390
τὸ μέγεθος δὲ μόνον, ἀλλ' ὅτι καὶ χωρίον αὐτῷ τῆς θαλάσσης τὸ ἄπλωτον ἀπεκλήρωσε μέρος. Καὶ ἄξιον θαυμάζειν, πῶς οὐχ ὑπερβαίνει τοὺς οἰκείους ὅρους, ζῶον ἄγριον ὂν καὶ σφόδρα μέγιστον, ἀλλὰ μένει τοῖς οἰκείοις τόποις ἐνδιαιτώμενον, καὶ οὐ μόνον οὐκ ἔξεισι πρὸς τὴν γῆν, οὐδὲ πρὸς τὴν οἰκουμένην χώραν, ἀλλ' οὐδὲ τῆς θαλάττης τὸ πρὸς ναυτιλίαν ἐπιτήδειον λυμαίνεται μέρος· οὐ δαπανᾷ τῶν ἰχθύων τὰ γένη, ἀλλ' εἴσω τῆς οἰκείας ἐνδιαιτᾶται χώρας. Καὶ οὐ ταῦτα μόνον ἄξιον θαυμάζειν, ἀλλὰ καὶ τὴν ἄβυσσον, ὅση τὸ βάθος ἐστίν. Ὅπερ δὲ ἐπὶ τοῦ θηρίου, τοῦτο καὶ ἐπὶ τῆς θαλάσσης ἔστιν ἰδεῖν. Καὶ γὰρ καὶ αὕτη ταῖς τῶν πνευμάτων βίαις οὖσα ἀφόρητος, καὶ τοσοῦτον πλῆθος ὑδάτων ἔχουσα, οὐκ ἐκρήγνυται τῶν οἰκείων ὅρων, οὐκ ἐπικλύζει τὴν γείτονα γῆν, ἀλλὰ καὶ αὐτὴ δεσμοῖς ἀκινήτοις πεπέδηται· καίτοι γε ἄτακτος ἡ τῶν ὑδάτων φύσις. Ὅταν δὲ καὶ πλῆθος τοσοῦτον ᾖ, καὶ ὑπὸ τοσούτων πνευμάτων ὠθῆται, ἐννόησον ἡλίκου θαύματος τὸ μήτε κατὰ τὴν ἀταξίαν μήτε τὸν ὄγκον μήτε τὴν βίαν ἐκπίπτειν τῆς οἰκείας χώρας, ἀλλὰ πᾶσαν ἐν ἀταξίᾳ τοσαύτῃ διατηρεῖν εὐταξίαν. Ταῦτα τοίνυν ἀναλογιζόμενος δυνήσῃ καὶ ἐντεῦθεν ὕμνον ὑφαίνειν τῷ Θεῷ, καὶ θαυμάζειν αὐτοῦ τὴν δύναμιν, τὴν σοφίαν, τὴν ἰσχὺν, τὴν ἐξουσίαν. Εἰσὶ δὲ καὶ ἕτεροι λόγοι ἀπόῤῥητοι τούτων, οὓς ὁ ποιήσας οἶδεν αὐτός. ∆ιὸ καί τις ἔλεγε· Μὴ εἴπῃς, ∆ιὰ τί τοῦτο; Εἰς τί τοῦτο; Πάντα γὰρ εἰς χρείαν αὐτοῦ ἐγένετο. Πῦρ, χάλαζα, χιὼν, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ. Ἐνταῦθα καὶ ἕτερόν τι μετὰ τῶν εἰρημένων προστίθησιν. Ἐν μὲν γὰρ τῷ προτέρῳ ψαλμῷ τοῦτο ἐθαύμαζεν, ὅτι ἐν βραχείᾳ καιροῦ ῥοπῇ πᾶσαν ἔπεισι τὴν γῆν ἡ χιὼν, ὁ κρύσταλλος, ὅτι πήγνυται, ὅτι μεταβάλλεται, ὅτι πρὸς τὰ ἐναντία μεθίσταται· ἐνταῦθα δὲ, ὅτι τε οὐκ ὄντα γέγονε, καὶ ὅτι γενόμενα μένει, 55.489 καὶ ὅτι μένοντα διακόνων τάξιν ἀναπληροῖ, καίτοι γε ἄλογα ὄντα, καὶ τὸ πρόσταγμα αὐτοῦ μετὰ πολλῆς τῆς ὑπακοῆς εἰς ἔργον ἐξάγει. Μᾶλλον δὲ καὶ ἐναντία τῇ φύσει ἓν πολλάκις ἐπίταγμα ἤνυσεν, ὥσπερ ἐπὶ τῆς Βαβυλωνίας καμίνου τό τε καῖον τὸ πῦρ καὶ δροσίζον, ἑκάτερα πρᾶττον ἐδείκνυτο. Τοῦτο οὖν, φησὶν, εὐχαριστίας ἄξιον; Καὶ πολλῆς μὲν οὖν. Τὸν γὰρ Θεὸν ὁμοίως ἀνυμνεῖν χρὴ, καὶ κολάζοντα καὶ ἀνιέντα κολάσεως. Ἀμφότερα γὰρ κηδεμονίας, ἀμφότερα ἀγαθότητος. Ἄνθρωποι μὲν γὰρ τὸ μὲν ἀγαθότητι ποιοῦσι, τὸ δὲ πονηρίᾳ καὶ θυμῷ· ὁ δὲ Θεὸς ἀμφότερα φιλανθρωπίᾳ. Ὁμοίως γοῦν αὐτὸν ἀνυμνεῖν δεῖ, καὶ ὅτι ἔθηκεν ἐν παραδείσῳ τὸν Ἀδὰμ, καὶ ὅτι ἐξέβαλε, καὶ χάριν εἰδέναι οὐχ ὑπὲρ τῆς βασιλείας μόνον, ἀλλὰ καὶ ὑπὲρ τῆς γεέννης. Καὶ γὰρ καὶ ταύτην ἐποίησέ τε καὶ ἠπείλησεν, ὥστε κακίας ἀπαλλάξαι. Ὥσπερ οὖν ἰατρὸν οὐ τρέφοντα μόνον, ἀλλὰ καὶ ἄγχοντα λιμῷ, οὐκ εἰς ἀγορὰν μόνον ἐξάγοντα, ἀλλὰ καὶ ἐν οἴκοις που κατακλείοντα, οὐκ ἀλείφοντα μόνον, ἀλλὰ καὶ καίοντα καὶ τέμνοντα θαυμάζομεν· εἰ γὰρ καὶ ἐναντία τὰ γινόμενα, ἀλλὰ πρὸς ἓν ὁρᾷ τέλος· οὕτω καὶ τὸν Θεὸν ὑπὲρ ἁπάντων ἀνυμνεῖν χρὴ, καὶ πολλῷ πλέον, ὅσῳ ὁ μὲν Θεὸς, ὁ δὲ ἄνθρωπος· καὶ ὅτι τὰ μὲν τούτων πολλάκις καὶ εἰς τοὐναντίον ἐξέβη, τὰ δὲ τοῦ Θεοῦ μετὰ τῆς προσηκούσης γίνεται σοφίας καὶ κηδεμονίας. Οὐ τιμωρεῖται δὲ μόνον χάλαζα καὶ πῦρ, ἀλλὰ καὶ τιμωρίας ἀπήλλαξε, καὶ πολέμους ἔστησε, καὶ ἐχθροὺς ἐπιόντας ἀπεκρούσατο. Ἢ οὐκ οἶσθα ἐν Αἰγύπτῳ ὅσα διὰ τούτων ἐθαυματουργήθη τῶν στοιχείων, καὶ ἐπὶ τῶν Ἰουδαίων, καὶ ἐπὶ τῆς γενεᾶς τῆς ἡμετέρας; Καὶ τοσαύτη ἡ τοῦ κελεύοντος δύναμις, ὅτι ἅπερ δι' ἀγγέλων ἐποίει, τῶν νοερῶν ἐκείνων καὶ μεγάλων δυνάμεων, ταῦτα πολλάκις καὶ διὰ τῶν στοιχείων ἐθαυματούργει, ἵνα ὅταν καὶ ἄγγελος ταῦτα ἐργάσηται, μηδεὶς τῶν ἀνοητοτέρων ἐκείνῳ λογίζηται, ἀλλὰ τῷ ἐπιτάξαντι. Ἔστησεν οὖν ἄγγελος πόλεμον; Ἔστησε καὶ χάλαζα. Ἀνεῖλε τὰ πρωτότοκα ἄγγελος; Ἀνεῖλε καὶ καταιγὶς θαλάττης τὸν δῆμον ἅπαντα. Ὑπὲρ ἁπάντων τοίνυν εὐχαρίστει τῷ φιλανθρώπῳ Θεῷ. Τὰ ὄρη καὶ