In illud: Profecti in pagum invenietis pullum alligatum

 οὕτω ζητῆσαι ἀκτημοσύνην καὶ θεοσέβειαν. 3.4 «ἐζήτησα» γὰρ φησὶν «ὃν ἠγάπησεν ἡ ψυχή μου, ἐζήτησα αὐτὸν καὶ εὗρον αὐτὸν καὶ εἰσήγαγον αὐτὸν εἰς οἶκον

 ἐπεδήμησεν ὁ σωτὴρ καταλιπὼν τὰ ἐνενήκοντα ἐννέα πρόβατα τὰ μὴ πεπλανημένα, ὅπως πορευθεὶς ζητήσῃ τὸ πεπλανημένον καὶ εὑρὼν αὐτὸ χαίρει ἐπ' αὐτῷ. συγχ

 πώλου κεχήνασι, πάντες περὶ αὐτὸν κάθηνται· οὐδεὶς αὐτοῦ ἀφίσταται. οὕτω τηλικοῦτός ἐστιν οὗτος ὁ πῶλος, ὡς πάντας αὐτοῦ τοὺς κυρίους τηρεῖν αὐτόν. 5.

 ἑαυτοῦ καὶ λύουσι τὸν πῶλον. εἶτα λύσας αὐτὸν καὶ φάτνην οἰκοδομεῖ αὐτῷ καὶ νομὴν αὐτῷ ἑτοιμάζει. 7.6 τοῦτο γὰρ καὶ ὁ προφήτης βουλόμενος δεῖξαι φησί·

 ἐλυτρώσατο λέγων· «ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν.» 8.9 ἐλευθερωθέντες οὖν ἀπὸ τῆς δουλείας τοῦ διαβόλου ἐπιγνῶμεν ἑαυτῶν τὸν εὐεργέτην. δοξάσωμεν τὸν πατ

πώλου κεχήνασι, πάντες περὶ αὐτὸν κάθηνται· οὐδεὶς αὐτοῦ ἀφίσταται. οὕτω τηλικοῦτός ἐστιν οὗτος ὁ πῶλος, ὡς πάντας αὐτοῦ τοὺς κυρίους τηρεῖν αὐτόν. 5.13 ἆρα, εἰ ἦν αἰσθητὸς οὗτος, οἱ κύριοι αὐτοῦ παρεκαθέζοντο αὐτῷ καὶ ὀνάριον αἰσθητὸν πολλῶν κυρίων γίνεται κτῆμα καὶ πάντες οἱ κεκτημένοι αὐτῷ παρακαθέζονται; οὐδεὶς αὐτῶν πραγμα τεύεται; οὐδεὶς αὐτῶν ἐν ἀγορᾷ βαδίζει; ἄλλο ἔργον οὐκ ἔχουσιν, ἀλλὰ πάντες αὐτῶν ὁμοῦ περὶ αὐτὸ ἠσχόληνται; 5.14 ἢ ὀνάριον αἰσθητὸν ἐπὶ ἀμφόδου δέδεται· ἔπαυλιν οὐκ ἔχει· φάτνην οὐκ ἔχει· εἰς ἀγορὰν οὐκ ἀπέρχεται· ἀλλὰ πῶλος αἰσθητὸς ἐπὶ ἀμφόδου δέδεται καὶ πάντες οἱ κύριοι αὐτοῦ αὐτῷ παρακαθέζονται τηροῦντες αὐτόν; 5.15 ταῦτα λέγων οὐκ ἀναιρῶ τὴν ἱστορίαν· οὐ γὰρ ἀναιροῦμεν τὸ γράμμα διὰ τὸ πνεῦμα, ἀλλὰ σῴζομεν τὴν τοῦ πνεύματος δύναμιν διὰ τοῦ γράμματος. 6.1 Ἀληθῶς ἐπὶ ὀναρίου αἰσθητοῦ ὁ κύριος ἐπεκαθέσθη εἰσερχόμενος ἀπὸ Βηθανίας εἰς Ἱεροσόλυμα. οὕτω γὰρ καὶ Ζαχαρίας προφητεύει λέγων· «εἴπατε τῇ θυγατρὶ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου.» 6.2 τῆς οὖν ἱστορίας ἀληθευούσης ζητῶ τὰ ἐν αὐτῇ καταχωρισθέντα πράγματα· ζητοῦμεν τὸν ἐναποκείμενον ἡμῖν θησαυρόν, ζητοῦμεν τοῦ πνεύματος τὴν δύναμιν. οὐ γὰρ ψιλῇ ἱστορίᾳ προσέχομεν· Ἰουδαίων γὰρ ἡ τοιαύτη ἀπόνοια. 6.3 ἀμέλει ὁ κύριος καὶ σωτὴρ ἡμῶν Ἰησοῦς ὁ χριστὸς διελέγχων αὐτῶν τὴν ἄνοιαν ἔφησεν· «ἐρευνᾶτε τὰς γραφάς, ὅτι ἐν αὐταῖς δοκεῖτε ζωὴν αἰώνιον ἔχειν,» ἀλλ' Ἰουδαῖοι μὲν ψιλῷ τῷ γράμματι προσέχοντες ἐλιμοκτονήθησαν. 6.4 εἰδότες οὖν, ἀγαπητοί, ὅτι «τὸ μὲν γράμμα ἀποκτενεῖ, τὸ δὲ πνεῦμα ζῳοποιεῖ,» οὐ μόνον τῇ ἱστορίᾳ τῶν γραφῶν ἐξακολουθοῦμεν, οὐδὲ ὡς Ἰουδαῖοι ψιλῷ τῷ γράμματι προσέχομεν, ἀλλ' ὡς γέγραπται «ἐρευνᾶν τὰς γραφὰς» ὀφείλομεν, ἵν' οὕτω τὴν ἐκ τούτων μαρτυρίαν περὶ τοῦ Ἰησοῦ καταλαβεῖν δυνηθῶμεν. 6.5 γελάσουσι γὰρ καὶ Ἕλληνες καθ' ἡμῶν λέγον τες, ὅτι ὁ θεὸς τῶν Χριστιανῶν, ὁ καλούμενος Χριστός, εἰς ὀνάριον ἐπεκα θέσθη. 6.6 καὶ ἡμεῖς μὲν οὐκ ἀμφιβάλλομεν οὐδὲ ἀρνούμεθα αὐτοῦ τὴν ἐν σώματι παρουσίαν. διὰ γὰρ τοῦτο ἐπεδήμησεν, ἵνα τὸ ἀπολωλὸς ζητήσας εὕρῃ καὶ τὸ πλανώμενον ἐπιστρέψῃ. 6.7 οὕτω γὰρ καὶ διὰ τοῦ προφήτου βοᾷ λέγων· «ἐπιστρέψατε, υἱοὶ ἐπιστρέφοντες, κἀγὼ ἰάσομαι τὰ συντρίμματα ὑμῶν.» πράγματα οὖν ἐστι τὰ σημαινόμενα ἐν ταῖς θείαις γραφαῖς, ἀγαπητοί. 6.8 μέγας ἐστὶν οὗτος ὁ πῶλος, ὃς καὶ ἀλλαχοῦ λέγεται «υἱὸς νεώτερος.» καὶ γὰρ ὁ πῶλος ὄνος ἐστὶ νέος. καὶ ἡμεῖς οὖν ἐσμὲν ὁ πῶλος. 6.9 ἐὰν δὲ λέγω «ἡμεῖς», πᾶσα ἡ ἀνθρωπότης ἐστίν. ὅντινα ἄνθρωπον οἱ αἰχμαλωτεύσαντες πρὸ τούτου κύριοι, αὐτοὶ ἔδησαν δεσμοῖς ἀλύτοις καὶ ἕκαστος αὐτῶν δεσμὸν ἐπὶ δεσμὸν κατέδησαν. 6.10 καὶ σφοδρῶς αὐτὸν ἠσφαλίσαντο καὶ ὡς οἶμαι, ὅτι καὶ τοὺς πόδας αὐτοῦ κατέδησαν μὴ συγχω ροῦντες αὐτῷ διαβῆναι ἐπὶ τὰ βελτίω. ἀλλ' ὁ φιλάνθρωπος τοῦ θεοῦ υἱὸς ὁ διὰ τοῦτο ἐπιδημήσας κελεύει τοῖς μαθηταῖς αὐτοῦ εἰπὼν πρὸς αὐτούς· 6.11 «πορεύεσθε εἰς τὴν κατέναντι κώμην καὶ εὑρήσετε πῶλον δεδεμένον· λύσαντες ἀγάγετέ μοι.» 7.1 Πολλὰ οὖν παρέσχεν ἡμῖν ἀγαθὰ ὁ κύριος, ἀγαπητοί. οὐ μόνον γὰρ τοὺς δεσμοὺς ἡμῶν, τοὺς ἀπὸ τῆς ἁμαρτίας, ἔλυσεν. 7.2 ἀλλὰ καὶ «ἐξουσίαν ἡμῖν ἔδωκε πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.» 7.3 ἦν γὰρ ὁ διάβολος καὶ «οἱ κοσμοκράτορες τοῦ σκότους τούτου» λαβόντες ἡμᾶς αἰχμαλώτους καὶ δήσαντες ἡμᾶς προκόπτειν οὐκ ἐπέτρεπον καὶ δεσμοῖς ἀλύτοις δήσαντες οὐ συνεχώρουν βαδίζειν τῇ ὁδῷ τῇ ἀγαθῇ οὐδ' οὕτως ἡμῶν ἀφίσταντο. 7.4 ἀλλὰ καὶ δεδεμένους ἡμᾶς ἐσχηκότες πάλιν περιεκάθηντο, ὠμοί τινες ὄντες καὶ ἄγριοι δεσπόται. ἀλλ' ὁ κύριος καὶ σωτὴρ ἡμῶν Ἰησοῦς ὁ χριστὸς ἐπεδήμησε «κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν.» 7.5 ἀμέλει ἀποστέλλει τοὺς μαθητὰς

4