392
τούτων πλεονεξίαν περιίδῃς; Οὕτω πανταχόθεν νηφούσης χρεία διανοίας. Ἀλλ' ὥσπερ ῥᾳθυμῶν μεγίστην ἐντεῦθεν ὑποστήσῃ βλάβην, οὕτω νήφων καὶ ἐγρηγορὼς οὐ τὴν τυχοῦσαν καρπώσῃ πάλιν ὠφέλειαν· τὸ γὰρ πᾶν ἐπὶ τῇ σῇ κεῖται γνώμῃ. Ὅπερ οὖν ἐστι χιὼν ἐν τῷ παντὶ, καὶ πῦρ καὶ πνεῦμα, τοῦτο καὶ ἐν τῷ σώματι φλέγμα, καὶ αἷμα, καὶ χολή. Καὶ δεῖ μετὰ ἀρίστου λόγου ταῦτα οἰκονομεῖν, ὡς καρποῦσθαί τι παρ' αὐτῶν ὄφελος, ἀλλὰ μὴ βλάπτεσθαι. Καὶ τί λέγω περὶ τοῦ σώματος, ὅπου γε καὶ ἡ ψυχὴ ἔχει τινὰ, ἅπερ ἐὰν ἀφῇς εἰς ἀμετρίαν ἐξελθεῖν, νοσήματα γίνεται, κολαζόμενα δὲ, βοηθήματα; Καὶ γὰρ ὁ θυμὸς, ἂν μὲν εἰς δέον χρήσῃ, γέγονέ σοι φάρμακον σωτηρίας· ἂν δὲ ἀμέτρως, γέγονεν ἀπωλείας ὑπόθεσις. Καὶ ἡ ἐπιθυμία, μετὰ μέτρου μὲν οἰκονομουμένη, πατέρα σε ποιεῖ· καὶ μὴν εἰς παιδοποιίαν γέγονε χρήσιμος· ἀφιεμένη δὲ, εἰς πορνείαν καὶ μοιχείαν σε καταβάλλει πολλάκις. Μὴ δὴ τὰ πράγματα αἰτιῶ, ἀλλὰ πανταχοῦ τὴν σὴν γνώμην, ἂν γὰρ ταύτης ἀμελῇς, καὶ ὑπὸ σαυτοῦ βλαβήσῃ, καὶ ὑπὸ τοῦ οἰκείου σώματος ἀπολῇ· ἂν δὲ ταύτης ἐπιμελῇ, οὐδὲ ὑπὸ τῶν δαιμόνων, οὐδὲ ὑπὸ τοῦ διαβόλου, μήτι γε ὑπὸ θηρίων, πείσῃ τι δεινὸν καὶ ἀηδές. Βασιλεῖς τῆς γῆς, καὶ πάντες λαοί. Ἄλλος, Πάντα φῦλα. Ἄρχοντες καὶ πάντες κριταὶ γῆς. Νεανίσκοι καὶ παρθένοι. Ἄλλος, Ἐκλεκτοί. Πρεσβύτεροι μετὰ νεωτέρων, Ἄλλος, Μετὰ νέων. Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου. Πάλιν ἕτερον ἐνταῦθα κινεῖ προνοίας εἶδος, τὸ τῶν ἀρχόντων· ὃ καὶ Παῦλος ἐν τῇ πρὸς Ῥωμαίους τίθησι, μετὰ πολλῆς τῆς συνέσεως δεικνὺς, ὅτι τῆς τοῦ Θεοῦ σοφίας ἔργον ἐστὶ, τὸ εἰς ἄρχοντας καὶ εἰς ἀρχομένους τόδε τὸ πᾶν διατάξαι. Θεοῦ γὰρ διάκονός ἐστί σοι, φησὶν, εἰς τὸ ἀγαθόν. Ἂν δὲ τοῦτο ἀνέλῃς, τὸ πᾶν οἴχεται. Εἰ γὰρ νῦν ὄντων ἀρχόντων καὶ πολλῶν ἐν αὐτοῖς διεφθαρμένων, τοσαύτη τοῦ πράγματός ἐστιν ἡ χρεία, ὡς καὶ κακῶς διακειμένων πολλὴν γίνεσθαι τὴν ὠφέλειαν, ἐννόησον εἰ καλῶς μετεχείριζον οἱ τὰς ἀρχὰς ἐγχειριζόμενοι, πόσης ἂν τὸ γένος ἀπήλαυσεν εὐημερίας. Ἀλλὰ τὸ μὲν τυπῶσαι τὰς ἀρχὰς, τοῦ Θεοῦ γέγονεν ἔργον· τὸ δὲ πονηροὺς ἐπὶ τοῦτο ἄγεσθαι, καὶ μὴ εἰς δέον αὐταῖς κεχρῆσθαι, τῆς τῶν ἀνθρώπων πονηρίας. εʹ. Λέγει τοίνυν, ὅτι καὶ ὑπὲρ τοῦ βασιλέας εἶναι, καὶ ὑπὲρ τοῦ δικαστὰς εἶναι, δεῖ μεγάλας εὐχαριστίας ἀναφέρειν τῷ Θεῷ. Τῆς γὰρ εὐταξίας τῆς τῶν ἀνθρώπων ἐπιμελούμενος, καὶ τοῦ μὴ θηρίων ἀλογώτερον διακεῖσθαι τοὺς πολλοὺς, ὥσπερ ἡνιοχείαν καὶ κυβερνητικὴν, οὕτως ἀρχὰς καὶ βασιλείας ἐχαρίσατο. Κἂν 55.492 ἄρχων τοίνυν ᾖς, εὐχαρίστει τῷ φιλανθρώπῳ Θεῷ, ὅτι ἔλαβες ἀφορμὴν τοσαύτης ἐπιμελείας· κἂν ἀρχόμενος, πάλιν εὐχαρίστει, ὅτι ἔχεις τὸν ἐπιμελούμενον, καὶ οὐκ ἀφιέντα σε ὑπὸ τῶν πονηρῶν ἐπιβουλεύεσθαι. Κἂν εἰς γῆρας ἔλθῃς, κἂν νέος ᾖς, εὐχαρίστει τῷ Θεῷ. Τοῦτο γὰρ μάλιστα διὰ πάντων ὁ ψαλμὸς οὗτος κατασκευάζει, ὅτι δεῖ ὑπὲρ ἁπάντων αἰνεῖν αὐτὸν, κἂν ἄρχων ᾖς, κἂν τοῦ λαοῦ ᾖς. ∆ιὸ καὶ τοῦτο δηλῶν, Καὶ πάντες, εἶπε, λαοί. Κἂν νέος, φησὶν, ᾖς, κἂν γεγηρακὼς, κἂν γυνὴ, κἂν ἀνήρ. Ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου. Ἄλλος, Ὅτι ὑπερέχον. Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ. Ἄλλος, Καὶ ὁ ὕμνος αὐτοῦ. Καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ. Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοῖς Ἰσραὴλ, λαῷ ἐγγίζοντι αὐτῷ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἔδειξα μὲν καὶ ἀπὸ τῶν ὁρωμένων ἁπάντων αὐτοῦ τὴν κηδεμονίαν, τὴν δόξαν, τὴν μεγαλωσύνην· δεῖ δὲ αὐτὸν αἰνεῖν οὐ διὰ ταῦτα μόνον, ἀλλὰ καὶ τούτων χωρίς. Καὶ γὰρ καὶ πρὸ τούτων, καὶ τούτων ἄνευ, συγκεκλήρωται αὐτῷ τὸ ὕψος καὶ ἡ δόξα καὶ ἡ παρὰ πάντων εὐχαριστία. Τὸ καὶ, Αὐτοῦ μόνου, πρὸς ἀντιδιαστολὴν τῶν οὐκ ὄντως θεῶν εἶπεν. Εἶτα ἀνάγων ἐπὶ μείζονα τὸν ἀκροατὴν ἔννοιαν, πάλιν ἀπὸ τῆς γῆς ἐπὶ τὸν οὐρανὸν αὐτὸν