389
μὴ ὄντα ὡς ὄντα· τῷ ὀνόματι τῆς κλήσεως τὴν εὐκολίαν ἡμῖν αἰνιττόμενος. Ὅτι δὲ καὶ γενόμενα διακρατεῖ, αὐτὸς ὁ προφήτης πάλιν δείκνυσιν ἐπαγαγὼν, Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. Ὅρα καὶ ἐνταῦθα πάλιν τὴν ἐξουσίαν, τὴν αὐθεντίαν πῶς παρεδήλωσεν, οὐ τῷ στῆναι μόνον, ἀλλὰ καὶ τῷ εἰπεῖν, Πρόσταγμα, ταῖς ἀνθρωπίναις λέξεσι τὴν ἐνέργειαν αὐτοῦ παραδηλῶν. Ὥσπερ γὰρ σοὶ τὸ εἰπεῖν εὔκολον, καὶ τὸ προστάξαι ῥᾴδιον· οὕτω τῷ Θεῷ τὸ ποιῆσαι οὐκ ὄντα, καὶ γενόμενα διακρατῆσαι· μᾶλλον δὲ οὐχ οὕτως, ἀλλὰ καὶ πολλῷ πλέον. Οὐδὲ γὰρ δυνατὸν παραστῆσαι τῆς εὐκολίας τὴν ὑπερβολὴν, μεθ' ἧς ταῦτα ἐποίησε. Καὶ τὸ δὴ θαυμαστὸν, οὐχ ὅτι διακρατεῖ μόνον, οὐδὲ ὅτι ἑστήκασιν ἀκίνητοι οἱ νόμοι τῆς φύσεως, ἀλλ' ὅτι καὶ χρόνον οὕτως ἄπειρον. Ἐννόησον γοῦν πόσος αἰὼν, καὶ οὐδὲν συνεχύθη τῶν ὄντων· οὐ θάλαττα τὴν γῆν ἐπέκλυσεν, οὐχ ἥλιος τόδε τὸ ὁρώμενον κατέκαυσεν, οὐκ οὐρανὸς παρεσαλεύθη, οὐ νυκτὸς, οὐδὲ ἡμέρας ὅροι συνεχύθησαν, οὐχ ὡρῶν τροπαὶ, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν· ἀλλ' ἕκαστον καὶ τῶν κάτω καὶ τῶν ἄνω μετὰ πάσης ἕστηκε τῆς ἀκριβείας τοὺς ἅπαξ τεθέντας ὅρους ἐξ ἀρχῆς αὐτῷ διατηροῦν. Εἰπὼν τοίνυν περὶ τῆς ἄνω κτίσεως καὶ τῶν κατ' οὐρανὸν, κάτεισιν ἐπὶ τὴν γῆν. Ὅπερ δὲ ἐποίησεν ἐπὶ τῶν ἄνω, ἀρξάμενος μὲν ἀπὸ τῶν ὑπερουρανίων, καταβὰς δὲ εἰς τὰ οὐράνια, τοῦτο καὶ ἐνταῦθα ποιεῖ ἀπὸ τῶν οὐρανίων ἐπὶ τὴν γῆν μεταπηδῶν. Ἐπειδὴ γάρ τινές εἰσι λέγοντες τὰ μὲν κατ' οὐρανὸν τῆς τοῦ Θεοῦ δημιουργίας ἄξια εἶναι, τῶν δὲ ἐπὶ γῆς ἐπιλαμβάνονται, διὰ τὸ ἐν αὐτῇ εἶναι σκορπίους λέγοντες, ἔχεις, δράκοντας, καὶ τὸ λοιπὸν τῶν θηρίων γένος, καὶ τὰ ἄκαρπα τῶν δένδρων, πρὸς τούτους ὥσπερ ἀπολογούμενος, ἑτέρως πάλιν μεταχειρίζει τὸν λόγον. Καὶ ὅρα τί ποιεῖ· Τὰ ὡμολογημένα καλὰ ἀφεὶς, πρόβατα καὶ βόας, ὧν καὶ ἡ πεῖρα τὴν χρείαν δείκνυσιν, ὄνους, καμήλους, καὶ ὅσα πρὸς τὴν τῶν ἀγωγίμων ἡμῖν μετακομιδὴν ἐπιτήδεια, ἐν τοῖς δοκοῦσιν ἀχρήστοις εἶναι περιάγει τὸν λόγον, δράκοντας εἰς μέσον ἄγων, καὶ τὸ ἄπλωτον τοῦ πελάγους μέρος, καὶ τὰ δοκοῦντα λυπεῖν, οἷον τὸ πῦρ, τὴν χάλαζαν, τὴν χιόνα, τὸν κρύσταλλον· εἶτα τὰ ἄκαρπα τῶν δένδρων, τὰ ὄρη· καὶ πάλιν τὰ πεδία καταλιπὼν, τὰ ὕπτια καὶ πρὸς γεωργίαν ἐπιτήδεια καὶ καρπῶν ἡμέρων φορὰν, ἐπὶ τὰ ὄρη μεταβαίνει καὶ τοὺς βουνοὺς καὶ τὰ ἐρημότερα τῶν χωρίων, καὶ τῶν ἑρπετῶν μέμνηται πάντων. Ὥστε δὲ σαφέστερον ταῦτα μαθεῖν, ἄξιον ἐπακοῦσαι αὐτῶν τῶν ῥημάτων. Μετὰ γὰρ τὸ εἰπεῖν, Πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται, ἐπήγαγεν· Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δρά 55.488 κοντες καὶ πᾶσαι ἄβυσσοι· πῦρ, χάλαζα; χιὼν, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ. Ἕτερος, Ἄνεμος τυφῶνος. Τὰ ὄρη καὶ πάντες οἱ βουνοὶ, ξύλα καρποφόρα, καὶ πᾶσαι κέδροι· τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά. Τίνος ἕνεκεν οὕτω μεταχειρίζει τὸν λόγον; Ἐκ περιουσίας δεικνὺς τοῦ Θεοῦ τὴν πρόνοιαν. Εἰ γὰρ τὰ δοκοῦντα ἄχρηστα εἶναι, καὶ πολέμια τῷ γένει τῶν ἀνθρώπων, οὕτως ἐστὶ καλὰ, οὕτω χρήσιμα, ὡς καὶ αὐτὰ ὕμνον ἀναφέρειν τῷ Θεῷ καὶ δοξολογίαν διὰ τῆς οἰκείας δημιουργίας· ἐννόησον οἷα τὰ ἄλλα. Καὶ εἰ δοκεῖ, ἐπέλθωμεν ἕκαστον τῶν εἰρημένων. ∆ράκοντες, φησὶ, καὶ πᾶσαι ἄβυσσοι. ∆ράκοντας ἐνταῦθα τὰ κήτη λέγει, ὡς καὶ ἀλλαχοῦ, ὅταν λέγῃ, ∆ράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ. Καὶ πολλαχοῦ ἴδοι τις ἂν τὸ ζῶον τοῦτο οὕτω καλούμενον. γʹ. Καὶ πῶς τοῦτο αἰνεῖ τὸν ποιήσαντα; φησί. Καὶ πῶς οὐκ αἰνεῖ; Ὅταν γὰρ ἴδῃς τὸ μέγεθος, τὴν σύμπηξιν τοῦ σώματος, ἣν ἐν τῷ Ἰὼβ ἡ Γραφὴ διηγεῖται μετὰ πλείονος τῆς σαφηνείας· πῶς οὐ θαυμάσεις τὸν δημιουργήσαντα, ἡλίκον ζῶον παρήγαγεν; Οὐ διὰ