388
δυνάμεων εἰπὼν, ταχέως ἀπεπήδησεν ἐκεῖθεν, καὶ ἐν τοῖς ὁρωμένοις τὸν λόγον ἀγαγὼν, ἐνταῦθα αὐτὸν μηκύνει, πάντα καθ' ἕκαστον ἐπεξιὼν, τὰ ἄνω, τὰ κάτω; Ὅτι ταῦτα τοῖς τότε ἀκούουσι σαφέστερα ἦν, ὁρώμενα καὶ πρὸ ὀφθαλμῶν κείμενα. ∆ιὸ καὶ Μωϋσῆς ἀρχόμενος τῆς δημιουργίας, καὶ μηδὲν περὶ τῶν ἄνω διαλεχθεὶς, μὴ μικρὸν, μὴ μέγα, ἀπ' οὐρανοῦ καὶ γῆς ποιεῖται τὴν ἀρχὴν, καὶ διαβαίνει λοιπὸν διὰ ἡλίου καὶ σελήνης, καὶ βοτανῶν, καὶ νηκτῶν, καὶ τετραπόδων, καὶ εἰς τὸν ἄνθρωπον καταλύει τὸν λόγον. Οὐρανοὺς δὲ οὐρανῶν ἐνταῦθα λέγων, οὐ πλῆθος ἐνδείκνυται, ἀλλ' οὐρανὸν οὐρανοῦ τὸν αὐτὸν λέγει. Τῇ γὰρ Ἑβραίων φωνῇ τὸν οὐρανὸν ἔθος οὐρανοὺς καλεῖν· καθάπερ καὶ ἑτέ 55.486 ρωθί φησιν· Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ· τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων. Καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. Ἤκουες καὶ Μωϋσέως λέγοντος, ὅτι τῶν ὑδάτων τὰ μὲν εἴασε κάτω, τὰ δὲ ὑπὲρ τῶν νώτων τῶν οὐρανίων μετεωρίζεσθαι παρεσκεύασεν, ἐν τῷ μέσῳ τῆς ἀβύσσου πήξας τὸ στερέωμα, καὶ ὑπὲρ τῶν νώτων ἀφεὶς τὰ ὕδατα μένειν. Καὶ πῶς ταῦτα αἰνεῖ, ἴσως εἴποι τις ἂν, οὐ φωνὴν ἔχοντα, οὐ γλῶτταν, οὐ ψυχὴν, οὐ λογισμὸν, οὐ νοῦν, οὐ φωνητικὸν ὄργανον, οὐ διάνοιαν; Ὅτι δύο δοξολογίας τρόποι· εἷς μὲν, ὁ διὰ ῥημάτων, ἕτερος δὲ, ὁ δι' ὄψεως, καὶ τρίτος δὲ μετὰ τούτων, ὁ διὰ βίου καὶ ἔργων. Καὶ γὰρ καὶ ἀνθρώπων οὐ φθεγγομένων μόνον, ἀλλὰ καὶ σιγώντων, δόξα ἀναφέρεται τῷ Θεῷ· ὥσπερ καὶ ὁ Χριστός φησι· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Καὶ πάλιν, Τοὺς δοξάζοντάς με δοξάσω. Ἔστι καὶ διὰ γλώττης δοξολογία, ὡς καὶ Μωϋσῆς ἐδόξασε μετὰ τῆς Μαρίας λέγων· Ἄσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται. Ἔστι καὶ ἡ διὰ τῆς κτίσεως αὐτῆς, ὡς αὐτὸς οὗτός φησιν· Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ· ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Οὕτω καὶ ἐνταῦθα αἰνεῖ αὐτὸν ἡ κτίσις τῷ κάλλει, τῇ θέσει, τῷ μεγέθει, τῇ φύσει, τῇ χρήσει, τῇ διακονίᾳ, τῇ διαμονῇ, τῇ λυσιτελείᾳ τῇ ἐξ αὐτῶν γινομένῃ. Ὅταν οὖν λέγῃ, Αἰνεῖτε τὸν Κύριον, ἄγγελοι, δυνάμεις, οὐρανοὶ, σελήνη, ἥλιος, ἀστέρες, τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν, τοῦτο λέγει, ὅτι ἕκαστον τῶν γινομένων ἄξιον τῆς τοῦ πεποιηκότος σοφίας, καὶ πολλοῦ γέμει τοῦ θαύματος· ὅπερ συντόμως ὁ Μωϋσῆς ἐν προοιμίοις ἔλεγε· Καὶ εἶδεν ὁ Θεὸς ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν· οὕτω καλὰ, ὡς δοξάζειν τὸν πεποιηκότα, καὶ τὸν θεατὴν ἐνάγειν εἰς εὐφημίαν τοῦ τεκτηναμένου. βʹ. Αἶνον οὖν τοῦτόν φησι, τὸ κάλλος τῶν γενομένων τίκτον ὑμνολογίαν τῷ πεποιηκότι. Ὅπερ καὶ ὁ Παῦλος δηλοῖ· Τὰ γὰρ ἀόρατα ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης. Καὶ ὁ προφήτης δὲ οὗτος, εἰπὼν τὰ κτίσματα, καὶ τῇ ὄψει τῶν θεωμένων καταλιπὼν τὸ κάλλος αὐτῶν καταμανθάνειν καὶ τὸ μέγεθος καὶ τὴν χρείαν, αὐτὸς ἑτέραν τίθησιν αἰτίαν, λέγων, ὅτι Αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. Ὅτι μὲν οὖν καλὰ καὶ θαυμάσια, καὶ αὐτὴ ἡ ὄψις δηλοῖ· ὅτι δὲ καὶ δημιουργὸν ἔχει, καὶ οὐκ αὐτόματα ταῦτα, οὐδὲ ἀγένητα, ἱκανὸν μὲν καὶ τοῦτο ἀπὸ τῆς ἑρμηνείας αὐτῆς κατιδεῖν. Εἰ δέ τις ἀμφιβάλλοι, παρ' ἐμοῦ μανθανέτω, ὅτι δημιουργὸν ἔχει καὶ ποιητὴν, καὶ προνοητὴν καὶ κηδεμόνα. ∆ύο γὰρ ἐνταῦθα τίθησι, μᾶλλον δὲ τρία· εἰ δέ τις ἀκριβῶς ἐξετάζοι, καὶ τέσ 55.487 σαρα· ὅτι τε ἐποίησε, καὶ ἐξ οὐκ ὄντων ἐποίησε, καὶ μετ' εὐκολίας ἐποίησε, καὶ γενόμενα διακρατεῖ. Τὸ μὲν γὰρ εἰπεῖν, Αὐτὸς εἶπε, τὴν εὐκολίαν δηλοῖ· ὡς καὶ Παῦλος δηλῶν ἔλεγε· Τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς, καὶ καλοῦντος τὰ