376
ὁμοίως· Χρηστὰ διαλέξομαι, φησὶ, κἂν μεταβάλωνται, κἀγὼ μεταβαλῶ τὰ περὶ αὐτῶν εἰρημένα. Καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ. Τί ἐστιν, Ὅσιος; Ἄληπτος, ὀρθὸς, καθαρὸς, ἄμωμος, οὐδεμίαν οὐδενὶ παρέχων λαβήν. Ὑποστηρίζει Κύριος πάντας τοὺς καταπίπτοντας, καὶ ἀνορθοῖ πάντας τοὺς κατεῤῥαγμένους. Εἰπὼν περὶ τῆς βασιλείας, ὅτι ἀπέραντος, περὶ τῶν λόγων, ὅτι ἀληθεῖς, περὶ τῶν πράξεων, ὅτι ἄληπτοι, περὶ τῆς δόξης, περὶ τῆς μεγαλοπρεπείας, λέγει πάλιν περὶ τῆς φιλανθρωπίας· ὃ καὶ αὐτὸ μεγίστη δόξα τῆς βασιλείας αὐτοῦ, τὸ μὴ μόνον διακρατεῖν τοὺς ἑστῶτας, ἀλλὰ καὶ μέλλοντας καταπίπτειν μὴ ἐᾷν τοῦτο παθεῖν, καὶ κειμένους ἀνιστᾷν, καὶ τὸ δὴ θαυμαστὸν, ὅτι πάντας, οὐ τὸν δεῖνα μόνον, ἀλλὰ πάντας, κἂν δοῦλοι, κἂν πένητες ὦσι, κἂν ἄσημοι, κἂν ἐξ ἀσήμων. Πάντων γάρ ἐστι ∆εσπότης, καὶ οὐδὲ κειμένους παρατρέχει, οὐδὲ σαλευομένους ὑπερορᾷ. Τοῦτο καὶ ἐπὶ τῆς κοινῆς φύσεως ἐποίησε· τοῦτο καὶ ἐφ' ἑκάστου ἐργάζεται. Εἰ δέ τινες τῶν κειμένων οὐκ ἀνίστανται, οὐ παρ' αὐτὸν τὸν βουλόμενον ἀνορθῶσαι, ἀλλὰ παρ' ἐκείνους τοὺς μὴ θέλοντας ἀναστῆναι. Ἐπεὶ καὶ τὸν Ἰούδαν πεσόντα ἠβουλήθη ἀναστῆσαι, καὶ πρὸς τοῦτο πάντα εἰργάσατο, ἀλλ' ἐκεῖνος οὐκ ἠθέλησε. Τὸν γοῦν ∆αυῒδ πεσόντα ἀνώρθωσε· καὶ ἰσχυρὸν ἐποίησε. Τὸν Πέτρον μέλλοντα καταπίπτειν ἀνέστησε. Καὶ ἄκουε πῶς· Σίμων, Σίμων, φησὶν, ἰδοὺ ὁ Σατανᾶς ἐξῄτησε σινιάσαι ὑμᾶς, ὡς τὸν σῖτον· κἀγὼ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου. Εἶτα λέγει καὶ ἕτερον εὐεργεσίας εἶδος· ποικίλη γὰρ αὐτοῦ καὶ παντοδαπὴ ἡ κηδεμονία. Οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσι, καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ. Εἶδες πῶς ἔδειξεν, ὅτι Χρηστὸς τοῖς σύμπασι, καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ; Ὅπερ ἐν τοῖς Εὐαγγελίοις εἴρηται, Ὅτι ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους, τοῦτο καὶ ἐνταῦθα οὗτος ᾐνίξατο τῷ εἰπεῖν· Καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ. Οὐ γὰρ ὑετοὶ καὶ γῆ καὶ ἀὴρ, ἀλλὰ τὸ ἐπίταγμα αὐτοῦ τοὺς καρποὺς τελεσφορεῖν εἴωθεν. Τὸ δὲ, Ἐν εὐκαιρίᾳ, τοῦτο δηλοῖ, ὅτι καιροῖς 55.471 πάντα διώρισται, καὶ τροπαῖς διαφόροις ἐξάγεται. Καὶ τοῦτο γὰρ μάλιστα αὐτοῦ δείκνυσι τὴν σοφίαν, τὸ μὴ ὁμοῦ πάντα, μηδὲ ὑφ' ἓν, ἀλλὰ παρὰ πάντα τὸν ἐνιαυτὸν διελεῖν τὰ τῆς τροφῆς, ὥστε καὶ τὸν γηπόνον ἀναπαύεσθαι, καὶ τὰ γινόμενα μὴ διαφθείρεσθαι. Τὸ τοίνυν, Ἐν εὐκαιρίᾳ, ἢ ὅπερ ἔμπροσθεν εἴπομεν τοῦτό ἐστιν, ὅτι καιροῖς μεμέρισται ἕκαστα· ἢ ὅτι ∆εομένοις καὶ χρῄζουσι τὴν τροφὴν δίδως. Καὶ πῶς, φησὶν, Οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσιν, εἶπε; Καίτοι πολλοί εἰσιν αὐτόματα τὰ ὄντα λέγοντες, οἱ ἐν ἀσεβείᾳ ζῶντες. Τοῦ πράγματος αὐτοῦ λέγει τὴν φύσιν ἐνταῦθα, ὥσπερ καὶ ἀλλαχοῦ ὅταν λέγῃ· Τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν· καίπερ ἀλόγιστα τὰ ζῶά ἐστι. Καὶ πάλιν· Σκύμνοι ὠρυόμενοι, τοῦ ἁρπάσαι καὶ ζητῆσαι παρὰ τοῦ Θεοῦ βρῶσιν αὐτοῖς. Καίτοι καὶ οὗτοι ἀλόγιστοι, καὶ οὐκ αὐτοὶ ζητοῦσιν· ἀλλὰ καὶ ἐνταῦθα πάλιν τοῦ πράγματος λέγει τὴν φύσιν· οὐ γὰρ ἀπὸ τῆς ἐκείνων προαιρέσεως, ἀλλ' ἀπὸ τῆς τῶν γινομένων φύσεως τοῦτο ῥητέον ἐστίν. Ἀνοίγεις σὺ τὴν χεῖρά σου, καὶ ἐμπιπλᾷς πᾶν ζῶον εὐδοκίας. Χεῖρα τὴν ἐνέργειαν λέγει, καὶ τὴν χορηγητικὴν δύναμιν, διὰ πάντων σε παιδεύων εἰδέναι, ὡς οὐκ ἐν τοῖς στοιχείοις, ἀλλ' ἐν τῇ τοῦ Θεοῦ προνοίᾳ τῶν καρπῶν αἱ γοναί. Ἢ καὶ τὸ εὔκολον δεικνὺς, εἶπε τὸ, Ἀνοίγεις σὺ τὴν χεῖρά σου. Ἐπειδὴ γὰρ οἱ τότε μάλιστα τὸν πάντων αἴτιον ἀφέντες προσεκύνουν καὶ ἀέρα καὶ ἥλιον, καὶ ταῦτα ἐνόμιζον εἶναι τὰ παρέχοντα τοὺς καρποὺς, ἀνάγων αὐτοὺς ἐπὶ τὴν ἀρχὴν τὴν ἄνω καὶ τὸν τούτων αἴτιον καὶ ∆εσπότην, συνεχῶς ταῦτα ἐπιλέγει, δεικνὺς ὅτι ἐκ τῆς ἐκείνου χειρὸς πάντα, ἐκ τῆς ἐκείνου κηδεμονίας ἐπιῤῥεῖ τὰ ἀγαθά.