391
πάντες οἱ βουνοὶ, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι· τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ, καὶ πετεινὰ πτερωτά. Ὅρα πῶς τοῖς ἀχρηστοτέροις μᾶλλον ἐμφιλοχωρεῖ, ὄρεσι καὶ νάπαις, καὶ βουνοῖς, καὶ θηρίοις ἑρπετοῖς, καὶ ξύλοις ἀκάρποις. Τὰ μὲν γὰρ καρποφόρα αὐτόθεν δήλην ἔχει τὴν χρείαν, ὥσπερ καὶ τὰ ὕπτια πεδία καὶ τὰ ἥμερα ζῶα· τὰ δὲ θηρία, καὶ τὰ ἑρπετὰ, καὶ τὰ ὄρη, καὶ τὰ ἄκαρπα δένδρα ποίαν ἀνύει χρείαν; φησί. Πολλὴν μὲν οὖν, καὶ σφόδρα τὴν ζωὴν συνέχουσαν τὴν ἡμετέραν. Καὶ γὰρ πρὸς οἰκοδομίας ὄρη καὶ βουνοὶ καὶ ξύλα ἄκαρπα σφόδρα ἡμῖν ἐπιτή 55.490 δεια, καὶ εἰ μὴ τούτων ἀπελαύομεν, οὐδὲν ἐκώλυε διαφθείρεσθαι τὸ γένος τὸ ἡμέτερον. Ὥσπερ οὖν ἐπιδεόμεθα τῶν ἡμέρων χωρίων εἰς τὸ τρέφεσθαι, οὕτω δεόμεθα καὶ τῶν ἀκάρπων ξύλων καὶ λίθων εἰς τὸ τὰς οἰκίας οἰκοδομεῖν, καὶ μυρία ἕτερα ἐντεῦθεν κατασκευάζειν. δʹ. Ἀλλ' οἱ ὄφεις, φησὶ, καὶ οἱ σκορπίοι, καὶ οἱ δράκοντες, καὶ οἱ λέοντες, τί χρήσιμον εἰσάγουσιν εἰς τὸν βίον; τί δὲ αὐτῶν τὸ κέρδος; Πολὺ καὶ ἄφατον, καὶ τῶν ἡμέρων οὐκ ἔλαττον. Ἐκεῖνα μὲν γὰρ πρὸς τὴν τοῦ σώματος χρείαν ἐστὶν ἐπιτήδεια· ταῦτα δέ σοι καὶ φόβον ἐπιτειχίζει, καὶ σωφρονεῖν παρασκευάζει, καὶ ἐναγώνιον ποιεῖ, καὶ ἀναμιμνήσκει σε τῆς ἐν τῷ παραδείσῳ τοῦ προπάτορος ἁμαρτίας, καὶ δείκνυσιν ὅσων κακῶν αἰτία ἡ παρακοή. Οὐ γὰρ τοιαῦτα ἦν πρὸ τούτου τὰ θηρία, φοβερὰ καὶ φευκτὰ τῷ ἀνθρώπῳ, ἀλλὰ τιθασσὰ καὶ χειροήθη. Ἤγαγε γοῦν αὐτὰ πρὸς τὸν Ἀδὰμ ὁ Θεὸς, καὶ αὐτὸς ἐπέθηκεν αὐτοῖς τὰ ὀνόματα. Ὁ ὄφις τῇ γυναικὶ διαλέγεται, καὶ οὐκ ἀποπηδᾷ ἡ Εὔα. Ἐπειδὴ δὲ παρεβάθη ἡ ἐντολὴ, καὶ ὁ Θεὸς παρηκούσθη, ἠκρωτηριάσθη τὰ τῆς τιμῆς. Ὅταν τοίνυν ἴδῃς λέοντα, ὅταν ἴδῃς ὄφιν, ἀναμιμνήσκου τῶν διηγημάτων, καὶ οὐ μικράν σοι παρέξει ταῦτα φιλοσοφίας ὑπόθεσιν. Ἀναμιμνήσκου δὲ καὶ τοῦ ∆ανιὴλ, πῶς, ἐπειδὴ πρὸς τὴν παλαιὰν ἐπανῆλθεν εἰκόνα, εὐκαταφρόνητα ἦν αὐτῷ τὰ φοβερὰ θηρία· ὥσπερ καὶ Παύλῳ ἡ ἔχις· καὶ οὐ μικρὰν ἐντεῦθεν καρπώσῃ σπουδὴν καὶ ἐπιμέλειαν ψυχῆς. Μετὰ τούτων δὲ καὶ ἑτέρωθεν ἔστι θαυμάσαι τοῦ Θεοῦ τὴν οἰκονομίαν τὴν ἐπ' αὐτοῖς καὶ τὴν διάταξιν. Ποίαν δὲ ταύτην; Ὅτι καὶ τούτοις ἀφώρισε χωρία ἀπῳκισμένα τῶν πόλεων, τὰς ἐρημίας· καὶ οὕτω φοβερὰ ὄντα οὐκ ἐμφιλοχωρεῖ ταῖς πόλεσιν, οὐδὲ κατατρέχει τοὺς ἔνδον οἰκοῦντας, ἀλλὰ στέργει καὶ ἀγαπᾷ τὴν ἔρημον, ἄνωθεν τοῦ Θεοῦ τοῦτο αὐτοῖς συγκληρώσαντος, καὶ τόπον ἐπιτήδειον ἔχειν καὶ κλῆρον διαίτης. Ὅταν γὰρ σὺ καθεύδῃς, τότε ἐκεῖνα τὴν ἔρημον ἔπεισιν. Ὅπερ καὶ ἀλλαχοῦ δείκνυσιν ὁ προφήτης, οὕτω λέγων· Ἔθου σκότος, καὶ ἐγένετο νύξ· ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ. Εἶδες πῶς καὶ νῦν μένει σοι τῆς ἀρχῆς τὰ ἴχνη, εἰ καὶ ἠκρωτηριασμένα, ἀλλ' ὅμως ἔχοντα αἴνιγμα τῆς παλαιᾶς τιμῆς; Ὥσπερ γὰρ δοῦλα, οὕτως ἀπῴκισται καὶ τῷ καιρῷ καὶ τῷ τόπῳ· κἂν μὴ σὺ τούτοις ἐπέλθῃς, αὐτὰ οὐκ ἔπεισιν, ἀλλ' ἐνδιαιτᾶται ταῖς ἐρήμοις. Εἰ δὲ ἀθυμεῖς καὶ δυσχεραίνεις, τίνος ἕνεκεν γέγονε θηρία, σφόδρα ἀνοηταίνεις. Ἂν γὰρ σὺ τὰ κατὰ σαυτὸν καλῶς οἰκονομήσῃς, οὐδὲν ἐντεῦθεν βλαβήσῃ· εἰ δὲ ἀπὸ θηρίων δέχῃ βλάβην, ἐννόησον ὅτι καὶ παρὰ ἀνθρώπων πολλάκις χαλεπωτέραν ἐδέξω. Ἔστι γὰρ καὶ θηρίου ἄνθρωπος χαλεπώτερος. Τὸ μὲν γὰρ προφανῆ τὴν θηριωδίαν ἔχει, οὗτος δὲ κρύπτει τὴν πονη 55.491 ρίαν τῷ τῆς ἐπιεικείας προσωπείῳ, ὅθεν καὶ πολλάκις ἐστὶ δυσφύλακτος. Ἀλλ' ἐὰν νήφῃς, οὔτε θηρίον, οὔτε ἄνθρωπός σε δεινόν τι ἐργάσεται, ἀλλὰ καὶ τὰ μέγιστα ὠφελήσει. Καὶ τί λέγω θηρίον καὶ ἄνθρωπος, ὅπου γε καὶ αὐτὸς ὁ διάβολος οὐ μόνον οὐδὲν ἔβλαψε τὸν Ἰὼβ, ἀλλὰ καὶ μυρίων στεφάνων αὐτῷ γέγονεν ἀφορμή; τί λέγω θηρίον καὶ ἄνθρωπον, ὅπου γε καὶ ὑπὸ τῶν ἐν σοὶ κειμένων στοιχείων ἐὰν ῥᾳθυμήσῃς πολλῷ χαλεπώτερα πείσῃ, οἷον ὑπὸ χολῆς ἢ φλέγματος, ἂν ἀμετρίᾳ τινὶ τὴν