397
μελῳδίας. Τί δέ ἐστιν, Ἐν κυμβάλῳ σημασίας; Τοὺς ψαλμοὺς οὕτω φησίν. Οὐ γὰρ ἁπλῶς ἐκυμβάλιζον, οὐδὲ ἁπλῶς ἐκιθάριζον, ἀλλ' ὡς οἷόν τε ἦν, καὶ διὰ τῶν κυμβάλων, καὶ διὰ τῶν σαλπίγγων, καὶ διὰ τῶν τῆς κιθάρας ψαλμῶν τὰς σημασίας ἐνδεικνύμενοι· καὶ ἦν αὐτοῖς εἰς ταῦτα σπουδὴ καὶ πόνος πολὺ τὸ κέρδος φέρων. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Ἐπειδὴ γὰρ ἐκάλεσε τοὺς ἐξ οὐρανοῦ, ἐπειδὴ διήγειρε τὸν δῆμον, ἐπειδὴ τὰ ὄργανα ἅπαντα ἐκίνησεν, εἰς τὴν φύσιν πᾶσαν ἐκβαίνει λοιπὸν, πᾶσαν ἡλικίαν εἰς τὴν μελῳδίαν καλῶν, πρεσβύτας, ἄνδρας, νέους, ἐφήβους, γυναῖκας, ἅπαντας τοὺς τὴν οἰκουμένην οἰκοῦντας, καὶ ἐντεῦθεν ἤδη προκαταβαλλόμενος τῆς Καινῆς ∆ιαθήκης τὰ σπέρματα τοῖς πανταχοῦ γῆς ἐκτεταμένοις. Αἰνῶμεν τοίνυν τὸν Θεὸν διηνεκῶς, μὴ διαλείπωμεν ὑπὲρ ἁπάντων εὐχαριστοῦντες, καὶ διὰ ῥημάτων, καὶ διὰ τῶν πραγμάτων. Αὕτη γὰρ ἡμῶν θυσία καὶ προσφορὰ, αὕτη λειτουργία ἀρίστη καὶ ταῖς ἀγγελικαῖς πολιτείαις ἐοικυῖα. Κἂν διαμείνωμεν οὕτως αὐτὸν ἀνυμνοῦντες, καὶ τὸν παρόντα βίον ἀπροσκόπως ἀνύσομεν, καὶ τῶν μελλόντων ἀπολαυσόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.