377
εʹ. Εὐδοκίας δὲ ἐνταῦθα ἐμπιπλᾷν λέγει, τουτέστιν εὐαρεστήσεως, διότι ἕκαστον ζῶον πληροῖ τοῦ θελήματος αὐτοῦ, τοῦ ἀρέσκοντος αὐτῷ. Οὐ γὰρ ἁπλῶς δίδωσι τροφὴν, ἀλλὰ κατὰ τὸ χρήσιμον ἑκάστῳ, κατὰ τὴν ἐπιθυμίαν ἑκάστου, κατὰ τὸ πλῆρες. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Καὶ ἀλόγοις δίδως, καὶ ἀνθρώποις, καὶ πᾶσιν, ὡς ἑκάστῳ ἡδὺ, ὡς ἑκάστῳ ἀρεστόν· καὶ οὐ δίδως μόνον, ἀλλὰ καὶ πληροῖς, ὡς μηδὲν εἶναι ἐνδέον. ∆ιό φησιν, Ἐμπιπλᾷς πᾶν ζῶον εὐδοκίας. ∆ίκαιος Κύριος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ, καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ. Ὁδοὺς ἐνταῦθα τὰς οἰκονομίας λέγει, τὴν πρόνοιαν, τὴν κηδεμονίαν, δι' ἧς ἅπαντα διετύπωσε. Πάντα γὰρ, φησὶ, τὰ ἔργα αὐτοῦ ἐγκώμια, θαυμάτων γέμει, οὐδεμίαν οὐδενὶ παρέχοντα λαβὴν, κἄν τινες μαίνωνται καὶ λυσσῶσι. Τὰ τοίνυν ἔργα φύσει τοιαῦτα, ὡς ἀπολάμπειν, ὡς ἀποστίλβειν, ὡς ἀνακηρύττειν τοῦ πεποιηκότος τὴν πρόνοιαν, τὴν κηδεμονίαν, τὴν φιλανθρωπίαν, τὴν δικαιοσύνην, τὴν ὁσιότητα. Ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν, πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ. Ἰδοὺ καὶ ἕτερον προνοίας μέρος, τὸ κεφάλαιον τῶν ἀγαθῶν. Εἰπὼν γὰρ τὰ κοινῇ καὶ τοῖς ἀπίστοις δεδομένα, τὴν τροφὴν, τοὺς ὑετοὺς, λέγει καὶ τὰ ἰδιαζόντως τοῖς πιστοῖς 55.472 παρεχόμενα. Τίνα δὲ ταῦτά ἐστι; Τὸ ἐγγὺς αὐτῶν εἶναι, τουτέστιν, ἀντέχεσθαι, κήδεσθαι, προνοεῖν πολὺ μειζόνως ἐκείνων, εὔνουν αὐτοῖς εἶναι καὶ ἵλεων καὶ εὐμενῆ, μᾶλλον αὐτοῖς ἀποκαλύπτειν τὰ ἀγαθά. Θέλημα τῶν φοβουμένων αὐτὸν ποιήσει, καὶ τῆς δεήσεως αὐτῶν εἰσακούσεται, καὶ σώσει αὐτούς. Καὶ μὴν, φησὶν, ὁ Παῦλος ἐβούλετο τὸν ἄγγελον τοῦ Σατᾶν ἀποστῆναι ἀπ' αὐτοῦ, τουτέστι, τοὺς πειρασμοὺς, τὰς θλίψεις, τὰς ἐπιβουλὰς, καὶ οὐκ ἐποίησε. Καὶ μὴν ἐποίησεν· ἐπειδὴ γὰρ ἔγνω ὅτι τὰ μὴ συμφέροντα ᾔτει, πάλιν θελῆσαι καὶ σφόδρα θελῆσαι Θεοῦ ἔργον ἦν. ∆ιὸ καὶ ἔλεγεν· Εὐδοκῶ ἐν ἀσθενείαις, ἐν θλίψεσιν, ἐν διωγμοῖς. Εἰ δὲ τὰ ἐναντία πρότερον ἐβούλετο, δι' ἄγνοιαν ἐβούλετο· ἐπειδὴ δὲ ἔμαθεν, ὅτι τοῦτο ὁ Θεὸς βούλεται, καὶ αὐτὸς λοιπὸν εὐδοκεῖ. Οὐ γάρ ἐστιν ἄλλο τὸ θέλημα Θεοῦ, καὶ ἄλλο τῶν φοβουμένων αὐτόν· εἰ δέ τινα καὶ αὐτοὶ ὡς ἄνθρωποι βούλονται, ἀλλ' ὕστερον διορθοῦνται. Φυλάσσει Κύριος πάντας τοὺς ἀγαπῶντας αὐτὸν, καὶ πάντας τοὺς ἁμαρτωλοὺς ἐξολοθρεύσει. Καὶ τοῦτο μέρος προνοίας οὐ μικρὸν, τὸ τηρεῖν, τὸ ἀσφαλίζεσθαι, τὸ τὴν παρ' αὐτοῦ πρόνοιαν παρέχειν. Ἁμαρτωλοὺς δέ φησι τοὺς τὰ ἀνίατα νοσοῦντας, τοὺς οὐ βουλομένους διορθωθῆναι. Εἰ δέ τινας καὶ τῶν ἀγαπώντων αὐτὸν ἀφίησιν εἰς θανάτους ἐμπεσεῖν, καὶ τοῦτο φυλάσσοντός ἐστιν· ὅπερ καὶ ἐπὶ τοῦ Ἄβελ γέγονε. Εἰ γὰρ καὶ τὰ σώματα αὐτῶν διεφθάρη, ἀλλ' ὅμως τῇ ψυχῇ λαμπρότεροι γεγόνασιν· ἀπολήψονται δὲ καὶ τὰ σώματα ἄφθαρτα. Ἐπεὶ οὖν εἶπε τῆς προνοίας αὐτοῦ τὰ εἴδη, ὅσα δυνατὸν ἦν εἰπεῖν αὐτῷ, τὰ κοινὰ, τὰ ἰδιάζοντα, τὰ ἐξαίρετα τῶν ἁγίων, τὴν περὶ τοὺς σαλευομένους κηδεμονίαν, τὴν περὶ τοὺς κειμένους πρόνοιαν, τὴν μακροθυμίαν, τὴν τῶν ἁμαρτωλῶν διόρθωσιν, τὴν τῶν ἁγίων φυλακὴν, πάλιν εἰς αἶνον κατακλείει τὸν λόγον, καὶ τὴν οἰκουμένην ἅπασαν εἰς κοινωνίαν τῆς εὐφημίας καλεῖ λέγων· Αἴνεσιν Κυρίου λαλήσει τὸ στόμα μου, καὶ εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ὁρᾷς πῶς ἀπὸ τῆς χρηστῆς διαθέσεως οὐ τοὺς εὐεργετουμένους μόνον, ἀλλὰ καὶ τοὺς κολαζομένους καλεῖ καὶ γὰρ τοῦτο κηδεμονίας, οὐκ ἀνθρώπους μόνον, ἀλλὰ καὶ τὰ ἄλογα, καὶ τὰ στοιχεῖα, καὶ τὰ ἀναίσθητα ἅπαντα· πάντα γὰρ ἐμπέπλησται αὐτοῦ τῆς ἀγαθότητος. Μὴ τοίνυν μηδὲ ἡμεῖς διαλείπωμεν τὸν οὕτω χρηστὸν, τὸν οὕτω φιλάνθρωπον, τὸν πανταχοῦ ἐκτείνοντα αὐτοῦ τὴν εὐεργεσίαν συνεχῶς ἀνυμνοῦντες, καὶ διὰ ῥημάτων, καὶ διὰ πραγμάτων· ἵνα καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ