378
φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΙΣ ΤΟΝ ΡΜΕʹ ΨΑΛΜΟΝ. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον. Αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου. Ψαλῶ τῷ
Θεῷ μου ἕως ὑπάρχω. αʹ. Ἔνθα κατέλυσεν, ἐντεῦθεν ἄρχεται πάλιν, ἀπὸ αἴνου καὶ εὐφημίας. Οὐ γὰρ μικρῶς ἐκκαθαίρει ψυχὴν τὸ τοιοῦτον. Αἶνον δὲ λέγει, ὃ συνεχῶς λέγω, διὰ τῶν ἔργων· ὅπερ καὶ ὁ Χριστός φησι· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ὑμῶν ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα 55.473 ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Καὶ πάλιν ὁ Παῦλος· ∆οξάσατε δὴ τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν, καὶ ἐν τῷ πνεύματι ὑμῶν. Καὶ ὥσπερ ἐν τῷ πρὸ τούτου ἔλεγε, Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε· οὕτω καὶ ἐνταῦθα, Ψαλῶ τῷ Θεῷ μου, φησὶν, ἕως ὑπάρχω. Εἶτα βουλόμενος πάλιν λαβεῖν κοινωνοὺς τῆς εὐφημίας ἀνθρώπους, εἰς τὰ διηγήματα αὐτοῦ τῆς φιλανθρωπίας ἐμπίπτει, καιόμενος, θερμαινόμενος τῷ πόθῳ, περιτρέχων τὴν οἰκουμένην ἅπασαν, ἅπαντας συνάγων εἰς τὸν οἰκεῖον χορόν. Καὶ γὰρ καὶ τοῦτο μάλιστα αἶνος, τοῦτο μάλιστα δόξα εἰς Θεὸν, ὅταν πολλοὺς ἐπιζητῇ τοὺς μέλλοντας τῆς αὐτοῦ ἀπολαύειν σωτηρίας. Μὴ πεποίθατε ἐπ' ἄρχοντας, ἐπὶ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σωτηρία. Ἕτερος, Τῷ οὐκ ἔχοντι σῶσαι. Ἀκουέτωσαν τῆς παραινέσεως ταύτης καὶ συμβουλῆς οἱ πρὸς τὰς ἀνθρωπίνας κεχηνότες προστασίας τὰς ἐπικήρους καὶ διεφθαρμένας. Τί δέ ἐστιν, Οἷς οὐκ ἔστι σωτηρία; Οὐδὲ τῆς ἰδίας, φησὶ, σωτηρίας εἰσὶ κύριοι, οὐδὲ ἑαυτῶν προστῆναι δύνανται. Εἰ γὰρ ἐπέλθοι ἡ τελευτὴ, κείσονται λίθων ἀφωνότεροι. Τοῦτο γάρ ἐστιν ὃ ἐπιφέρει λέγων· Ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ, καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτοῦ. Ἕτερος, Αἱ προθέσεις αὐτοῦ. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ὁ ἑαυτοῦ προστῆναι μὴ δυνάμενος, πῶς ἑτέρους ἐξαρπάσεται; Οὐδὲν γὰρ οὕτως ἐπισφαλὲς καὶ σαθρὸν, ὡς ἡ τοιαύτη ἐλπίς. Καὶ δείκνυσι τῶν πραγμάτων ἡ φύσις. ∆ιὸ καὶ Παῦλος περὶ τῆς εἰς Θεὸν ἐλπίδος διαλεγόμενος ἔλεγεν· Ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Ἀλλ' οὐ τὰ ἀνθρώπινα τοιαῦτα, ἀλλὰ σκιᾶς ἀσθενέστερα. Μὴ γάρ μοι εἴπῃς, ὅτι ἄρχων ἐστί. Καὶ γὰρ καὶ ὁ ἄρχων οὐδὲν ἔχει πλέον τοῦ τυχόντος ἀνθρώπου· τῇ αὐτῇ ἀδηλίᾳ ὑπόκειται. Εἰ δέ τι χρὴ καὶ θαυμαστὸν εἰπεῖν, ἐπειδὴ ἄρχων ἐστὶ, καὶ διὰ τοῦτο μάλιστα οὐ χρὴ θαῤῥεῖν. Ἀκροσφαλεῖς γὰρ αἱ τοιαῦται δυναστεῖαι. Κἂν μὴ μεταπέσῃ, πρὸς ὀργήν ἐστιν ὀξυῤῥεπὴς, καὶ τῇ ἐξουσίᾳ πρὸς ἀγνωμοσύνην ἀποκέχρηται, ὡς οὐ μέλλων ὑπεύθυνος εἶναι τῷ τὴν ὑπόσχεσιν δεξαμένῳ· κἂν εὐγνώμων φανῇ, εὐκολωτέρας ἕξει τὰς μεταπτώσεις τῶν ἰδιωτευόντων, ὅσῳ καὶ μείζοσι καὶ πλείοσιν ἐπιβουλαῖς ὑπόκειται· καὶ μᾶλλόν ἐστιν εὐχείρωτος οὗτος, ὅσῳ καὶ πλείους ἔχει τοὺς ἐπιβουλεύοντας. Τί γὰρ βούλονται οἱ σωματοφύλακες; τί δὲ αἱ πολλαὶ προφυλακαί; Πῶς οὖν ὁ ἐν πόλει εὐνομουμένῃ μηδὲ περὶ τοῦ σώματος αὐτοῦ θαῤῥῶν, ἀλλ' ὡς ἐν μέσοις ἀναστρεφόμενος πολεμίοις, οὕτως ὢν ἐναγώνιος, ἑτέρους σῶσαι δυνήσεται; Ὁ εἰρήνης οὔσης τῶν ἐν πολέμοις χαλεπώτερον δεδοικὼς, πῶς ἑτέρους ἐν ἀσφαλείᾳ καταστήσει καὶ ἐξαρπάσεται τῶν κινδύνων; Πολλοῖς δὲ δυναμένοις καθ' ἑαυτοὺς ζῇν μετὰ ἀδείας τοῦτο αὐτὸ γέγονεν ἐπιβουλὴ, τὸ τοιούτοις θαῤῥῆσαι· καὶ καταπεσόντων ἐκείνων καὶ οὗτοι συγκατηνέχθησαν· ἑτέροις δὲ οἱ φύλακες προδόται γεγόνασιν. Ἀλλ' ὅμως ὁ προφήτης ταῦτα ἅπαντα παραδραμὼν, ἐπειδὴ πολλοὶ διέφυγον, τὸ ἀναμφισβήτητον τίθησι, τὸ τῆς τελευτῆς. Κἂν γὰρ ἅπαντά