Homilia in illud: Euntem autem illo

 δοκιμάζειν καὶ τὰ νοητὰ κατέχειν καὶ τὰ μὲν αἱρεῖσθαι, τῶν δὲ πόρρω γενέσθαι; 2.11 ὡς «δόκιμοι τραπεζῖται» τὸ καλὸν ἐκλεξώμεθα, «ἀπὸ παντὸς εἴδους πον

 πενίαν, ἀλλὰ μέτρησόν μοι τὰ δέοντα καὶ τὰ αὐτάρκη.» 4.8 σοφίας δὲ μᾶλλον ἐπεμελεῖτο. διὸ βοᾷ καὶ λέγει· «εἱλόμην αὐτὴν ἔχειν ἀντὶ» χρυσίου καὶ ἀργυρί

 «Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει, ἴδετε φῶς μέγα.» 6.9 καὶ ἄγγελοι οὖν αὐτῷ μαθητευόμενοι διακονοῦσι· «καὶ ἰδού», φησίν, «προσῆλθον ο

 ἐὰν δὲ λέγω Ἀδάμ, πᾶσα ἡ ἀνθρωπότης ἐστίν. 8.10 οὗτος οὖν ὁ πῶλος πρὸ τῆς τοῦ σωτῆρος ἐπιδημίας θηρίοις ἦν ὑποβεβλημένος καθὼς καὶ πρὸ τούτου ὑπεθέμεθ

«Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει, ἴδετε φῶς μέγα.» 6.9 καὶ ἄγγελοι οὖν αὐτῷ μαθητευόμενοι διακονοῦσι· «καὶ ἰδού», φησίν, «προσῆλθον οἱ ἄγγελοι καὶ διηκόνουν αὐτῷ.» καὶ πάντες αὐτῷ μαθητεύοντες χαίρουσιν· «ἤρξαντο» γάρ, φησίν, «οἱ ὄχλοι καὶ ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίρειν χαρὰν μεγάλην.» 7.1 Ζητῶ οὖν ἐπὶ τίνι χαίρουσιν οἱ μαθηταὶ καὶ αἱ θεῖαι δυνάμεις καὶ «χαίρουσιν αἰνοῦντες τὸν θεὸν φωνῇ μεγάλῃ.» 7.2 ἆρα ὅτι ὁ κύριος ἐπὶ ψιλοῦ ὀναρίου ἐκαθέσθη; καὶ διὰ τοῦτο χαίρουσιν οἱ μαθηταὶ καὶ αἱ θεῖαι δυνάμεις, ὅτι ὁ κύριος ἐπὶ ὀναρίου ἐπωχεῖτο; 7.3 τίς ἡ τοσαύτη ἀπειροκαλία; ἐάν τις ἐπὶ ὄνου καθεσθῇ, χαρᾶς ἄξιόν ἐστι; καὶ ἐπὶ τούτῳ τις ὀφείλει χαίρειν, καὶ ταῦτα οἱ τοῦ κυρίου μαθηταί; 7.4 ἐγὼ οὐκ οἶμαι διὰ τοῦτο χαίρειν τοῦ Ἰησοῦ τοὺς μαθητάς, μάλιστα καὶ ἀγγέλων συνόντων αὐτοῖς καθὼς ὑπεθέμεθα. ἐκεῖνοι γὰρ ἴσασι, διὰ ποῖα πράγματα χαίρουσι. 7.5 πάντως γὰρ ὁρῶσί τινα πράγματα, ἐφ' οἷς ἄξιον ἦν αὐτοῖς χαίρειν. πρόσχες γάρ, τί φησι τὸ εὐαγγέλιον· ὅτι ἔχαιρον «ἐπὶ πασῶν ὧν εἶδον δυνάμεων.» 7.6 εἰ δὲ δυνάμεις ἐθεώρουν οἱ μαθηταὶ ἐν τῷ ἐπικαθῆσθαι τῇ ὄνῳ τὸν Ἰησοῦν, οὐκ ἦν ψιλὸν τὸ πρᾶγμα, ἀλλὰ διὰ τῆς ἱστορίας ἐθεώρουν τινὰ μυστήρια καὶ δυνάμεις θείας. 7.7 ἄκουε γὰρ τοῦ σωτῆρος λέγοντος ὅτι «χαρὰ γίνεται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις οἵτινες οὐ χρείαν ἔχουσι μετανοίας.» 7.8 διὸ καὶ ἐν ἑτέρῳ ἐδίδασκεν αὐτοὺς λέγων ἐν παραβολαῖς· «ἄνθρωπός τις ἔχων ἑαυτοῦ ἑκατὸν πρόβατα, ἐὰν πλανηθῇ ἓν ἐξ αὐτῶν, οὐχὶ ἀφίησι τὰ ἐνενήκοντα ἐννέα τὰ μὴ πεπλανημένα καὶ πορεύεται ζητῶν τὸ πεπλανημένον; καὶ εὑρὼν αὐτὸ χαρᾷ χαίρει ἐπ' αὐτῷ μᾶλλον ἢ ἐπὶ τοῖς ἐνενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις.» τὰ γὰρ μὴ πεπλανημένα «χρείαν οὐκ ἔχουσι μετανοίας.» 7.9 οὗτος οὖν ὁ πῶλος καὶ «πρόβατον» καλεῖται καὶ «υἱὸς νεώτερος.» «πρόβατον» γάρ, φησί, «πλανώμενον ἐγενήθη ὁ λαός μου.» 7.10 καὶ πάλιν· «ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ.» καὶ· «ὁ υἱός μου οὗτος», «ὁ νεώτερος,» «ἀπολωλὼς ἦν καὶ εὑρέθη, νεκρὸς ἦν καὶ ἀνέζησεν.» 8.1 Ταῦτα οὖν πάντα εἰς ἑαυτὸν ἀναδεξάμενος ὁ κύριος· τὸν ἄνθρωπον ἐνεδύσατο καὶ «ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη» καὶ ἐπὶ ὀναρίου ἐπεκαθέσθη καὶ «ἀπέθανε» καὶ «ἐτάφη κατὰ τὰς γραφάς.» 8.2 καὶ τὸ μὲν σῶμα αὐτοῦ ἔκειτο ἐν τῷ μνημείῳ, ἡ δὲ θεότης ἐσκύλευσε τὸν ᾅδην. καὶ ἔλυσε τοὺς πεπεδημένους καὶ ἐλυτροῦτο τοὺς αἰχμαλώτους καὶ ἐζῳοποίει τοὺς τεθα νατωμένους. 8.3 διὰ γὰρ τοῦτο καὶ ἐπὶ τὸν σταυρὸν ἀνέρχεται θριαμβεύων τὸν ἐχθρὸν καὶ γενόμενος ὑπὲρ ἡμῶν κατάρα καὶ στεφανούμενος ὑπὲρ ἡμῶν ἐξ ἀκανθῶν, ἵνα τῆς γενόμενος καθ' ἡμῶν ἀποφάσεως ἐλευθερώσῃ. 8.4 λέλεκται δὲ τῷ Ἀδὰμ ὅτι «ἀκάνθας ἀνατελεῖ σοι» ἡ γῆ. διὸ τὸν ἐξ ἀκανθῶν στέφανον ἀναδέχεται καὶ κάλαμον τῇ δεξιᾷ χειρὶ κατέχειν παρεσκεύασαν, ἵνα διὰ τούτου τοῦ ὄφεως ῥᾳδίως τὴν ἀναίρεσιν ποιήσηται. 8.5 οὕτω γὰρ πάλιν ἀντὶ τοῦ ἰοῦ τοῦ ὄφεως, οὗ μετέλαβεν Ἀδὰμ ἐν τῷ παραδείσῳ, αὐτὸς ὑπὲρ ἡμῶν «χολὴν μετ' ὄξους» ποτίζεται· καὶ ἀντὶ τῆς πλευρᾶς, ἐξ ἧς ἐξῆλθεν Εὔα, αὐτὸς τὴν ἑαυτοῦ πλευρὰν παρέσχεν εἰς σφαγήν. 8.6 γυνὴ Εὔα, γυνὴ Μαρία, ἐξ ἧς ἐγεννήθη ὁ Χριστός. ἄνθρωπος ὁ Ἀδάμ, ἄνθρωπος, ὃν ἐφόρεσεν ὁ Χριστός. παράδεισος, ἐξ οὗ ἐξεβλήθη ὁ Ἀδάμ, παράδεισος, ὃν ἠνέῳξε τῷ λῃστῇ ὁ Χριστός. 8.7 οὗτος οὖν ὁ πῶλος «ὁ εἷς ἁμαρτωλός ἐστιν ὁ μετανοῶν,» ὃν ἔλυσεν ὁ κύριος «ἐκ τῶν τοῦ διαβόλου παγίδων», περὶ οὗ χαρὰ γίνεται οὐ μόνον ἐπὶ τῆς γῆς ἀλλὰ καὶ ἐν τοῖς οὐρανοῖς. 8.8 μετὰ οὖν τὸ λυθῆναι τὸν πῶλον ὑπὸ τῶν μαθητῶν φέρουσιν αὐτὸν πρὸς τὸν Ἰησοῦν καὶ «χαίρουσι χαρὰν μεγάλην.» ἔτι μὴν καὶ ἄγγελοι καὶ αἱ θεῖαι δυνάμεις χαίρουσιν ἐπὶ τῷ ἀπολωλότι καὶ εὑ ρεθέντι. 8.9 ὁ οὖν ἐπιμελῶς προσέχων τοῖς λεγομένοις καὶ τοὺς εὐαγγελικοὺς λόγους μυστικῶς ἀναγινώσκων ὄψεται ὡς ὁ πῶλος οὗτος ὁ ἁμαρτωλὸς Ἀδάμ ἐστιν.

4