Homilia in illud: Euntem autem illo

 δοκιμάζειν καὶ τὰ νοητὰ κατέχειν καὶ τὰ μὲν αἱρεῖσθαι, τῶν δὲ πόρρω γενέσθαι; 2.11 ὡς «δόκιμοι τραπεζῖται» τὸ καλὸν ἐκλεξώμεθα, «ἀπὸ παντὸς εἴδους πον

 πενίαν, ἀλλὰ μέτρησόν μοι τὰ δέοντα καὶ τὰ αὐτάρκη.» 4.8 σοφίας δὲ μᾶλλον ἐπεμελεῖτο. διὸ βοᾷ καὶ λέγει· «εἱλόμην αὐτὴν ἔχειν ἀντὶ» χρυσίου καὶ ἀργυρί

 «Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει, ἴδετε φῶς μέγα.» 6.9 καὶ ἄγγελοι οὖν αὐτῷ μαθητευόμενοι διακονοῦσι· «καὶ ἰδού», φησίν, «προσῆλθον ο

 ἐὰν δὲ λέγω Ἀδάμ, πᾶσα ἡ ἀνθρωπότης ἐστίν. 8.10 οὗτος οὖν ὁ πῶλος πρὸ τῆς τοῦ σωτῆρος ἐπιδημίας θηρίοις ἦν ὑποβεβλημένος καθὼς καὶ πρὸ τούτου ὑπεθέμεθ

ἐὰν δὲ λέγω Ἀδάμ, πᾶσα ἡ ἀνθρωπότης ἐστίν. 8.10 οὗτος οὖν ὁ πῶλος πρὸ τῆς τοῦ σωτῆρος ἐπιδημίας θηρίοις ἦν ὑποβεβλημένος καθὼς καὶ πρὸ τούτου ὑπεθέμεθα. θηρία δὲ λέγω πᾶσαν τὴν ἀντικειμένην δύναμιν καὶ αὐτὸν τὸν μεγαλοδαίμονα σατανᾶν. 9.1 Ὅτε οὖν ἐπεδήμησεν ὁ κύριος πρὸς ἡμᾶς καὶ «δέδωκεν ἡμῖν ἐξουσίαν ὥστε πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ,» τότε καὶ ἡμεῖς θαρροῦντες λέγωμεν σὺν τῷ προφήτῃ· «οὐ παραδώσεις τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι.» 9.2 «συνέθλασε» γὰρ <ὁ> κύριος «τὰς κεφαλὰς τῶν δρακόντων.» διὸ καὶ ὁ προφήτης βοᾷ λέγων· «ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.» 9.3 ἐκυρίευσαν οὖν οὗτοι, ὡς προεῖπον, τοῦ πώλου. καὶ οὗτοι ἦσαν οἱ δήσαντες αὐτὸν καὶ οἱ καταδουλώσαντες αὐτόν. 9.4 οἶμαι γὰρ καὶ τὸν προφήτην Ἠσαΐαν διὰ τοῦτο λέγειν· «λέων καὶ σκύμνος, λέοντες ἐκεῖθεν καὶ ἀσπίδες καὶ ἔκγονα ἀσπίδων πετώμενα, οἳ ἔφερον ἐπὶ ὄνων καὶ καμήλων τὸν πλοῦτον αὐτῶν.» 9.5 παιδεῦσαι οὖν ἡμᾶς βουλόμενος ὁ προφήτης τὰς ἀντικειμένας δυνάμεις διὰ τῶν θηρίων ἐγνώρισεν· αἵτινες ἀντικείμεναι δυνάμεις τὸν ἑαυτῶν ὀλέθριον πλοῦτον ἐφόρτιζον τὴν ἀνθρωπότητα. 9.6 τίς δέ ἐστιν ὁ πλοῦτος τοῦ διαβόλου; ἡ κακία καὶ ἡ εἰδωλολατρία καὶ ἡ ἡδονὴ καὶ ἡ ἀφροσύνη καὶ πᾶσα ἁμαρτία. 9.7 τοῦτον γὰρ αὐτὸν τὸν πλοῦτον ἡ ὄνος καὶ ὁ πῶλος κατὰ πολλὴν τὴν ἀνάγκην ἐβάσταζε καὶ ἐδέδετο τοῖς τῆς ἁμαρτίας δεσμοῖς. 9.8 οὐδὲν γὰρ ἁμαρτίας βαρύτερόν ἐστι. διὸ καὶ μολύβδῳ εἴκασται παρὰ τῷ προφήτῃ. ἀπὸ οὖν τούτων ἁπάντων Ἰησοῦς ἡμᾶς ἐπιδημήσας ἠλευθέρωσε καὶ ἀποφορτίσας τὸν ἐκείνων πλοῦτον καὶ λύσας ἐπεκαθέσθη τῷ πώλῳ. 9.9 διὸ καὶ οἱ μαθηταὶ ῥίπτουσιν ἐπ' αὐτόν τινα τῶν ἱματίων, τινὰ δὲ καὶ ὑποστρωννύουσιν ἐν τῇ ὁδῷ. 10.1 Ταῦτα δέ εἰσι τὰ ἠθικὰ παιδεύματα ὡς προείπομεν. χαίρουσιν οὖν οἱ μαθηταὶ χαρὰν μεγάλην. καὶ γὰρ κατὰ ἀλήθειαν χαρᾶς ἐστιν ἄξιον μεγάλης ἐπὶ τούτοις πᾶσιν, οἷς ὁ Ἰησοῦς ἐπιδημήσας εὐεργέτησε τὴν ἀνθρωπότητα. 10.2 ἐπιμεληθῶμεν οὖν καὶ ἡμεῖς τῶν τῆς διανοίας ὀφθαλμῶν καὶ γενώμεθα μαθηταὶ τῆς σοφίας, ὅπως ἴδωμεν τὰς δυνάμεις τὰς καθ' ἑκάστην ὥραν διακονούσας τῷ Ἰησοῦ. 10.3 τηλικούτων οὖν ἀγαθῶν καταξιωθέντες χαίρωμεν καὶ ἡμεῖς χαρὰν μεγάλην, διότι κατηξίωσεν ὁ κύριος καὶ σωτὴρ ἡμῶν Ἰησοῦς ὁ χριστὸς ἐπιδημῆσαι πρὸς ἡμᾶς καὶ παθεῖν ὑπὲρ ἡμῶν. 10.4 ἀνέστη τριήμερος ἐκ τῶν νεκρῶν σκυλεύσας τὸν ᾅδην, τὸν ἐχθρὸν καταπατήσας, τῆς θλιβούσης ἡμᾶς ἁμαρτίας τὰ δεσμὰ διαρρήξας. 10.5 διὸ καὶ «συνήγειρεν ἡμᾶς καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις,» «ἐν δεξιᾷ τῆς μεγαλωσύνης» τοῦ πατρός, «ὅπου πρόδρομος ὑπὲρ ἡμῶν ἀνῆλθεν αὐτὸς ὁ Χριστὸς» «αἰωνίαν λύτρωσιν εὑράμενος.» 10.6 εἴπωμεν οὖν καὶ ἡμεῖς μεγάλῃ τῇ φωνῇ· «ὠσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.» 10.7 προσκυνήσωμεν οὖν πατέρα σὺν υἱῷ καὶ ἁγίῳ πνεύματι· τρεῖς μὲν ὑποστάσεις κηρύττοντες μίαν θεότητα ὁμολογοῦντες. 10.8 ἀρετὴν προτιμήσωμεν, ἀγαπητοί, καὶ τοὺς ὑπὲρ ταύτης πόνους ἑκουσίως ἀσπασώμεθα· ἐγκράτειαν ἀσκήσωμεν, τῶν πτωχῶν μνημονεύσωμεν. 10.9 οὕτω γὰρ διάγοντες καὶ βασιλείαν οὐρανῶν κληρονομήσωμεν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

5