383
πολέμων ἀπήλλαξε καὶ ταραχῆς οὐχὶ τὴν πόλιν μόνην, ἀλλὰ καὶ τὸ ἔθνος ἅπαν· ὅτι οὐχ ἑνὶ καιρῷ καὶ δευτέρῳ καὶ τρίτῳ, ἀλλὰ διηνεκῶς τοῦτο ἐποίει· οὐ γὰρ εἶπεν, Ὁ θεὶς, ἀλλ', Ὁ τιθείς. Εἰ δέ ποτε καὶ πόλεμοι συνέβαινον, οὐκ αὐτοῦ ἐγκαταλιμπάνοντος, ἀλλ' αὐτῶν ἀποπηδώντων· ὡς τό γε αὐτοῦ ἔργον τοῦτο ἦν διηνεκὲς, τὸ τειχίζειν, τὸ ἀσφαλίζεσθαι, τὸ ποιεῖν ἀπηλλάχθαι πάσης ταραχῆς καὶ πολέμου. Εἶτα καὶ ἑτέραν μετ' ἐκείνης λέγει εὐεργεσίαν, τὴν εὐετηρίαν καὶ εὐθηνίαν τῶν ἀπὸ γῆς καρπῶν, πάλιν καὶ ἐνταῦθα παιδεύων αὐτοὺς μὴ τῇ γῇ, μηδὲ τῇ φύσει τῶν ἀέρων, ἀλλὰ τῇ αὐτοῦ προνοίᾳ τὸ πᾶν λογίζεσθαι. Ποίαν δὲ ταύτην; Ἣν ἐπήγαγε λέγων, Καὶ στέαρ πυροῦ ἐμπιπλῶν σε. Ὅρα· οὐκ εἶπεν ἁπλῶς, Πυρὸν, ἀλλὰ, Στέαρ πυροῦ, πολλὴν ἐνδεικνύμενος τὴν εὐημερίαν. Στέαρ γὰρ πυροῦ τὸ λιπαρὸν τοῦ καρποῦ δηλοῖ. Τοιαῦτα γὰρ τοῦ Θεοῦ τὰ δῶρα, δόκιμα καὶ εὐθαλῆ. Τὸν κάλλιστον οὖν πυρὸν ἐνταῦθα λέγει ἐμπιπλᾷν μετὰ δαψιλείας. Τοῦτο γὰρ δηλῶν οὐκ εἶπε, ∆ιδοὺς, ἀλλ', Ἐμπιπλῶν σε. Ὁ ἀποστέλλων τὸ λόγιον αὐτοῦ τῇ γῇ. Ὅπερ αὐτῷ σύνηθές ἐστιν ἀπὸ τῶν ἰδικῶν ἐπὶ τὰ κοινὰ μεταφέρειν τὸν λόγον, καὶ πάλιν ἀπὸ τῶν κοινῶν ἐπὶ τὰ ἰδιάζοντα, τοῦτο καὶ ἐνταῦθα ποιεῖ. Ἐπειδὴ γὰρ εἶπεν, Αἴνει τὸν Θεόν σου, ἵνα μή τις τῶν ἀνοήτων νομίσῃ τῶν Ἰουδαίων μόνων Θεὸν εἶναι, δείκνυσι πῶς κοινὸς τῆς οἰκουμένης ἐστὶ, καὶ πανταχοῦ τῆς γῆς ἡ πρόνοια αὐτοῦ τέταται, ἀπὸ τῶν ἰδιαζόντων ἐπὶ τὸ κοινὸν ἐξάγων τὸν λόγον καὶ τὴν καθόλου πρόνοιαν. ∆ιὸ καὶ εἰπὼν, Ὁ ἀποστέλλων τὸ λόγιον αὐτοῦ τῇ γῇ, ἐπήγαγεν, Ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ. Τοῦτο δὲ εἶπε, δεικνὺς ὅτι οὐ μόνον τῆς ἡμετέρας κήδεται, ἀλλὰ τῆς οἰκουμένης ἁπάσης. Λόγον δὲ ἐνταῦθα τὸ πρόσταγμά φησι, τὴν ἐνέργειαν τὴν προνοητικήν. Εἶτα τὴν εὐκολίαν παριστὰς, οὐ τῷ ὀνόματι τοῦ λόγου, ἀλλὰ καὶ τῇ προσηγορίᾳ τοῦ δρόμου ταύτην παρίστησι. Καὶ οὐδὲ τοῦτο αὐτῷ ἤρκεσεν, ἀλλὰ καὶ τὸ τάχος προσέθηκεν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ὅπερ ἂν ἐπιτάξῃ, μετὰ πολλῆς γίνεται τῆς ταχυτῆτος. Ἐπιτάττει γὰρ πανταχοῦ τῆς οἰκουμένης. Τί δὲ ἐπιτάττει; Ταῦτα τὰ συνέχοντα τὴν ζωὴν τὴν ἡμετέραν, λέγω δὴ τὰ περὶ τῆς τῶν ἀέρων οἰκονομίας, καὶ τῶν τροπῶν καὶ τῶν μεταβολῶν. ∆ιὸ καὶ ἐπάγει λέγων· ∆ιδόντος χιόνα αὐτοῦ ὡσεὶ ἔριον· ὁμίχλην ὡσεὶ σποδὸν πάσσοντος. Τοῦτο ἕτερος ἑρμηνευτὴς, ∆ρόσον πεπηγμένην. Ὁ δὲ Ἑβραῖος, Χεφὸρ χαέφηρ. Βάλλοντος κρύσταλλον αὐτοῦ ὡσεὶ ψωμούς. Κατὰ πρόσωπον ψύχους αὐτοῦ τίς ὑποστήσεται· Ἕτερος δέ φησι, Κατὰ πρόσωπον καύματος αὐτοῦ τίς ὑποστήσεται; Ἐξαποστελεῖ τὸν λόγον αὐτοῦ, καὶ τήξει αὐτά· πνεύσει τὸ πνεῦμα αὐτοῦ, καὶ ῥυήσεται ὕδατα. Ἐνταῦθά μοι τὸ ἄμαχον καὶ ἀπέραντον αὐτοῦ τῆς δυνάμεως παρίστησιν, ὅτι καὶ οὐκ οὔσας 55.480 παράγει τὰς οὐσίας, καὶ γενομένας μετατίθησι, καὶ πρὸς ὃ βούλεται μεταῤῥυθμίζει. βʹ. Ὅπερ καὶ ἕτερος προφήτης δηλῶν ἔλεγεν· Ὁ ποιῶν πάντα, καὶ μετασκευάζων αὐτά. Εἰ γὰρ καὶ φύσεως ἀκινήτοις ὅροις πεπέδηνται, ἀλλ' ὅταν αὐτῷ δοκῇ, λύονται οὗτοι οἱ ὅροι. Αὐτῷ γὰρ πάντα εἴκει καὶ παραχωρεῖ. Καὶ ποτὲ μὲν αὐτὰς μεταβάλλει τὰς οὐσίας, ποτὲ δὲ μενούσας εἰς ἑτέραν μετατίθησιν ἐνέργειαν, καὶ τὴν μὲν οἰκείαν αὐτῷ καὶ συγκεκληρωμένην ἀφίησιν ἡσυχάζειν, ἑτέραν δὲ τὴν ἐναντίαν ἐπιδείκνυται· ὅπερ καὶ ἐπὶ τῆς καμίνου ἐποίησε. Πῦρ γὰρ ἦν, καὶ οὐκ ἔκαιεν· ἀλλὰ δρόσου τινὸς ἡδίστης οἱ ἐμβληθέντες ἀπέλαυον. Πέλαγος ἦν ἐπὶ τῶν Ἰουδαίων, καὶ οὐ κατεπόντιζε τὰ ὕδατα, ἀλλὰ πέτρας στεῤῥότερον διεβιβάζοντο. Γῆ ἦν ἐπὶ τοῦ ∆αθὰν καὶ Ἀβειρὼν, καὶ ὅμως οὐκ ἔστεγεν αὐτῶν τὰ σώματα, ἀλλὰ θαλάσσης εὐκολώτερον κατεποντίζοντο. Ξύλον ἦν ξηρὸν ἡ ῥάβδος τοῦ Ἀαρὼν, καὶ τῶν ἐπὶ γῆς πεφυτευμένων ὡραιότερον καρπὸν ἤνεγκεν. Ὄνος ἦν τὸ πάντων νωθέστερον ζῶον ἐπὶ τοῦ Βαλαὰμ, καὶ ἀνθρώπου λογικοῦ οὐκ ἔλαττον ἀπολογίαν εἰς τὸν παίοντα πεποίηκε. Λέοντες ἦσαν ἐπὶ τοῦ ∆ανιὴλ, καὶ προβάτων ἡμερότητα ἐπεδείξαντο, οὐ τῆς φύσεως