393
μετατίθησιν. Ὥσπερ γὰρ ἀρχόμενος ἀπὸ τοῦ οὐρανοῦ πρὸς τὴν γῆν κατέβη, οὕτως ἀπὸ τῶν ὁρωμένων ἁπάντων ἀνάγει πάλιν αὐτὸν ὑπὲρ τὸν οὐρανὸν, λέγων· Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ. Τουτέστιν, εἰ καὶ αἱ ἄνω δυνάμεις αἱ ἀόρατοι καὶ νοεραὶ οὐ παύονται εὐχαριστοῦσαι καὶ ἀνυμνοῦσαι, ἀλλ' ὅμως ὁ τοσοῦτος καὶ τηλικοῦτος Θεὸς κατηξίωσε λαὸν αὐτοῦ καὶ ἡμᾶς ὀνομάσαι, καὶ οὐκ ὀνομάσαι μόνον, ἀλλὰ καὶ ἐπᾶραι καὶ ὑψῶσαι. ∆ιὸ καὶ ἐπήγαγε· Καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ, ταύτῃ πάλιν αὐτοὺς ἐπισπώμενος πρὸς μείζονα αὐτοῦ θεραπείαν, δεικνὺς ὅτι οὐ τῆς παρ' αὐτῶν δεόμενος θεραπείας, πῶς γὰρ ὁ φύσει συγκεκληρωμένην ἔχων τὴν δόξαν καὶ τοσαύτην κτίσιν ὑποτεταγμένην; ἀλλὰ δι' ἀγαθότητα μόνην ᾠκειώσατο αὐτοὺς ἑαυτῷ, καὶ περιφανεῖς ἐποίησε καὶ λαμπροὺς πανταχοῦ τῆς οἰκουμένης. Ὅπερ οὖν καὶ δηλῶν ἔλεγεν· Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοῖς Ἰσραὴλ, λαῷ ἐγγίζοντι αὐτῷ. Ἵνα γὰρ μὴ ταύτῃ πάλιν ῥᾳθυμοτέρους ποιήσῃ καὶ ὑπτιωτέρους τῷ λέγειν, καὶ λαὸς αὐτοῦ, καὶ τούτῳ μόνῳ θαῤῥοῦντες τῆς κατὰ ψυχὴν ἀμελῶσι τῆς ἀρετῆς· εἰπὼν, Ὕμνος πᾶσιν, οὐχ ἁπλῶς εἶπε, Τοῖς ἀνθρώποις, ἀλλὰ, Τοῖς ὁσίοις αὐτοῦ· καὶ πάλιν εἰπὼν, Τοῖς υἱοῖς Ἰσραὴλ, προσέθηκε, Λαῷ ἐγγίζοντι αὐτῷ. Ἕτερος δὲ ἑρμηνευτὴς, ἀντὶ τοῦ Ὕμνος, Ἔπαινος εἶπεν. Ὃ τοίνυνλέγει, τοιοῦτόν ἐστιν· ἐὰν ἦτε ὅσιοι, Ἐὰν ἐγγίζητε αὐτῷ, πολλῆς ἀπολαύσεσθε δόξης. Τὰ μὲν γὰρ αὐτοῦ πάντα διαρκῆ ἐστιν, οὕτω πλουτοῦντος καὶ τοσαύ 55.493 την δόξαν ἔχοντος. ∆εῖ δὲ καὶ τὰ παρ' ἡμῶν λοιπὸν ἀκολουθεῖν, καὶ πολλῆς ἀπολαύσομεν καὶ ἡμεῖς τῆς περιφανείας, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΙΣ ΤΟΝ ΡΜΘʹ ΨΑΛΜΟΝ. Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν.
αʹ. Κατὰ μὲν ἀναγωγὴν τὸ τῆς Καινῆς ∆ιαθήκης ᾆσμα καινὸν εἴρηται. Πάντα γὰρ τότε γέγονε καινά. ∆ιαθήκη· ∆ιαθήσομαι ὑμῖν διαθήκην, φησὶ, καινήν. Κτίσις· Εἴ τις ἐν Χριστῷ, φησὶ, καινὴ κτίσις. Ἄνθρωπος· Ἀπεκδυσάμενοι, φησὶ, τὸν παλαιὸν ἄνθρωπον, καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν. ∆ιὰ τὴν καινὴν τοίνυν ζωὴν, καὶ τὰ ἄλλα πάντα, ∆ιαθήκη Καινὴ λέγεται, καὶ ᾆσμα καινὸν τὸ ταύτης ᾄδειν νῦν ὁ προφήτης προτρέπει. Κατὰ δὲ ἱστορίαν, ὃ ἐπὶ νίκαις, ὃ ἐπὶ κατορθώμασιν, ὃ ἐπὶ τροπαίοις ἔμελλον ᾄδειν, λαμπρὸν καὶ ἐπίσημον. Ἡ αἴνεσις αὐτοῦ ἐν Ἐκκλησίᾳ ὁσίων. Ὁρᾷς πῶς πρὸ τῶν ῥημάτων τὴν διὰ τοῦ βίου καὶ τῶν ἔργων εὐχαριστίαν ἐπιζητεῖ, καὶ τούτους εἰς τὸν χορὸν ἄγει τῶν ὑμνούντων; Οὐ γὰρ ἀρκεῖ τὸ διὰ ῥημάτων εὐχαριστεῖν μόνον, ἂν μὴ καὶ ἡ διὰ τῆς πράξεως ἀρετὴ συμβαίνῃ. Ἡ αἴνεσις αὐτοῦ ἐν Ἐκκλησίᾳ ὁσίων. Καὶ ἕτερόν τι ἐνταῦθα παιδεύει. ∆είκνυσι γὰρ, ὅτι ὁμοῦ καὶ μετὰ συμφωνίας ἁπάσης δεῖ τὰς εὐφημίας ἀναφέρειν. Ἐκκλησία γὰρ συστήματος καὶ συνόδου ἐστὶν ὄνομα. Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν. Πρὸ τῶν ἰδικῶν εὐεργεσιῶν τίθησι τὴν καθολικὴν, μονονουχὶ τοῦτο, δι' ὧν ἐπήγαγε, παραινῶν καὶ λέγων· Εὐχαρίστει τῷ Θεῷ, ὅτι οὐκ ὄντα σε παρήγαγε, καὶ ψυχὴν ἐνέπνευσεν. Οὐ μικρὸν γὰρ καὶ τοῦτο εὐεργεσίας μέρος. Ἐνταῦθα δὲ καὶ πλέον τι δείκνυσιν. Οὐ γὰρ ἁπλῶς τὴν δημιουργίαν, ἀλλὰ τὴν οἰκειότητα ἐμφαίνει τῷ οὕτως εἰπεῖν· καὶ εὐχαριστεῖν παρακελεύεται, οὐχ ὅτι ἐποίησεν αὐτὸν, ἀλλ' ὅτι καὶ οἰκεῖον λαόν. Ὁρᾷς πῶς ἑνῶν αὐτὸν τῷ Θεῷ καὶ συνάπτων οὐχ ἁπλῶς εὐχαριστεῖν βούλεται, ἀλλὰ μετὰ ἡδονῆς, μετὰ εὐφροσύνης, καὶ διαθερμαινόμενον τὴν διάνοιαν; Ταῦτα γὰρ πάντα διὰ τοῦ, Εὐφρανθήτω, ᾐνίξατο. Τὴν διάθεσιν οὖν ζητεῖ τοῦ εὐχαριστοῦντος, ἵνα