In illud: Profecti in pagum invenietis pullum alligatum

 οὕτω ζητῆσαι ἀκτημοσύνην καὶ θεοσέβειαν. 3.4 «ἐζήτησα» γὰρ φησὶν «ὃν ἠγάπησεν ἡ ψυχή μου, ἐζήτησα αὐτὸν καὶ εὗρον αὐτὸν καὶ εἰσήγαγον αὐτὸν εἰς οἶκον

 ἐπεδήμησεν ὁ σωτὴρ καταλιπὼν τὰ ἐνενήκοντα ἐννέα πρόβατα τὰ μὴ πεπλανημένα, ὅπως πορευθεὶς ζητήσῃ τὸ πεπλανημένον καὶ εὑρὼν αὐτὸ χαίρει ἐπ' αὐτῷ. συγχ

 πώλου κεχήνασι, πάντες περὶ αὐτὸν κάθηνται· οὐδεὶς αὐτοῦ ἀφίσταται. οὕτω τηλικοῦτός ἐστιν οὗτος ὁ πῶλος, ὡς πάντας αὐτοῦ τοὺς κυρίους τηρεῖν αὐτόν. 5.

 ἑαυτοῦ καὶ λύουσι τὸν πῶλον. εἶτα λύσας αὐτὸν καὶ φάτνην οἰκοδομεῖ αὐτῷ καὶ νομὴν αὐτῷ ἑτοιμάζει. 7.6 τοῦτο γὰρ καὶ ὁ προφήτης βουλόμενος δεῖξαι φησί·

 ἐλυτρώσατο λέγων· «ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν.» 8.9 ἐλευθερωθέντες οὖν ἀπὸ τῆς δουλείας τοῦ διαβόλου ἐπιγνῶμεν ἑαυτῶν τὸν εὐεργέτην. δοξάσωμεν τὸν πατ

οὕτω ζητῆσαι ἀκτημοσύνην καὶ θεοσέβειαν. 3.4 «ἐζήτησα» γὰρ φησὶν «ὃν ἠγάπησεν ἡ ψυχή μου, ἐζήτησα αὐτὸν καὶ εὗρον αὐτὸν καὶ εἰσήγαγον αὐτὸν εἰς οἶκον μητρός μου καὶ εἰς τὸ ταμίειον τῆς συλλαβούσης με.» 3.5 οὗτος δέ ἐστιν ὁ Χριστὸς ὁ σημαι νόμενος, «κύριος τῶν δυνάμεων,» ὁ διὰ τὰς ἡμετέρας ἁμαρτίας κατελθὼν ἐξ οὐρανοῦ καὶ συλληφθεὶς καὶ τεχθεὶς καὶ ἐν φάτνῃ ἀνακλιθείς, ἕως οὗ σώσῃ τὸ γένος τὸ ἀνθρώπινον. 3.6 οὕτω γὰρ φειδόμενος ἡμῶν ἀποστέλλει καὶ νῦν τοὺς ἑαυτοῦ μαθητὰς εἰς τὴν κατέναντι κώμην εἰπὼν πρὸς αὐτούς· «πορεύεσθε εἰς τὴν κατέναντι κώμην καὶ εὑρήσετε πῶλον δεδεμένον· λύσαντες ἀγάγετέ μοι.» 3.7 καὶ πορεύονται οἱ ἅγιοι ἀπόστολοι καὶ λύουσι τὸν πῶλον κατὰ τὰ κελευσθέντα αὐτοῖς ὑπὸ τοῦ κυρίου. 3.8 μεγάλων δέ ἐστιν ἀνδρῶν λῦσαι τὸν πῶλον τοῦτον, ἀγαπητοί. μεγάλων δέ φημι, οὐ τὴν σωματικὴν ἡλικίαν, ἀλλὰ μεγάλων ἐν πίστει, ἐν ἀγάπῃ, ἐν δικαιοσύνῃ, μεγάλων ἐν φρονήσει, ἐν ἀνδρείᾳ, ἐν ἀρετῇ. 3.9 ὁποῖος μαρτυρεῖται καὶ Μωϋσῆς γεγονέναι, ὡς ὅταν ὁ ἀπόστολος λέγῃ περὶ αὐτοῦ· «πίστει Μωϋσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς φαραώ.» ἀλλὰ καὶ προκόπτων Ἰσαὰκ μέγας ἐγένετο. 3.10 τῶν γὰρ οὕτω μεγάλων ἐστὶ λῦσαι τὸν πῶλον τοῦτον. καὶ εἴθε κἀγὼ τηλικοῦτος ἤμην, ὡς δυνηθῆναί με τῶν παρόντων λῦσαι τοὺς δεσμούς. 3.11 ἕκαστος γὰρ ἡμῶν δέδεται τοῖς τῆς ἁμαρτίας δεσμοῖς ὡς καὶ ἡ γραφὴ μαρτυρεῖ λέγουσα, ὅτι «σειραῖς τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται.» 3.12 εὐξώμεθα οὖν, ἵνα καὶ πρὸς ἡμᾶς ἀποστείλῃ ὁ Ἰησοῦς τοὺς ἑαυτοῦ μαθητάς, ὅπως καὶ ἡμᾶς λύσωσιν ἀφ' ὧν ἕκαστος ἡμῶν δέδεται δεσμῶν. 3.13 ὁ μὲν γὰρ ἡμῶν δέδεται φιλαργυρίᾳ, ὁ δὲ συμπέπλεκται πορνείᾳ· καὶ ἄλλος μὲν τῇ μέθῃ συν δέδεται, ἕτερος δὲ κεκράτηται ὑπὸ κενοδοξίας· καὶ ὃς μὲν ἀδικεῖ, ὃς δὲ ἁρπάζει τὰ τοῦ πλησίον καὶ τοῦ πένητος, ἄλλος δὲ τόκον ἐπὶ τόκῳ λαμβάνει. 3.14 καὶ τέλος πάντες ἠσθενήσαμεν ἐν ταῖς ἀδικίαις ἑαυτῶν καὶ χρῄζομεν τῆς παρὰ τοῦ σωτῆρος ἰάσεως· καὶ χρῄζομεν αὐτοῦ, ἵνα καὶ πρὸς ἡμᾶς ἀποστείλῃ τοὺς ἑαυτοῦ μαθητὰς καὶ λύσωσιν ἡμᾶς ἐκ τῶν τοῦ διαβόλου δεσμῶν. 3.15 οὕτω γάρ φησι πρὸς τοὺς μαθητάς· «πορεύεσθε εἰς τὴν κατέναντι κώμην καὶ εὑρήσετε πῶλον δεδεμένον· λύσαντες αὐτὸν ἀγάγετέ μοι.» 3.16 κώμην δὲ τὴν κατέναντι ὅταν ἀκού σῃς, τὸν περίγειον τόπον ὑπολάμβανε· ἡ γὰρ πόλις ἐστὶν ἐπουράνιος. 3.17 ὡς καὶ ὁ μακάριος Παῦλος γράφει λέγων· «οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν,» «ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός.» 3.18 καὶ πάλιν ὁ αὐτός φησιν· «οὐ γὰρ προσεληλύ θατε ψηλαφωμένῳ ὄρει καὶ κεκαυμένῳ πυρί, ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει.» 4.1 Τοιοῦτοι δὲ ἦσαν πάντες οἱ ἅγιοι καὶ ὅσιοι κατὰ τὸν Παῦλον πολι τευόμενοι ταύτης ὀρέγονται. ἄκουε γὰρ αὐτοῦ λέγοντος· «εἰ γὰρ ἐκείνης ἐμνημόνευον ἀφ' ἧς ἐξεβλήθησαν, εἶχον ἂν καιρὸν ἀνακάμψαι· νῦν δὲ κρείττονος ὀρέγονται, τουτέστιν ἐπουρανίου.» 4.2 τοιοῦτοι δὲ ἦσαν οἱ ἅγιοι ἀπόστολοι καὶ μαθηταὶ τοῦ κυρίου, οἵτινες μετὰ τοῦ Πέτρου λέγουσιν· «ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι.» 4.3 ἀποστέλλονται οὖν λῦσαι τὸν προειρημένον πῶλον. ἡ γὰρ τοῦ σωτῆρος ἡμῶν παρουσία καὶ φιλανθρωπία ἀνεκαλέσατο ἡμᾶς ἐκ τῆς κατέναντι κώμης εἰς τὴν ἐπουράνιον πόλιν, τὴν ἄνω Ἰερουσαλήμ. 4.4 οἶμαι γὰρ ὅτι διὰ τὴν γενομένην τοῦ Ἀδὰμ παρακοὴν ἐξεβλήθημεν ἐκ τοῦ παραδείσου καὶ εἰς κώμην τὴν κατέναντι ἀπῳκίσθημεν. 4.5 «ἐξέβαλε» γάρ φησιν «ὁ θεὸς τὸν Ἀδὰμ καὶ κατῴκισεν αὐτὸν ἀπέναντι τοῦ παραδείσου τῆς τρυφῆς.» καὶ ὧδε οὖν εἰς τὴν κατέναντι κώμην ἀποστέλλονται οἱ μαθηταὶ ὑπὸ τοῦ Ἰησοῦ λῦσαι τὸν προλεχθέντα πῶλον. 4.6 καὶ ὅρα μήποτε διὰ τὸν ἐκβληθέντα ἀπέναντι τοῦ παραδείσου οἱ μαθηταὶ ἀποστέλλονται εἰς τὴν κατέναντι κώμην ὑπὸ τοῦ Ἰησοῦ λῦσαι τὸν πῶλον τοῦτον. 4.7 διὰ γὰρ τοῦτο

2