381
παρεκάλεσεν ἡμᾶς. Καὶ πάλιν· Ὁ διδοὺς τοῖς ὀλιγοψύχοις μακροθυμίαν. Καὶ ὁ αὐτὸς οὗτος προφήτης ἀλλαχοῦ, Καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ὅταν τοίνυν βουληθῇς παρακλήσεως ἀπολαῦσαι, ταπεινοῦ σαυτὸν, σύντριψόν σου τὴν διάνοιαν. Τοῦτο μὲν οὖν περὶ τῆς βουλήσεως αὐτοῦ, περὶ τῆς χρηστότητος καὶ τῆς φιλανθρωπίας, ὅτι ἔργον αὐτοῦ τοῦτο, τὸ τοὺς ἐν συμφοραῖς παραμυθεῖσθαι· τὸ δὲ ἑξῆς περὶ τῆς δυνάμεως. Ὁ ἀριθμῶν πλήθη ἄστρων· τουτέστιν, ὁ εἰδώς. Ἐπειδὴ γὰρ περὶ πλήθους ἦν διασπαρέντος ὁ λόγος καὶ οὐδαμοῦ φαινομένου τέως, εἰκότως τοῦτο τὸ ὑπόδειγμα εἰς μέσον ἤγαγε, δεικνὺς διὰ τούτου, ὅτι καὶ τοὺς διεσπαρμένους δυνήσεται συναγαγεῖν. Τούς τε γὰρ συντετριμμένους ἔθος αὐτῷ διορθοῦν καὶ παραμυθεῖσθαι, τά τε ἄπειρα πλήθη τῶν ἀστέρων μετὰ ἀκριβείας ἐπίσταται. Οὐκοῦν καὶ ἡμᾶς, οἷς ἐπηγγείλατο κατὰ τὸ πλῆθος ἐκείνων ἔσεσθαι, μετὰ ἀκριβείας συνάξει. Καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν. Ἄλλος, Τοῖς πᾶσιν ὀνόματα καλῶν. Ἕτερος, Πάντας αὐτοὺς ὀνομαστὶ καλέσει. Ἡγοῦμαι τοῦτο περὶ τῶν Ἰσραηλιτῶν εἰρῆσθαι, καὶ ταὐτὸ λέγειν τὸν προφήτην, ὅπερ καὶ Ἡσαΐας μετὰ ταῦτα· Μὴ φοβοῦ, Ἰσραήλ· ἐκ τῶν σκοπιῶν τῆς γῆς ἐκάλεσά σε, καὶ εἶπά σοι· Παῖς μοι εἶ. Τί ἐστι, Πάντας αὐτοὺς ὀνομαστὶ καλέσει; Οὐδεὶς αὐτῶν, φησὶν, ἀπολεῖται, ἀλλ' ὥσπερ οἱ κατ' ὄνομα καλοῦντες, οὕτω καὶ αὐτὸς μετὰ ἀκριβείας πάντας συνάξει. Μέγας ὁ Κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ. Ἐπειδὴ πρᾶγμα εἶπε μέγιστον, ὅτι τοσαύτας μυριάδας πανταχοῦ τῆς οἰκουμένης διασπαρείσας ἐπισυνάξει, περὶ τῆς δυνάμεως αὐτοῦ λοιπὸν διαλέγεται, καὶ τοὺς σφόδρα θορυβουμένους τῶν Ἰουδαίων εἰς πίστιν ἄγων. Καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός. Μὴ ζήτει τοίνυν πῶς καὶ τίνι τρόπῳ· καὶ γὰρ ἡ μεγαλωσύνη αὐτοῦ ἄπειρος. 55.477 ∆ιὰ τοῦτο ἔλεγε, Τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας. Ἀλλ' ὥσπερ ἡ μεγαλωσύνη ἄπειρος, οὕτω καὶ ἡ σύνεσις. ∆ιὰ τοῦτο καὶ εἰπὼν, Μέγας ὁ Κύριος ἡμῶν, ἐπήγαγε· Καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός. Καὶ ἡ γνῶσις δὲ αὐτοῦ θαυμαστή· διὸ καὶ ἔλεγεν· Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ· ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν. Καὶ τὰ κρίματα δὲ αὐτοῦ πάλιν ἀνεξερεύνητα· διὸ καὶ ἔλεγε· Τὰ κρίματά σου ἄβυσσος πολλή. βʹ. Ὅταν τοίνυν καὶ μέγας καὶ δυνατὸς ᾖ, καὶ συνετὸς, μὴ περιεργάζου, πῶς ταῦτα ἔσται. Ἀναλαμβάνων πραεῖς ὁ Κύριος, ταπεινῶν δὲ ἁμαρτωλοὺς ἕως γῆς. Ἵνα γὰρ μὴ λέγωσί τινες τῶν ἀνοήτων Τί πρὸς ἡμᾶς, ὅτι τὰ ἄστρα οἶδε μετὰ ἀκριβείας; λέγει καὶ τὴν ἐπ' ἀνθρώπων κηδεμονίαν οὕτω γενομένην· καὶ οὐκ εἶπε, Βοηθῶν πραέσιν ὁ Κύριος, ἀλλ' ὃ πολλῷ μεῖζον, Ἀναλαμβάνων· ὡς περὶ πατρὸς φιλοστόργου διαλεγόμενος. Τί δέ ἐστιν, Ἀναλαμβάνων; Ἀνακτώμενος, φέρων, διαβαστάζων. Εἶδες πάλιν ἐφ' ἑκάτερα τὴν δύναμιν αὐτοῦ ἀπηρτισμένην, ἐπί τε τὸ αἴρειν τοὺς ταπεινοὺς, καὶ ταπεινοῦν τοὺς ἀπονενοημένους; Οὐχ ἁπλῶς δὲ ταπεινοῖ, ἀλλὰ καὶ μετὰ πολλῆς τῆς ὑπερβολῆς· τοῦτο γάρ ἐστι τὸ, Ἕως γῆς. Ἐξάρξατε τῷ Κυρίῳ ἐν ἐξομολογήσει. Ἄλλος, Καταλέξατε. Εἰπὼν αὐτοῦ τὰ κατορθώματα, πάλιν ἐπὶ τὸν ὕμνον αὐτοὺς καλεῖ, λέγων· Ἐξάρξατε τῷ Κυρίῳ ἐν ἐξομολογήσει· τουτέστιν, ἐν εὐχαριστίᾳ, μετὰ πολλῆς τῆς σπουδῆς. Ψάλατε τῷ Θεῷ ἡμῶν ἐν κιθάρᾳ. Ἄλλος, ∆ιὰ λύρας. Τῷ περιβάλλοντι τὸν οὐρανὸν ἐν νεφέλαις, τῷ ἑτοιμάζοντι τῇ γῇ ὑετόν. Ἵνα μή τις τῶν ἀναισθήτων λέγῃ, καὶ τί πρὸς ἐμὲ τὰ οὐράνια; ἐπήγαγεν εὐθέως τὴν χρείαν τὴν ἀνθρωπίνην, δεικνὺς διὰ τῆς ἐπαγωγῆς, καὶ τίνος ἕνεκεν περιβάλλει τὸν οὐρανὸν ἐν νεφέλαις. ∆ιὰ σὲ, φησὶν, ἵνα σοι παρασκευάζῃ ὑετόν. Καὶ ὑετὸς διὰ σὲ, ἵνα ἐκβάλλῃ χόρτον. Καὶ ὅρα σοφίαν· Λέγει τὰ καθολικὰ ἀγαθὰ ἃ πᾶσιν ἔδωκεν, ἐπιστομίζων αὐτοὺς ἐκ περιουσίας. Εἰ γὰρ ἐπὶ τῶν ἀπίστων τοσαύτῃ κέχρηται τῇ δαψιλείᾳ, ὥστε καὶ νέφη συνάγειν, καὶ ὑετὸν πινεῖν, καὶ γῆν διεγείρειν, πολλῷ μᾶλλον ὑμῖν, οἳ αὐτῷ λαὸς