379
σοι κατὰ ῥοῦν φέρηται, κἂν εὔνους ᾖ, κἂν χάριν εἰδὼς, φησὶ, κἂν μέλλῃ ἀποδιδόναι, ἐν μέσαις ταῖς ὑποσχέσεσι καταλύσας τὸν βίον, ἀφῆκέ σε ἐν ἐλπίσι κεναῖς, διὰ τὸ τὴν ζωὴν μὴ ἀρκέ 55.474 σαι πρὸς τὸ τῆς ὑποσχέσεως τέλος. Ὅταν δὲ μηδὲ ζωὴν ἀρκοῦσαν ἔχῃ πρὸς τὴν ὑπόσχεσιν, ἀλλὰ προκαταλύηται τοῦ τέλους ὁ βίος, ἐπὶ σαθρὰν καταφεύγεις συμμαχίαν. Ἢ οὐκ ἴστε πολλοὺς τοῦτο πεπονθότας, καὶ τοῦ συμμάχου πεσόντος, τοῦ προστάτου γυμνωθέντας, ἐντεῦθεν μᾶλλον κατενεχθέντας; Καὶ τί λέγω περὶ τῆς ἐπαγγελίας, ὅτι διαχεῖται καὶ ἀπόλλυται, ὅταν καὶ ὁ ταύτης κύριος ὢν μηδὲ αὐτὸς μένῃ; Ἐπιστρέφει γὰρ, φησὶν, εἰς τὴν γῆν αὐτοῦ. Εἰ δὲ ἐκεῖνος ἀπόλωλε, πολλῷ μᾶλλον καὶ ταῦτα. ∆ιὸ καὶ ἐπήγαγε τὸ, Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτοῦ· δεικνὺς ὅτι οὐ μόνον εἰς τέλος οὐχ ἥξει τὰ τῆς ἐπαγγελίας, ἀλλὰ καὶ αὐτὸς οἰχήσεται ὁ ἐπαγγελλόμενος. Τί οὖν ἐντεῦθεν ποιεῖ; Ἐπεὶ τῶν ἀνθρωπίνων ἀπήγαγεν ἐλπίδων, δείκνυσι λοιπὸν τὸν ἀσφαλῆ λιμένα καὶ τὸν ἀχείρωτον πύργον, καὶ συμβουλεύει. Οὗτος γὰρ μάλιστα παραινέσεως ἄριστος τρόπος, ἀπάγειν τῶν σαθρῶν, καὶ ἐνάγειν πρὸς τὰ ἰσχυρά· καθαιρεῖν τὰ μάταια, καὶ ἱστᾷν τὰ ἀληθινά· διελέγχειν τὰ ἀπατῶντα, καὶ δεικνύναι τὰ ὠφελοῦντα. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ. Εἶδες περιουσίαν συμβουλῆς καὶ παραινέσεως; Ὅταν δὲ μακαρισμὸν εἴπῃ, πάντα λέγει τὰ ἀγαθὰ, καὶ δείκνυσι τὴν ἀσφάλειαν τῆς ἐλπίδος. Μακαρίσας τοίνυν τὸν ἐλπίζοντα ἐπ' αὐτὸν, λέγει λοιπὸν τοῦ βοηθοῦ τὴν δύναμιν, δεικνὺς ὅτι ὁ μὲν ἄνθρωπος, ὁ δὲ Θεός· ὁ μὲν ἀπολλύμενος, ὁ δὲ μένων· οὐκ αὐτὸς δὲ μένων μόνος, ἀλλὰ καὶ τὰ ἔργα αὐτοῦ. ∆ιὸ καὶ οὕτως ἐπήγαγε· Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς. βʹ. Εἰ δὲ τὰ ἔργα αὐτοῦ διαρκῆ, πολλῷ μᾶλλον αὐτὸς καὶ διαρκὴς καὶ δυνατός· καὶ ὅτι τοιοῦτος, δείκνυσιν αὐτοῦ τὰ γενόμενα τὴν ἰσχύν. Τί οὖν, εἰ καὶ διαρκής ἐστι καὶ δυνατὸς, οὐ βούλεται δέ; Πολλοὶ γὰρ τῶν ἀνοήτων ταῦτα λέγουσιν Ἀλλ' ὅρα πῶς καὶ ταύτην ἀναιρεῖ τὴν ὑπόνοιαν. Εἰπὼν γὰρ, Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς, ἐπήγαγε· Τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα, ποιοῦντα κρῖμα τοῖς ἀδικουμένοις. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Τοῦτο αὐτοῦ ἐστιν ἔργον, τοῦτο σύνηθες, τοῦτο μάλιστα Θεοῦ ἴδιον, τὸ μὴ περιορᾷν ἀδικουμένους, τὸ μὴ παρατρέχειν ἐπηρεαζομένους, τὸ χεῖρα ὀρέγειν τοῖς ἐπιβουλευομένοις· καὶ τοῦτο εἰς τὸ διηνεκές. ∆ιὸ καὶ ἔφησεν, Εἰς τὸν αἰῶνα, τοῦτο δηλῶν· οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ τὸ ἑξῆς ἐχόμενον· ∆ιδόντα τροφὴν τοῖς πεινῶσι. Κύριος λύει πεπεδημένους, Κύριος σοφοῖ τυφλούς. Ἄλλος, Φωτίζει. Κύριος ἀνορθοῖ κατεῤῥαγμένους. Κύριος ἀγαπᾷ δικαίους. Κύριος φυλάσσει τοὺς προσηλύτους· ὀρφανὸν καὶ χήραν ἀναλήψεται, καὶ ὁδὸν ἁμαρτωλῶν ἀφανιεῖ. Εἶδες πῶς διὰ πάντων δείκνυσιν αὐτοῦ τὴν πρόνοιαν τεταμένην, καὶ ὅτι τοῦτο ἔργον αὐτῷ, λύειν συμφορὰς, λιμὸν διορθοῦσθαι, δεσμῶν ἐλευθεροῦν. Ἀλλὰ ταῦτα μὲν ἐκ μέρους καὶ ἄνθρωποι δύνανται· τὰ δὲ ἑξῆς οὐκέτι. Καὶ γὰρ τῆς φύσεως αὐτῆς τὴν πήρωσιν διορθοῦται, τοὺς πεπτωκότας ἀνιστᾷ, φησὶ, τοὺς ἐν 55.475 ἀρετῇ λάμποντας ἐπαινεῖ, τοὺς ἀπροστατεύτους σώζει, τοὺς δι' ὀρφανίαν ἢ χηρείαν δυσχεραίνοντας καὶ ὀδυνωμένους παραμυθεῖται καὶ ἀνακτᾶται. Εἶτα ἐπειδὴ εἶπεν, Ἀγαπᾷ δικαίους, δείκνυσιν ὅτι πολλοῖς καὶ ἀπὸ συμφορᾶς μόνης ἐπήρκεσε. Καὶ γὰρ οὓς διατρέφει, διὰ τὸ πεινῇν τρέφει, ὅπερ οὐκ ἔστιν ἀρετῆς· καὶ τοὺς πεπεδημένους, διὰ τὰ δεσμὰ λύει· οὐδὲ αὐτὸ δὲ ἀρετῆς, ἀλλὰ συμφορᾶς· καὶ τοὺς τυφλοὺς δὲ διὰ τὴν πήρωσιν φωτίζει· οὐδὲ τοῦτο δὲ κατορθώματος, ἀλλὰ καὶ αὐτὸ συμφορᾶς. Ὁμοίως καὶ τὸ κατεῤῥάχθαι, καὶ τὸ προσήλυτον εἶναι, καὶ ὀρφανὸν, καὶ χήραν. Εἰ δὲ τοὺς ἐν