396
προϋπάρξαι, ὥστε τῆς υἱοθεσίας ἡμᾶς οὕτως ἀπολαῦσαι, καὶ καλέσαι Πατέρα ἀξιωθῆναι. Ἐμοὶ δὲ ἕτερον δοκεῖ αἰνίττεσθαι λέγων· τὸ γὰρ, Ἐν τοῖς ἁγίοις αὐτοῦ, τοῦτό ἐστι, διὰ τοὺς ἁγίους αὐτοῦ. Εὐχαριστεῖτε οὖν, ὅτι τοιαύτην πολιτείαν εἰς τὸν βίον εἰσήγαγεν, ἢ τοὺς ἀνθρώπους ἀγγέλους ἐποίησε. ∆ιὸ πρότερον, Ἐν τοῖς ἁγίοις εἰπὼν, τότε ἐπήγαγεν· Αἰνεῖτε αὐτὸν ἐν στερεώματι δυνάμεως αὐτοῦ· ἐμφαίνων ὅπερ ἔφθην εἰπών. Τοῦτο γὰρ μᾶλλον τῷ Θεῷ περισπούδαστον, ἢ ἐκεῖνο. Καὶ γὰρ οὐρανὸς διὰ τὸν ἄνθρωπον γέγονεν, οὐκ ἄνθρωπος διὰ τὸν οὐρανόν. Ἕτερος δὲ ἀντὶ τοῦ, Ἐν στερεώματι, Τῷ ἀκαθαιρέτῳ εἶπε. Καὶ ἄλλος, Ἐν στερεώματι κράτους αὐτοῦ. Καὶ ἕτερον δέ μοι δοκεῖ αἰνίττεσθαι πάλιν, ὡς ἐν τῷ προτέρῳ ψαλμῷ. Ὡς γὰρ ἐκεῖ εἶπεν, Αἰνεῖτε αὐτὸν οἱ ἄγγελοι αὐτοῦ· οὕτω καὶ ἐνταῦθα, Αἰνεῖτε αὐτὸν ἐν στερεώματι αὐτοῦ· τουτέστιν, οἱ ὄντες ἐν στερεώματι αὐτοῦ. Οὐ γὰρ παύεται συνεχῶς κοινωνοὺς λαμβάνων τῆς εὐφημίας τὰς ἄνω δυνάμεις. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ. Ἄλλος, ∆ιὰ τῶν δυναστειῶν αὐτοῦ. Ὁ δὲ Ἑβραῖός φησιν, Βεγεβουροθαῦ. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Αἰνεῖτε αὐτὸν διὰ τὰς δυναστείας αὐτοῦ, διὰ τὴν δύναμιν αὐτοῦ, διὰ τὰ θαύματα αὐτοῦ, διὰ τὴν ἰσχὺν, ἣν διὰ πάντων ἐπιδείκνυται, τῶν ἄνω, τῶν κάτω, τῶν κοινῇ, τῶν ἰδίᾳ, τῶν καθ' ἕκαστον, τῶν διηνεκῶς. Αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Καὶ πῶς τοῦτο δυνατὸν, ἀντίῤῥοπον τοῦ πλήθους τῆς μεγαλωσύνης αὐτοῦ αἶνον ἀναγαγεῖν; Οὐ τοῦτο λέγει, ὅτι ἀντίῤῥοπον, ἀλλ' ὅσον, φησὶ, δυνατὸν ἐκτείνειν, ἐννοῶν τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ, τοιοῦτον ὡς ἐγχωρεῖ σοι ἀνάφερε, καὶ οἷον εἰκὸς τοιούτῳ μεγάλῳ Θεῷ καὶ μεθ' ὑπερβολῆς μεγάλῳ ἀναφέρειν ὕμνον ἄνθρωπον ὄντα· καὶ γὰρ ἄξιον οὐδεὶς ἀνενεγκεῖν δύναται. Εἶδες πόθον ψυχῆς; εἶδες ἐκκαιομένην διάνοιαν, βιαζομένην, φιλονεικοῦσαν καὶ τὴν οἰκείαν ἀσθένειαν ὑπερβῆναι, καὶ ἀναπτῆναι λοιπὸν πρὸς αὐτὸν τὸν οὐρανὸν, συνδεδεμένην τῷ Θεῷ, ἀνακειμένην αὐτῷ πολλῷ τῷ πόθῳ; Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος. Ἄλλος, ∆ι' ἤχου κερατίνης. Αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Ἄλλος, ∆ιὰ νάβλας καὶ λύρας. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Ἄλλος, ∆ιὰ χορδῶν καὶ κιθάρας. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Ἄλλος, Ἐν κυμβάλοις σημασίας. Πᾶσα πνοὴ αἰ 55.497 νεσάτω τὸν Κύριον. Ἄλλος, Ἀναπνοή. Πάντα ἀνακινεῖ τὰ ὄργανα, καὶ διὰ πάντων τὴν μελῳδίαν ἀναφέρεσθαι παρακελεύεται, διαθερμαίνων τὴν διάνοιαν αὐτῶν καὶ ἀνεγείρων. Ὥσπερ οὖν Ἰουδαίοις διὰ πάντων τῶν ὀργάνων, οὕτως ἡμῖν παρακελεύεται διὰ πάντων τῶν μελῶν ἀνυμνεῖν τὸν Θεὸν, δι' ὀφθαλμοῦ, διὰ γλώττης, δι' ἀκοῆς, καὶ διὰ χειρός. Ὅπερ οὖν καὶ ὁ Παῦλος δηλοῖ λέγων· Παραστήσατε τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν. Αἰνεῖ γὰρ καὶ ὀφθαλμὸς, ὅταν μὴ ἀκόλαστα βλέπῃ· καὶ γλῶττα, ὅταν ψάλλῃ· καὶ ἀκοὴ, ὅταν μὴ δέχηται πονηρὰ ᾄσματα, μηδὲ κατηγορίας τοῦ πλησίον· καὶ διάνοια, ὅταν μὴ δόλους ῥάπτῃ, ἀλλὰ ἀγάπην βρύῃ· καὶ πόδες, ὅταν μὴ ἐπὶ πονηρίαν τρέχωσιν, ἀλλ' ἐπὶ ἀγαθῶν ἔργων οἰκονομίαν· καὶ χεῖρες, ὅταν μὴ ἐπὶ ἁρπαγὴν καὶ πλεονεξίαν καὶ πληγὰς, ἀλλ' ἐπὶ ἐλεημοσύνην καὶ τὴν τῶν ἀδικουμένων προστασίαν ἐκτείνωνται. Τότε γίνεται κιθάρα ἐμμελὴς ὁ ἄνθρωπος, παναρμόνιόν τινα μελῳδίαν καὶ πνευματικὴν ἀναφέρων τῷ Θεῷ. Καὶ τὰ ὄργανα δὲ ἐκεῖνα διὰ τοῦτο ἐπετέτραπτο τότε, διά τε τὴν ἀσθένειαν αὐτῶν, καὶ διὰ τὸ κιρνᾷν αὐτοὺς εἰς ἀγάπην καὶ συμφωνίαν, καὶ ἐγείρειν αὐτῶν τὴν διάνοιαν μεθ' ἡδονῆς ποιεῖν τὰ τὴν ὠφέλειαν παρεχόμενα, καὶ εἰς πολλὴν βούλεσθαι αὐτοὺς ἄγειν σπουδὴν διὰ τῆς τοιαύτης ψυχαγωγίας. Τὸ γὰρ βάναυσον αὐτῶν καὶ ῥᾴθυμον καὶ ἀναπεπτωκὸς σοφιζόμενος ὁ Θεὸς, ἀφ 55.498 υπνίζειν αὐτοὺς ταύτῃ μεθώδευσε τῇ σοφίᾳ, ἀνακεράσας τῷ πόνῳ τῆς προσεδρίας τὸ ἡδὺ τῆς