς ἀληθείας αὐτοῦ ἀπόδειξις· Πέρας γὰρ λαλήσω ἐπὶ ἔθνη καὶ βασιλείαν, τοῦ κατασκάπτειν καὶ ἐκριζοῦν· καὶ ἐὰν μετανοήσωσιν ἐπὶ τῇ κακίᾳ, μετανοήσω κἀγὼ ἐφ' οἷς ἐλάλησα ποιῆσαι αὐτοῖς. Καὶ ἐπὶ τῶν ἀγαθῶν