395
ἐργασάμενος. Καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν. Πολλὴν δείκνυσι τὴν ἄδειαν, ἐξ ὧν οὕτως ἐπήγαγε, πολλὴν τὴν ἄνεσιν, πολλὴν τὴν εὐφροσύνην, πολλὴν τὴν ἡδονήν. Ταῦτα δὲ λέγει, ὥστε εἰδέναι αὐτοὺς, ὅτι οὐκ οἰκείοις ὅπλοις, οὐδὲ οἰκείᾳ δυνάμει, ἀλλὰ τῇ τοῦ Θεοῦ ῥοπῇ τὸ πᾶν γέγονε, καὶ ὅτι ταύτην ἐπισπᾶσθαι δεῖ διὰ ταπεινοφροσύνης καὶ πραότητος. Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ αἱ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν· τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς. Ἐνταῦθα τὸν μετὰ χορείας πόλεμον δηλοῖ, καὶ ὅτι ᾄδοντες καὶ ὑμνοῦντες οὕτω περιέσονται. Ὑψώσεις γὰρ τὰς ὑμνολογίας, τὰς ψαλμῳδίας, τὰς εὐχαριστίας λέγει. ∆ιὸ καὶ ἕτερος τὰς Ὑψώσεις, Ὑμνολογίας εἶπε. Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς. Τί ἐστι τοῦτο; Ἐπειδὴ τὸν πάντα χρόνον κρατήσαντες ὠνείδιζον, ἐλέγξαι αὐτοὺς διὰ τῶν ἔργων ἐπαγγέλλεται, καὶ δεῖξαι διὰ τῶν ἔργων αὐτῶν, ὅτι οὐχ ἡ τοῦ Θεοῦ ἀσθένεια, ἀλλ' αἱ αὐτῶν ἁμαρτίαι ἔδωκαν αὐτοῖς κρατῆσαι. Ὅτε γοῦν δίκην ἔδοσαν ἱκανὴν, ἔνευσε μόνον ὁ φιλάνθρωπος Θεὸς, καὶ τὰ πράγματα εἰς θαυμαστὴν ἦλθε μεταβολήν. Καὶ ὅρα τῆς νίκης τὴν ὑπερβολήν. Ἐπάγει γὰρ καὶ λέγει· Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς. Εἶδες περιουσίαν ἰσχύος; Οὐ γὰρ ἀπήλασαν τοὺς πολεμίους μόνον, οὐδὲ ἀπώσαντο. ἀλλὰ καὶ δεσμώτας λαβόντες ἐπανῆλθον, πᾶσιν ἐπιδεικνύμενοι τοῦ Θεοῦ τὴν ἰσχύν. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Τί ἐστι, Κρῖμα ἔγγραπτον; Φανερὸν, ὡμολογημένον, οὐ δυνάμενον λήθῃ παραδοθῆναι. Τὰ γὰρ τοῦ Θεοῦ τοιαῦτα· καὶ τῷ μεγέθει τῶν κατορθωμάτων, καὶ τῇ τῆς θαυματουργίας ὑπερβολῇ εἰς πάντα διατείνεται τὸν χρόνον. Τοιαύτη οὖν ἔσται ἡ νίκη, φησὶ, καὶ τοιοῦτον τὸ τρόπαιον, ὡς ἅπασιν εἶναι δῆλον, οὕτω σαφὲς, καθάπερ ἐν στήλῃ γεγραμμένον, καὶ μηδέποτε ἐξαλειφόμενον. ∆όξα αὕτη ἐστὶ πᾶσι τοῖς ὁσίοις αὐτοῦ. Ποία αὕτη; Τὸ νικῆσαι, μᾶλλον δὲ οὐ τὸ νικῆσαι ἁπλῶς, ἀλλὰ τὸ οὕτω νικῆσαι, διὰ τῆς τοῦ Θεοῦ συμμαχίας, διὰ τῆς ἄνωθεν ῥοπῆς. Ὅρα δὲ πῶς τῶν ὁσίων μέμνηται, διεγείρων αὐτοὺς εἰς τὴν τοῦ βίου καὶ τῆς ἀρετῆς ἐπιμέλειαν. Ἐμοὶ δὲ δοκεῖ, οὐχὶ τὴν νίκην μόνον λέγει δόξαν, ἀλλὰ καὶ τὸν αἶνον, καὶ τὰς μελῳδίας, καὶ τοὺς ὕμνους, παιδεύων διὰ πάντων, ὅτι Θεὸν ἀνυμνοῦντες, μεγάλην ἑαυτοῖς περιθήσουσι δόξαν, καὶ λαμπροτέρους ἑαυτοὺς ἀποφανοῦσι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΕΙΣ ΤΟΝ ΡΝʹ ΨΑΛΜΟΝ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ. Ἄλλος, Ἐν τῷ ἁγίῳ αὐτοῦ. Ἄλλος, Ἐν τῷ ἡγιασμένῳ αὐτοῦ. Ἢ περὶ τοῦ λαοῦ ἐνταῦθα τοῦτο λέγει, ἢ περὶ βίου ἁγίου καὶ ἀνδρῶν ἁγίων. Ὅρα δὲ πῶς τὸ βιβλίον κατέκλεισε πάλιν εἰς εὐχαριστίαν, παιδεύων ἡμᾶς ὅτι 55.496 τοῦτο καὶ ἀρχὴν καὶ τέλος εἶναι δεῖ καὶ τῶν πραγμάτων καὶ τῶν ῥημάτων ἡμῶν. ∆ιὸ καὶ Παῦλός φησι· Πᾶν ὅ τι ἂν ποιῆτε ἐν λόγῳ καὶ ἔργῳ, πάντοτε εὐχαριστεῖτε τῷ Θεῷ καὶ Πατρὶ δι' αὐτοῦ. Οὕτω καὶ τῆς εὐχῆς ἡμῶν τὸ προοίμιον ἐντεῦθεν ἔχει τὴν ἀρχήν. Τὸ γὰρ λέγειν, Πάτερ ἡμῶν, εὐχαριστούντων ἐστὶν ἐπὶ ταῖς γεγενημέναις δωρεαῖς, καὶ πάσας αὐτὰς διὰ τοῦ ὀνόματος τούτου δεικνύντων. Ὁ γὰρ εἰπὼν Πατέρα, τὴν υἱοθεσίαν ὡμολόγησεν· ὁ δὲ τὴν υἱοθεσίαν ὁμολογήσας, τὴν δικαιοσύνην, τὸν ἁγιασμὸν, τὴν ἀπολύτρωσιν, τὴν τῶν ἁμαρτημάτων ἄφεσιν, τοῦ Πνεύματος τὴν χορηγίαν ἀνεκήρυξε. ∆εῖ γὰρ ταῦτα πάντα