386
ἡμῶν· ὥσπερ καὶ Σιὼν οἶδε τὴν Ἐκκλησίαν, ὅταν λέγῃ· Οὐ γὰρ προσεληλύθατε ὄρει ψηλαφωμένῳ καὶ κεκαυμένῳ πυρὶ καὶ γνόφῳ καὶ σκότῳ καὶ θυέλλῃ, ἀλλὰ προσεληλύθατε Σιὼν πόλει καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς. ∆υνατὸν οὖν κατὰ ἀναγωγὴν καὶ περὶ ταύτης λέγεσθαι τὸ, Ἐπαίνει, Ἱερουσαλὴμ, τὸν Κύριον, αἴνει τὸν Θεόν σου, Σιών· ὅτι ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σου, εὐλόγησε τοὺς υἱούς σου ἐν σοί. Καὶ γὰρ τῆς Ἱερουσαλὴμ ἀσφαλέστερον αὐτὴν ἐτείχισεν, οὐ μοχλοῖς καὶ θύραις, ἀλλὰ τῷ σταυρῷ περιφράξας, καὶ τῇ ἀποφάσει τῆς οἰκείας δυνάμεως, δι' ἧς ἀνέστησεν αὐτῆς πανταχοῦ τὸν περίβολον, εἰπὼν, ὅτι Πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. δʹ. Ἐν γοῦν προοιμίοις βασιλεῖς ἅπαντες, καὶ δῆμοι καὶ πόλεις, καὶ τῶν δαιμόνων αἱ φάλαγγες, καὶ αὐτὴ τοῦ διαβόλου ἡ τυραννὶς, καὶ μυρία πράγματα ἐπέθεντο τῇ Ἐκκλησίᾳ· καὶ ὅμως πάντα μὲν ἐκεῖνα διελύθη καὶ ἀπώλετο· αὕτη δὲ αὐξομένη πρὸς ὕψος ἤρθη τοσοῦτον, ὅτι καὶ αὐτοὺς ὑπερέβη τοὺς οὐρανούς. Εὐλόγησε τοὺς υἱούς σου ἐν σοί. Ὥσπερ ἐξ ἀρχῆς εἶπεν, Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ διὰ τῆς γῆς ἁπάσης ὁ λόγος διέδραμεν· οὕτω μετὰ ταῦτα, Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη· καὶ ὅτι Κηρυχθήσεται τὸ Εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ· καὶ αὐτὰ τῆς οἰκουμένης τὰ πέρατα ἐν βραχείᾳ καιροῦ ῥοπῇ κατέλαβε τὸ ἐπίταγμα. ∆ιὸ καὶ ἔλεγεν· Ὁ κόκκος τοῦ σίτου, ἐὰν πεσὼν εἰς τὴν γῆν μὴ ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. Καὶ πάλιν, Ὅταν ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Παρὰ μὲν οὖν τὴν ἀρχὴν ἐξ ἑνὸς ἐγένοντο πολλοὶ, νόμῳ φύσεως τοῦ πλήθους αὐξομένου· διὸ καὶ σχολαιότερον τὸ πρᾶγμα προῄει· ἐπὶ δὲ τῶν ἀποστόλων οὐ νόμῳ φύσεως, ἀλλὰ χάριτι τὸ πλῆθος ἐπεδίδου· διόπερ εὐθέως ἐν μιᾷ ἡμέρᾳ τρισχίλιοι, εἶτα πεντακισχίλιοι, εἶτα μύριοι, εἶτα πᾶσα ἡ οἰκουμένη διὰ τῆς καλῆς ταύτης ἀναγεννήσεως τεχθέντες, ηὐξήθησάν τε καὶ ἐπληθύνθησαν, καὶ τὴν εὐλογίαν διὰ τῶν ἔργων ἣν ἔλαβον ἐπεδείξαντο· Οὐ γὰρ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, ἀλλ' ἐκ τῆς τοῦ Θεοῦ χάριτος ἐγεννήθησαν. Ὁ τιθεὶς τὰ ὅριά σου εἰρήνην. Τοῦτο μάλιστα περὶ τῆς Ἐκκλησίας ἄν τις εἴποι κυρίως· καὶ τὸ δὴ θαυμαστότερον, ὅτι πολεμουμένη εἰρήνης ἀπέλαυε, καὶ πάντων ἐπιβουλευόντων τῇ ἀδείᾳ ἐνετρύφα. ∆ιὸ καὶ ἔλεγεν· Εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν. Καὶ στέαρ πυροῦ ἐμπιπλῶν σε. ∆υνατὸν καὶ ἐπὶ τῆς Ἐκκλησίας τοῦτο 55.484 λαμβάνεσθαι ἑτέρως εἰς πνευματικὴν τροφὴν, ὅτι ἄρτον ἡμῖν δέδωκε τὸν τῆς ζωῆς. Ὁ ἀποστέλλων τὸν λόγον αὐτοῦ τῇ γῇ· ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ. Ποῖος λόγος, εἰπέ μοι. Ὁ διὰ τῶν ἀποστόλων, ὁ πτεροῦ κουφότερον πάντα περιδραμών. ∆ιὸ καὶ ὁ ∆αυῒδ τοῦτο ἀλλαχοῦ αἰνιττόμενος λέγει· Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ. Εἰ δέ τις ἀμφιβάλλοι τῶν ἀνοήτων, ἀπὸ τῶν κατὰ τὰ στοιχεῖα γινομένων λαμβανέτω τὴν ἀπόδειξιν, καὶ μανθανέτω πῶς ἡ χιὼν ἀθρόον ἔπεισι, καὶ ἐν μιᾷ καιροῦ ῥοπῇ πᾶσαν καλύπτει τὴν γῆν, οὐκ ἐκ περιόδου ἐπιοῦσα τῷ προσώπῳ ταύτης, ἀλλ' ἀθρόον αὐτὴν περιστέλλουσα. Ἐπειδὴ τοίνυν προφήτης ἦν, καὶ εἰκὸς αὐτὸν τὰ μέλλοντα προαναφωνοῦντα καὶ αἰνιττόμενον κατὰ ἀναγωγὴν ταῦτα λέγειν, ἀκολούθως τῷ περὶ τῶν στοιχείων ἐνδιατρίβει λόγῳ. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Μέλλει πᾶσα ἡ γῆ τῷ λόγῳ τοῦ Θεοῦ κατηχεῖσθαι, καὶ μετὰ πολλοῦ τοῦ τάχους, καὶ ἐν βραχεῖ καιρῷ. Εἶτα ἵνα μή τις ἀμφιβάλλῃ, εἰ Ἰουδαῖοι ἔθνος ἓν τοσούτῳ χρόνῳ τοσαύτης ἀπολαῦσαν ἐπιμελείας οὐ γέγονε δόκιμον, πῶς τοὺς τὴν οἰκουμένην οἰκοῦντας ἐν βραχεῖ καιρῷ δυνατὸν μεταῤῥυθμισθῆναι, εἰς βεβαίωσιν τοῦ λόγου τὰ ἀπὸ τῶν στοιχείων παραδείγματα παραλαμβάνει, τὴν χιόνα, τὴν ὁμίχλην, τὸν κρύσταλλον, ἅπερ μάλιστα ἐν μιᾷ καιροῦ ῥοπῇ γίνεται. Μὴ τοίνυν ἀπιστήσῃς, εἰ καὶ τὰ τῆς γνώμης αὐτῶν μέλλοι μεταβάλλεσθαι