387
εὐκόλως. Ἀλλὰ πολλοὶ οἱ ἀνθιστάμενοι; Ἀλλὰ καὶ οὗτοι ἐκστήσονται καὶ παραχωρήσουσιν. Εἰ γὰρ ψῦχος ὀλίγον σφοδρότερον γινόμενον οὐδεὶς ἐνεγκεῖν δύναται, ἀλλ' εἴκουσιν αὐτῷ πάντες καὶ παραχωροῦσι· πολλῷ μᾶλλον τῷ λόγῳ καὶ τῷ ἐπιτάγματι αὐτοῦ πάντα ἐκστήσεται τὰ ἐναντιούμενα. Καὶ γὰρ τὰς οὐσίας ἱκανὸς μεταθεῖναι, καὶ μὴ οὔσας παραγαγεῖν, καὶ εἰς τοσαύτην αὐξῆσαι δύναμιν, ὡς πᾶσι καὶ ἀνύποιστα ταῦτα γίνεσθαι. Ὁ ἀπαγγέλλων τὸν λόγον αὐτοῦ τῷ Ἰακὼβ, δικαιώματα καὶ κρίματα αὐτοῦ τῷ Ἰσραήλ. Ἐνταῦθα καὶ τὸν Ἰακὼβ οὐκ ἄν τις ἁμάρτοι τὸν πνευματικὸν εἰπὼν, καὶ τὸν Ἰσραὴλ, ὃν καὶ Παῦλος οἶδε λέγων, Εἰρήνη ὑμῖν καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΙΣ ΤΟΝ ΡΜΗʹ ΨΑΛΜΟΝ. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις.
Αἰνεῖτε αὐτὸν, πάντες οἱ ἄγγελοι αὐτοῦ. αʹ. Ἔθος τοιοῦτον τοῖς ἁγίοις διὰ πολλὴν εὐγνωμοσύνην, ἐπειδὰν μέλλωσιν εὐχαριστεῖν τῷ Θεῷ, πολλοὺς καλεῖν κοινωνοὺς τῆς εὐφημίας, καὶ παρακαλεῖν συνεφάπτεσθαι τῆς καλῆς ταύτης λειτουργίας αὐτοῖς. Τοῦτο καὶ οἱ παῖδες οἱ τρεῖς πεποιήκασι, τὴν κτίσιν ἅπασαν, ἡνίκα ἦσαν ἐν τῇ καμίνῳ, πρὸς τὴν εὐφημίαν τῆς ὑπὲρ αὐτῶν εὐεργεσίας καλέσαντες καὶ πρὸς τὴν τοῦ Θεοῦ ὑμνῳδίαν. Τοῦτο καὶ οὗτος ἐνταῦθα ποιεῖ, ἑκάτερον τὸν κόσμον καλῶν, τὸν ἄνω, τὸν κάτω, τὸν αἰσθητὸν, τὸν νοητόν. Τοῦτο καὶ ὁ προφήτης Ἡσαΐας, ὡς ὅταν λέγῃ· Εὐφραινέσθωσαν οἱ οὐρα 55.485 νοὶ, καὶ ἀγαλλιάσθω ἡ γῆ, ὅτι ἠλέησεν ὁ Θεὸς τὸν λαὸν αὐτοῦ. Καὶ αὐτὸς δὲ οὗτος πάλιν, ὅταν λέγῃ· Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβ ἐκ λαοῦ βαρβάρου, τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων. Καὶ ἀλλαχοῦ πάλιν ὁ Ἡσαΐας· Νεφέλαι ῥανάτωσαν δικαιοσύνην. Ἅτε γὰρ οὐκ ὄντες ἱκανοὶ μόνοι πρὸς τὴν εὐφημίαν τοῦ ∆εσπότου, περιέρχονται πάντας κοινωνοὺς λαβεῖν τῆς ὑμνῳδίας. Καὶ τοῦτο συνεχῶς μάλιστα οὗτος ποιεῖ, ὡς ὅταν λέγῃ, Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ. Καὶ πάλιν, ∆υνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ. Καὶ ἕτερον δέ τι πάλιν ἐκ τούτων κατασκευάζει. Ποῖον δὴ τοῦτο; Τὸ μηδένα τῶν ἀλογωτέρων νομίσαι δύο δημιουργοὺς εἶναι. Ἐπειδὴ γὰρ αἱ κτίσεις διάφοροι, καὶ διεστήκασιν ἀλλήλων ταῖς οὐσίαις ἡ μὲν γάρ ἐστιν αἰσθητὴ, ἡ δὲ νοητή· ἡ μὲν ὁρατὴ, ἡ δὲ ἀόρατος· ἡ μὲν σωμάτων ἐμπέπλησται, ἡ δέ ἐστιν ἀσώματος, ἵνα μή τις ἐκ τῆς διαφορᾶς τῶν ἔργων διαφόρους δημιουργοὺς ἐπεισαγάγῃ, ἕνα χορὸν ἵστησιν, ἐξ ἁπάντων μίαν ἀνάγων αὐτῷ τὴν μελῳδίαν, καὶ τὸν αὐτὸν λέγων δεῖν ὑπό τε τῆς ἄνω, ὑπό τε τῆς κάτω κτίσεως ἀνυμνεῖσθαι Θεὸν, δηλῶν καὶ ἐντεῦθεν, ὅτι εἷς ἑκατέρας ὁ δημιουργός. Καὶ πρότερον ἄνωθεν ἄρχεται, λέγων· Αἰνεῖτε αὐτὸν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Ἕτερος, Πᾶσαι αἱ στρατιαὶ αὐτοῦ· τὰ Χερουβὶμ λέγων, τὰ Σεραφὶμ, τὰς Κυριότητας, τὰς Ἀρχὰς, τὰς Ἐξουσίας. Τοῦτο σφόδρα ἐκκαιομένης ψυχῆς, τοῦτο φίλτρου πεπυρωμένου, τὸ πάντας διεγείρειν πρὸς τὴν εὐφημίαν τοῦ ποθουμένου· τοῦτο συνεχῶς ἐντρυφώσης διανοίας τῇ περὶ τοῦ Θεοῦ ἐννοίᾳ, ἐκπληττομένης, θαυμαζούσης τὴν δόξαν αὐτοῦ, ἀνακειμένης αὐτῷ. Αἰνεῖτε αὐτὸν, ἥλιος καὶ σελήνη· αἰνεῖτε αὐτὸν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς. Ἕτερος, Ἀστέρες φωτός. Αἰνεῖτε αὐτὸν, οἱ οὐρανοὶ τῶν οὐρανῶν· καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου. Ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἄλλος, Ἔστησεν αὐτὰ διαμένειν αἰωνίως. Πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. Τίνος ἕνεκεν ὀλίγα περὶ τῶν οὐρανίων