385
Ἄβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου; πῶς δὲ καὶ, Ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥας; Τῷ γὰρ εἰπεῖν, Ἀνεκτότερον, οὐ τελείαν ἀπαλλαγὴν, ἀλλὰ κουφοτέραν τιμωρίαν. ὧν ἥμαρτον, αὐτοὺς διδόναι δηλοῖ. Εἰ δὲ οἱ κολασθέντες οὕτω χαλεπῶς πάλιν δίκην διδόασι, τίς τῶν ἄλλων διαφεύξεται; γʹ. Ὁρῶμεν δὲ καὶ τοὺς ἐπὶ τοῦ κατακλυσμοῦ δίκην δεδωκότας, καὶ ἑτέρους πολλοὺς, καὶ αὐτὸν δὲ τὸν Κάϊν. Καὶ ὁ Παῦλος δέ φησι, τὸ αὐτὸ τοῦτο δηλῶν· Ἀποκαλύπτεται ὀργὴ Θεοῦ ἀπ' οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων· διότι τὸ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς. Ὁ γὰρ 55.482 Θεὸς αὐτοῖς ἐφανέρωσεν. Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους. Εἶτα τὸν περὶ τοῦ βίου κινῶν λόγον, οὐδὲ ἐνταῦθα ἀφίησιν αὐτοὺς ἀνευθύνους, οὕτω λέγων· Οἵτινες τὸ δικαίωμα τοῦ Θεοῦ ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσὶν, οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσι. Λογίζῃ δὲ τοῦτο, ὦ ἄνθρωπε, ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας, καὶ ποιῶν αὐτὰ, ὅτι σὺ ἐκφεύξῃ τὸ κρῖμα τοῦ Θεοῦ; Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ, καὶ τῆς ἀνοχῆς, καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; Κατὰ δὲ τὴν σκληρότητά σου, καὶ ἀμετανόητον καρδίαν, θησαυρίζεις ἑαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· τοῖς μὲν καθ' ὑπομονὴν ἔργου ἀγαθοῦ, δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσι, ζωὴν αἰώνιον· τοῖς δὲ ἐξ ἐριθείας ἀπειθοῦσι μὲν τῇ ἀληθείᾳ, πειθομένοις δὲ τῇ ἀδικίᾳ, θυμὸς καὶ ὀργὴ καὶ θλίψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακὸν, Ἰουδαίου τε πρῶτον, καὶ Ἕλληνος. Ὁρᾷς διὰ πάντων τῶν εἰρημένων πῶς ἅπαντες ὅσοι γεγόνασιν ἄνθρωποι, καὶ πρὸ τοῦ νόμου, δίκην διδόασι, καὶ ὅσοι τῆς ἀρετῆς ἐπεμελήσαντο καὶ ἀσεβείας ἀπηλλάγησαν, ἀγαθῶν ἀπολαύουσι; Πῶς οὖν ἢ τοῦτο ἔσται, ἢ ἐκεῖνο, εἴπερ οὐκ ᾔδεισαν τὸ πρακτέον; Εἰ δὲ καὶ ᾔδεισαν τὸ πρακτέον, φησὶ, πῶς λέγει, Οὐκ ἐποίησεν οὕτω παντὶ ἔθνει, καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς; Τί οὖν ἐστι τὸ εἰρημένον, καὶ τί ποτε δηλοῦν βούλεται; Ἄκουε. Γραπτὸν νόμον οὐδενὶ τῶν ἄλλων ἔδωκε· τὸν μὲν γὰρ φυσικὸν ἔνδοθεν εἶχον ἅπαντες ἐνηχοῦντα, τί μὲν καλὸν, τί δὲ οὐ τοιοῦτον. Ὁμοῦ γὰρ πλάττων τὸν ἄνθρωπον ὁ Θεὸς, τοῦτο αὐτῷ ἐνέθηκε δικαστήριον ἀδέκαστον, τὴν ἐν ἑκάστῳ τοῦ συνειδότος ψῆφον. Τοῖς δὲ Ἰουδαίοις ἐξαίρετόν τι ἐπραγματεύσατο, τὸ καὶ διὰ γραμμάτων δηλῶσαι τὰ νόμιμα. ∆ιὰ τοῦτο καὶ αὐτὸς οὐκ εἶπεν, ὅτι Οὐκ ἐποίησεν ἐν παντὶ ἔθνει, ἀλλ', Οὕτως οὐκ ἐποίησε. Τουτέστιν, οὐ πλάκας αὐτοῖς ἔπεμψεν, οὐ γράμματα, οὐ νομοθέτην Μωϋσέα, οὐ τἄλλα τὰ ἐπὶ τοῦ Σινᾶ ὄρους· ἀλλὰ τούτων ἁπάντων ἐκ περιουσίας Ἰουδαῖοι μόνοι ἀπήλαυσαν· ἡ μέντοι πᾶσα φύσις ἡ ἀνθρωπίνη ἀρκοῦντα εἶχε τὸν ἀπὸ τοῦ συνειδότος νόμον. Ἅπερ καὶ ὁ Παῦλος δηλῶν ἔλεγεν· Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιῇ οὗτοι νόμον μὴ ἔχοντες, ἑαυτοῖς εἰσι νόμος. ∆ιὸ καὶ μείζονος τῆς κατακρίσεως Ἰουδαῖοι ἄξιοι, ὅτι μετὰ τοῦ φυσικοῦ καὶ τὸν γραπτὸν λαβόντες, τοσαῦτα παρηνόμησαν. Ὥστε ἡ πολλὴ τοῦ Θεοῦ εὐεργεσία πλείονος αὐτοῖς κατακρίσεως ὑπόθεσις γίνεται 55.483 ἐῤῥᾳθυμηκόσι. Κατὰ μὲν οὖν τὸ ῥητὸν ἀρκεῖ τὰ εἰρημένα· εἰ δέ τις ἐπιθυμίαν ἔχει καὶ κατὰ ἀναγωγὴν τὸν ψαλμὸν ἐκλαβεῖν, οὐ παραιτησόμεθα καὶ ταύτην ὁδεῦσαι τὴν ὁδὸν, οὐ λυμαινόμενοι τὴν ἱστορίαν, μὴ γένοιτο, ἀλλὰ μετ' ἐκείνης καὶ ταῦτα προστιθέντες τοῖς φιλοπονωτέροις, καθὼς ἂν οἷόν τε ᾖ. Ἐπαίνει, Ἱερουσαλὴμ, τὸν Κύριον· αἴνει τὸν Θεόν σου, Σιών. Οἶδεν Ἱερουσαλὴμ τὴν ἄνω ὁ Παῦλος, περὶ ἧς λέγει· Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ