Homilia in illud: Euntem autem illo

 δοκιμάζειν καὶ τὰ νοητὰ κατέχειν καὶ τὰ μὲν αἱρεῖσθαι, τῶν δὲ πόρρω γενέσθαι; 2.11 ὡς «δόκιμοι τραπεζῖται» τὸ καλὸν ἐκλεξώμεθα, «ἀπὸ παντὸς εἴδους πον

 πενίαν, ἀλλὰ μέτρησόν μοι τὰ δέοντα καὶ τὰ αὐτάρκη.» 4.8 σοφίας δὲ μᾶλλον ἐπεμελεῖτο. διὸ βοᾷ καὶ λέγει· «εἱλόμην αὐτὴν ἔχειν ἀντὶ» χρυσίου καὶ ἀργυρί

 «Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει, ἴδετε φῶς μέγα.» 6.9 καὶ ἄγγελοι οὖν αὐτῷ μαθητευόμενοι διακονοῦσι· «καὶ ἰδού», φησίν, «προσῆλθον ο

 ἐὰν δὲ λέγω Ἀδάμ, πᾶσα ἡ ἀνθρωπότης ἐστίν. 8.10 οὗτος οὖν ὁ πῶλος πρὸ τῆς τοῦ σωτῆρος ἐπιδημίας θηρίοις ἦν ὑποβεβλημένος καθὼς καὶ πρὸ τούτου ὑπεθέμεθ

δοκιμάζειν καὶ τὰ νοητὰ κατέχειν καὶ τὰ μὲν αἱρεῖσθαι, τῶν δὲ πόρρω γενέσθαι; 2.11 ὡς «δόκιμοι τραπεζῖται» τὸ καλὸν ἐκλεξώμεθα, «ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπεχόμεθα.» τοῖς οὖν καλοῖς ὡς ἀναγκαίοις προσέλ θωμεν, τοῖς δὲ ἀδιαφόροις ὅσον ἡ χρεία ἀπαιτεῖ. 2.12 ὁ γὰρ πλοῦτος τῷ ἰδίῳ λόγῳ οὐδὲ ἀγαθὸς οὔτε φαῦλος τυγχάνει, ἀλλὰ τῇ προαιρέσει τοῦ χρωμένου εἰς ἑκάτερα κρίνεται. 2.13 αὐτίκα ὁ μέγας Ἀβραὰμ πλούσιος σφόδρα ἐτύγχανεν, ἀλλ' οὐ διὰ τοῦτο τῆς ἀρετῆς ἐξέκλινεν. 2.14 ὁμοίως δὲ καὶ ὁ πτωχὸς Λάζαρος ἐν πενίᾳ ὢν εἰς ἀνδρείαν καὶ μεγαλοψυχίαν τῇ σοφίᾳ καὶ τῷ λογισμῷ ἐνηλείφετο. 2.15 οὐκοῦν, ὡς ἔφην, οὔτε ἡ πενία καλὸν οὔτε ὁ πλοῦτος φαῦλος, ἀλλ' ἡ χρῆσις μετὰ τῆς διαθέσεως τοῦ χρωμένου. 2.16 ἀμέλει τοῦ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων· τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός. τῷ μὲν γὰρ πιστῷ τὰ πάντα ὑποτέτακται καὶ δοῦλα τὰ πάντα τυγχάνει. ἐπειδὴ καὶ πάντων ἄρχει καὶ πάντων καταφρονεῖ. 2.17 ὁ δὲ ἄπιστος πάντων ἐστὶ δοῦλος κυριευόμενος ὑπὸ τοῦ μαμωνᾶ· μηδενὸς ἄρχων ἀλλὰ μᾶλλον ἀρχόμενος. 2.18 καὶ πάντα μὲν τὰ τοῦ θεοῦ ποιήματα καλά· ἡ δὲ τῶν χρωμένων διάθεσις πολὺ τὸ διάφορον ἔχει. 3.1 Ἀμέλει ὁ σοφὸς ἐκκλησιαστὴς μετὰ σοφίας τοῖς πᾶσι τὸν νοῦν ἑαυτοῦ ἐπιστήσας κατεσκέψατο καὶ διέγνω, πῶς πλούτῳ χρήσηται, πῶς πενίαν ἐνέγκῃ, πῶς νόσον ὑπομείνῃ, πῶς δὲ ὑγίειαν καταμίξῃ. αὗται δέ εἰσιν αἱ ἀρεταί, αἵτινες τὴν ἐπιμέλειαν τῷ ἀνθρωπίνῳ γένει ποιοῦνται. 3.2 ἀπεναντίως δὲ τοῖς εἰρημένοις ὁ μὴ σοφὸς διατεθήσεται. τοῦτο δέ ἐστι τὸ «περισπασμὸν πονηρὸν» δεδόσθαι «τοῖς υἱοῖς τῶν ἀνθρώπων» παρὰ τοῦ θεοῦ, ἵνα ἐκ τοῦ ἐπιπόνου μόχθου καὶ τῆς ἐν τοῖς ὁρωμένοις ἀμηχανίας ἐπὶ τὴν τοῦ θεοῦ πρόνοιαν καὶ σοφίαν κα ταφύγωσι. 3.3 τούτου χάριν «περισπασμὸν «πονηρὸν» δέδωκεν ὁ θεὸς τοῖς υἱοῖς τῶν ἀνθρώπων», τουτέστιν ἐπίπονον. 3.4 ὅτι δὲ τὸ «πονηρὸν» ἐπίπονόν ἐστιν, ἄκουε τὸ ἐν τῷ Ἰὼβ γεγραμμένον. φησὶ γάρ· «ἔπαισεν τὸν Ἰὼβ ἕλκει πονηρῷ», τουτέστιν ἐπιπόνῳ. καὶ αἱ πληγαὶ Αἰγύπτου πονηραὶ κέκληνται, τουτέστιν ἐπίπονοι. 3.5 ἵνα καὶ τὴν διάνοιαν ἑαυτῶν κινήσωσιν οἱ ἄνθρωποι ἐπὶ τὰ θεῖα λόγια καὶ ἐν τούτοις ἀεὶ φρονιμώ τεροι γενόμενοι, ἐπιστήσωσι τὸν νοῦν ἑαυτῶν τῷ ζῳοποιῷ πνεύματι. οἴδατε γάρ, ὅτι «τὸ μὲν γράμμα ἀποκτενεῖ, τὸ δὲ πνεῦμα ζῳοποιεῖ.» 3.6 πόνῳ οὖν καὶ ἀσκήσει τὴν τῆς ἀρετῆς ὠφέλειαν ἀσπασώμεθα. πόνῳ γὰρ τὸ καλὸν κατορθοῦται, ὡς καὶ ὁ μακάριος Παῦλος γράφει λέγων· «ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν πληγαῖς, ἐν ἀκαταστασίαις» καὶ τὰ ἑξῆς. 3.7 καὶ πάλιν ὁ αὐτός φησι· «πάντα στέγω, πάντα ὑπομένω,» «ἵνα μή τινα ἐκκοπὴν δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ.» 4.1 Ταῦτα δὲ προεθήκαμεν τῷ λόγῳ, ἐπειδὴ τὸ ἀνάγνωσμα δοκεῖ τινα ἔχειν λόγον. φησὶ γάρ· «πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ,» ἵνα τὸν Ἰησοῦν ἐπιβιβάσαντες τῷ πώλῳ ἄρξωνται πορεύεσθαι. τοῦτο δὲ ἡμᾶς τὸ εὐαγγελικὸν διδάσκει ῥητόν. 4.2 καὶ πόσα ὅλως οἱ ἀπόστολοι εἶχον ἑαυτῶν ἱμάτια, ὥστε τὰ μὲν αὐτῶν ἐπιρρίπτειν τῇ ὄνῳ, ἵνα ἐπιβιβάσωσι τὸν Ἰησοῦν, τὰ δὲ ὑποστρωννύειν ἐν τῇ ὁδῷ· ἀκτήμονες ἄνδρες καὶ τὰ πάντα καταλελοιπότες καὶ μετὰ τῶν ἄλλων πάντων καὶ ταύτην τὴν ἐντολὴν φυλάξαντες τὸ «μήτε δύο χιτῶνας ἔχειν;» 4.3 τίς δὲ καὶ ἡ τοσαύτη ὑδαρότης, ὥστε βαδίζοντος ὄνου μὴ θέλειν ἐπιβαίνειν χαμαί, ἀλλ' ἐπὶ ἱματίων; ταῦτα δὲ ἐκδιῃτημένων ἐστὶ καὶ τρυφώντων. 4.4 ἆρα καὶ ὁ Ἰησοῦς τρυφῇ ἐσχόλαζεν, ἵνα μὴ βουληθῇ ἐποχουμένου αὐτοῦ χαμαὶ πατεῖν τὴν ὄνον; ἀγαπητοί, οὐκ ἔστι τρυφώντων τὸ διδασκάλιον. 4.5 ἀλλ' οὐδὲ τῶν πώποτέ τις ἱστόρηται τοῦτο ποιήσας, οὐδὲ γὰρ ὁ παρ' Ἕλλησι Ναβουχοδονόσορ τοῦτο πεποίηκεν· οὐδὲ ὁ τοῦτον διαδεξάμενος Βαλτάσαρ· οὔτε μὴν ὁ μέγας Σολομών, ὅτε ἦν ἐν τῇ βασιλείᾳ αὐτοῦ. 4.6 προειρήκαμεν γάρ, ὅτι ἐγίνωσκε, «πῶς χρήσηται τῷ πλούτῳ, πῶς πενίαν ἐνέγκῃ» καὶ τὰ ἑξῆς. 4.7 αὐτοῦ γάρ ἐστιν ἀκοῦσαι λέγοντος· «κύριε, μή μοι δῷς πλοῦτον μηδὲ

2