Homilia in illud: Euntem autem illo

 δοκιμάζειν καὶ τὰ νοητὰ κατέχειν καὶ τὰ μὲν αἱρεῖσθαι, τῶν δὲ πόρρω γενέσθαι; 2.11 ὡς «δόκιμοι τραπεζῖται» τὸ καλὸν ἐκλεξώμεθα, «ἀπὸ παντὸς εἴδους πον

 πενίαν, ἀλλὰ μέτρησόν μοι τὰ δέοντα καὶ τὰ αὐτάρκη.» 4.8 σοφίας δὲ μᾶλλον ἐπεμελεῖτο. διὸ βοᾷ καὶ λέγει· «εἱλόμην αὐτὴν ἔχειν ἀντὶ» χρυσίου καὶ ἀργυρί

 «Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει, ἴδετε φῶς μέγα.» 6.9 καὶ ἄγγελοι οὖν αὐτῷ μαθητευόμενοι διακονοῦσι· «καὶ ἰδού», φησίν, «προσῆλθον ο

 ἐὰν δὲ λέγω Ἀδάμ, πᾶσα ἡ ἀνθρωπότης ἐστίν. 8.10 οὗτος οὖν ὁ πῶλος πρὸ τῆς τοῦ σωτῆρος ἐπιδημίας θηρίοις ἦν ὑποβεβλημένος καθὼς καὶ πρὸ τούτου ὑπεθέμεθ

πενίαν, ἀλλὰ μέτρησόν μοι τὰ δέοντα καὶ τὰ αὐτάρκη.» 4.8 σοφίας δὲ μᾶλλον ἐπεμελεῖτο. διὸ βοᾷ καὶ λέγει· «εἱλόμην αὐτὴν ἔχειν ἀντὶ» χρυσίου καὶ ἀργυρίου, «ὑπὲρ ὑγίειαν καὶ εὐμορφίαν ἠγάπησα αὐτήν.» 4.9 πόθεν δὲ καὶ τοσαῦτα ἱμάτια τοῖς μαθηταῖς, ὥστε ἀπὸ Βηθανίας ἕως εἰσέλθῃ εἰς Ἱεροσόλυμα ὑποστρωννύναι τῇ ὄνῳ βαδιζούσῃ; 5.1 Ἀλλὰ νύττει με ὁ λόγος ἐλθεῖν ἐπὶ τὴν ἀναγωγὴν καὶ ἐκζητῆσαι τὰ ἀποστολικὰ ἱμάτια. ἐπαναγάγωμεν οὖν ἑαυτοὺς ἐκ τῆς γῆς ὀλίγον. 5.2 φημὶ τοίνυν τὰ ὑποστρωννύμενα ἱμάτια <ἐν> τῇ ὁδῷ τὰ ἠθικὰ εἶναι παιδεύματα, ῥιπτόμενα ὑπὸ τοὺς πόδας αὐτοῦ. 5.3 ταῦτα δέ ἐστι τὸ «οὐ πορνεύσεις, οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου» καὶ τὰ τούτοις ὅμοια παραγγέλματα. 5.4 μηκέτι οὖν χαμαὶ πατῶμεν. ἱματίων γὰρ ἀποστολικῶν ἡμῖν ὑπεστρω μένων χαμαὶ πατεῖν οὐκ ὀφείλωμεν, ἵνα μὴ τοὺς πόδας ἑαυτῶν τῆς ψυχῆς μολύνωμεν ἀπὸ τοῦ χοῦ τῆς γῆς, ἀλλὰ καὶ ἐάν τις ἡμᾶς ἐπὶ τοῦτο προσ καλέσηται, εἴπωμεν αὐτῷ· «ἐνιψάμην τοὺς πόδας μου, πῶς μολυνῶ αὐτούς;» 5.5 καὶ τάχα διὰ τοῦτο νίπτει <ὁ> Ἰησοῦς τῶν μαθητῶν τοὺς πόδας, ἵνα, ἥνπερ εἶχον πρότερον κόνιν ἀποβαλόντες, μηκέτι χαμαὶ πατῶσι μηδὲ μολύνωσιν ἑαυτῶν τοὺς πόδας ἀπὸ τοῦ χοῦ τῆς γῆς, ἀλλὰ καθαροὶ γενόμενοι ἐπὶ ἱματίων ἐπιβαίνωσιν. 5.6 «ὡς ὡραῖοι» γάρ, φησίν, «οἱ πόδες τῶν εὐαγ γελιζομένων τὰ ἀγαθά.» περιζωσώμεθα οὖν καὶ ἡμεῖς «τὰς ὀσφύας τῆς διανοίας» ἡμῶν καὶ ὑποδησώμεθα «τοὺς πόδας ἡμῶν ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης.» 5.7 συνέβη γὰρ ἡμᾶς ποτε καὶ γῆς πειραθῆναι, ὅτε κατὰ τὸν καιρὸν τῆς αἰχμαλωσίας ἐξῃχμαλωτίσθημεν εἰς τὴν γῆν τῶν Χαλδαίων. διὰ τοῦτο γὰρ καὶ ὁ προφήτης στενάζων ἔλεγεν· «ἡ τρυφερά μου ἐπορεύθη ὁδοὺς τραχείας.» 5.8 πρὸ γὰρ τῆς παρουσίας τοῦ σωτῆρος πεῖραν ἔλαβεν ὁ ποῦς τῆς τρυφερᾶς ψυχῆς βαίνειν ἐπὶ τῆς γῆς. 5.9 ὅτε δὲ ἐπεδήμησεν ὁ κύριος καὶ σωτὴρ ἡμῶν Ἰησοῦς ὁ χριστὸς «κηρύξαι τοῖς αἰχμαλώτοις ἄφεσιν,» τότε ἔβαλεν «ὕδωρ εἰς τὸν νιπτῆρα» καὶ ἀποτίθεται «τὰ ἱμάτια» καὶ «λέντιον» περιζώννυται καὶ νίπτει «τῶν μαθητῶν τοὺς πόδας» καὶ μετὰ τὸ νίψαι αὐτῶν τοὺς πόδας ἐνδιδύσκεται «τὰ ἱμάτια αὐτοῦ» καὶ ἐνδεδυμένος συνεστιᾶται αὐτοῖς. 5.10 ὥστε διὰ τοῦτο ὑπ έστρωσαν τὰ ἱμάτια αὐτῶν οἱ μαθηταὶ ἐν τῇ ὁδῷ, ἵνα μὴ ἐπὶ τῆς γῆς βαίνωμεν, μηδὲ ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορευώμεθα, ἀλλ' ἀντὶ τοῦ τὸ στῆθος ἡμῶν ἐπὶ τῆς γῆς ἐπανακλίνεσθαι ἐπανακλίνωμεν μᾶλλον αὐτό, ὡς Ἰωάννης, ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ. 5.11 κἂν γὰρ ἔτι ἐπὶ τῆς γῆς ὁ τοιοῦτος διατρίβῃ, οὐκ ἔχει τοὺς πόδας συρομένους ἐπὶ τῆς γῆς, ἀλλ' ὡς ὁ Παῦλος ἐπὶ τῆς γῆς περιπατῶν «ἐν οὐρανοῖς τὸ πολίτευμα ἔχει.» 6.1 «Ἐπεκάθισαν» οὖν, φησί, «τὸν Ἰησοῦν ἐπὶ τὸν πῶλον.» «καὶ πορευομένου αὐτοῦ ὑπέστρωσαν τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ.» «οἱ δὲ ὄχλοι οἱ προ άγοντες αὐτὸν καὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες· ὠσαννὰ τῷ υἱῷ ∆αυίδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.» 6.2 θαῦμα καινὸν καὶ παράδοξον, ἀγαπητοί. ἆρα γὰρ πλῆθος ἦν μαθητῶν μετὰ τοῦ Ἰησοῦ, οὐχ οἱ δώδεκα ἦσαν μόνοι; καὶ πῶς πλῆθος ἐνταῦθα σημαίνει τὸ εὐαγγέλιον; 6.3 ἀλλὰ τάχα καὶ ἄγγελοι αὐτῷ συμπαρῆσαν καὶ δυνάμεις θεῖαι αὐτῷ ἐμαθήτευον; πρὸ γὰρ Πέτρου καὶ Ἰωάννου καὶ τῶν λοιπῶν Γαβριὴλ αὐτῷ μαθητεύεται. 6.4 αὐτὸς γάρ ἐστιν ὁ ἀποσταλεὶς πρὸς τὴν ἐκ σπέρματος ∆αυὶδ μεμνηστευμένην παρθένον Μαρίαν. αὐτός ἐστιν ὁ λέγων· «ἆρον τὸ παιδίον καὶ φεῦγε εἰς Αἴγυπτον.» 6.5 αὐτός ἐστιν ὁ εἰρηκώς· «πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι.» 6.6 αὐτός ἐστιν ὁ καὶ ἐν τῷ μνημείῳ ἀποκυλίσας τὸν λίθον. αὐτός ἐστιν ὁ καὶ ταῖς γυναιξὶν εὐαγγελισάμενος καὶ εἰπών· «οὐκ ἔστιν ὧδε, ὃν ζητεῖτε· ἀνέστη ἐκ τῶν νεκρῶν, ὥσπερ εἴρηκε.» 6.7 «δεῦτε», φησίν, «ἴδετε τὸν τόπον ὅπου ἔκειτο» ὁ κύριος. «ἰδοὺ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν, ἐκεῖ αὐτὸν ὄψεσθε.» 6.8 διὸ καὶ ὁ προφήτης πρὸ πολλοῦ βοᾷ λέγων·

3