380
συμφοραῖς, πολλῷ μᾶλλον τοὺς ἀρετῆς ἐπιμελουμένους. Ὅταν οὖν καὶ δύνηται καὶ βούληται, καὶ διαρκῆ τυγχάνῃ τὰ παρ' αὐτῷ πάντα, καὶ ἀρετὴν ἀποδέχηται, καὶ διὰ συμφορὰς ἐλεῇ, τίνος ἕνεκεν οὐκ ἀφίης τὸν ἀπολλύμενον, τὸν ἀσθενῆ, τὸν ἐπίκηρον, καὶ ἐπὶ τὸν ἰσχυρὸν καὶ ἄμαχον καταφεύγεις, τὸν οὐκ ὀνειδίζοντα τὰς συμφορὰς, ἀλλὰ διορθούμενον, τὸν πάντα ὅσα βούλεται δυνάμενον; Σκόπει δὲ καὶ τὸ ἔσχατον πῶς μετὰ ἀκριβείας εἴρηκεν. Οὐ γὰρ εἶπε, Ἁμαρτωλοὺς ἀφανιεῖ, ἀλλὰ, Τὴν ὁδὸν αὐτῶν, τουτέστι, τὴν πρᾶξιν αὐτῶν. Οὐ γὰρ τὴν φύσιν ἀποστρέφεται, ἀλλὰ τὴν κακίαν μισεῖ. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιὼν, εἰς γενεὰν καὶ γενεάν. Εἰ τοίνυν βασιλεύει διὰ παντὸς καὶ μένει διὰ παντὸς, οὐκ ἔστιν ὑποπτεῦσαι, ἀλλὰ κἂν μὴ ἐνταῦθα δῷ τὴν ἀντίδοσιν, ἐπὶ μείζοσιν αὐτὴν φυλάττει. Μὴ τοίνυν μήτε ἐν πειρασμοῖς θορυβώμεθα καὶ ταραττώμεθα, ἂν μὴ παρὰ πόδας ἡ λύσις γένηται, ἀλλ' αὐτῷ παραχωρῶμεν τὸν καιρὸν τῷ Κυρίῳ τῆς λύσεως· μήτε ἂν ἀγαθόν τι κατορθώσωμεν, εὐθέως ἀπαιτῶμεν τὰς ἀμοιβὰς, ἀλλὰ καὶ οὕτω πάλιν ἀναμένωμεν τὸ αὐτοῦ βούλημα· μετὰ γὰρ πλείονος δίδωσι τῆς ἀμοιβῆς, ὅταν ἀναβάλληται· καὶ διὰ πάντων εὐχαριστῶμεν, καὶ μένωμεν αἰνοῦντες. Οὕτω γὰρ καὶ τὸν παρόντα βίον μετὰ πολλῆς βιώσομεν τῆς ἀδείας, καὶ τῶν ἀποῤῥήτων ἐπιτευξόμεθα ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν. ΕΙΣ ΤΟΝ ΡΜςʹ ΨΑΛΜΟΝ. Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸν ψαλμός. αʹ. Ἀνωτέρω ἐν μὲν τῷ τεσσαρακοστῷ τετάρτῳ καὶ ἑκατοστῷ ψαλμῷ ἔλεγε, Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, καὶ πολλὰ περὶ τῆς δόξης αὐτοῦ διαλέγεται· ἐνταῦθα δὲ δείκνυσι καὶ αὐτὸ τὸ αἰνεῖν ὅτι καλὸν, καὶ μυρίων ἀγαθῶν αἴτιον ὁ ψαλμός. Ἀφίστησι γὰρ τὴν διάνοιαν τῆς γῆς, καὶ πτεροῖ τὴν ψυχὴν, κουφίζει καὶ μεταρσίους ποιεῖ. ∆ιὸ καὶ Παῦλος λέγει, Ἄδοντες καὶ ψάλλοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ Κυρίῳ. Τῷ Θεῷ ἡμῶν ἡδυνθείη αἴνεσις. Ἕτερος, Ἀλληλούϊα, ὅτι καλὸν ᾠδὴ τῷ Θεῷ. Τί ἐστι, Τῷ Θεῷ ἡμῶν ἡδυνθείη αἴνεσις; Εὐπρόσδεκτος γένοιτο, φησίν. Οὐ γὰρ ἀρκεῖ τὸ ψάλλειν ἁπλῶς πρὸς τὸ ἡδυνθῆναι τῷ Θεῷ τὴν αἴνεσιν, ἀλλὰ δεῖ καὶ τοῦ βίου καὶ τῆς προσευχῆς καὶ τῆς ἀκριβείας τοῦ ᾄδοντος. ∆οκεῖ δέ μοι οὗτος ὁ ψαλμὸς εἶναι τῆς ἐπανόδου. Καὶ δεί 55.476 κνυσι διὰ τῆς ἐπαγωγῆς. Ἐπάγει γὰρ λέγων Οἰκοδομῶν Ἱερουσαλὴμ ὁ Κύριος· τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπισυνάξει. Εἰ γὰρ καὶ Κῦρος αὐτοὺς ἀφῆκεν, ἀλλ' οὐ τῆς ἐκείνου γνώμης, ἀλλὰ τῆς τοῦ Θεοῦ ῥοπῆς τὸ πᾶν ἐγίνετο. Ἕτερος δὲ ἑρμηνευτὴς, ἀντὶ τοῦ, Οἰκοδομῶν, Οἰκοδομήσει. Τὰς δὲ διασπορὰς, Τοὺς ἐξωσμένους εἶπε. Τί δή ποτε; Ὅτι οὐκ ἀθρόον ἀνήχθησαν πάντες, ἀλλὰ μετὰ τὴν ἐπάνοδον κατὰ μικρὸν συνήγοντο. Ὁ ἰώμενος τοὺς συντετριμμένους τῇ καρδίᾳ, καὶ δεσμεύων τὰ συντρίμματα αὐτῶν. Ἄλλος, Τὰ κατεαγμένα αὐτῶν. Ἐπειδὴ τὴν ἀπὸ τοῦ βίου παῤῥησίαν οὐκ εἶχεν εἰπεῖν, προβάλλεται πάλιν τὴν συμφορὰν, καὶ τὸ τῷ Θεῷ σύνηθες. Ἔργον γὰρ αὐτῷ, τὸ τοὺς τεταπεινωμένους παρακαλεῖν, καὶ ἴδιον αὐτοῦ τοῦτο· ὥσπερ ὅταν λέγῃ καὶ Παῦλος, Ὁ ζωοποιῶν τοὺς νεκρούς· καὶ πάλιν, Ὁ καλῶν τὰ μὴ ὄντα, ὡς ὄντα, τὸ ἴδιον αὐτοῦ λέγων ἔργον· οὕτω δὴ καὶ ἐνταῦθα οὗτος, Ὁ ἰώμενος τοὺς συντετριμμένους, λέγει, δεικνὺς ὅτι κἂν ἀνάξιοι ὦμεν, ἐπειδὴ ἔργον αὐτοῦ ἐσμεν, τὴν πρᾶξιν αὐτοῦ οὐκ ἐγκαταλείψει, τὸ εἰωθὸς αὐτῷ οὐκ ἀφήσει. Οὕτω καὶ Παῦλος, Ἀλλ' ὁ παρακαλῶν τοὺς ταπεινοὺς,