In illud: Profecti in pagum invenietis pullum alligatum

 οὕτω ζητῆσαι ἀκτημοσύνην καὶ θεοσέβειαν. 3.4 «ἐζήτησα» γὰρ φησὶν «ὃν ἠγάπησεν ἡ ψυχή μου, ἐζήτησα αὐτὸν καὶ εὗρον αὐτὸν καὶ εἰσήγαγον αὐτὸν εἰς οἶκον

 ἐπεδήμησεν ὁ σωτὴρ καταλιπὼν τὰ ἐνενήκοντα ἐννέα πρόβατα τὰ μὴ πεπλανημένα, ὅπως πορευθεὶς ζητήσῃ τὸ πεπλανημένον καὶ εὑρὼν αὐτὸ χαίρει ἐπ' αὐτῷ. συγχ

 πώλου κεχήνασι, πάντες περὶ αὐτὸν κάθηνται· οὐδεὶς αὐτοῦ ἀφίσταται. οὕτω τηλικοῦτός ἐστιν οὗτος ὁ πῶλος, ὡς πάντας αὐτοῦ τοὺς κυρίους τηρεῖν αὐτόν. 5.

 ἑαυτοῦ καὶ λύουσι τὸν πῶλον. εἶτα λύσας αὐτὸν καὶ φάτνην οἰκοδομεῖ αὐτῷ καὶ νομὴν αὐτῷ ἑτοιμάζει. 7.6 τοῦτο γὰρ καὶ ὁ προφήτης βουλόμενος δεῖξαι φησί·

 ἐλυτρώσατο λέγων· «ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν.» 8.9 ἐλευθερωθέντες οὖν ἀπὸ τῆς δουλείας τοῦ διαβόλου ἐπιγνῶμεν ἑαυτῶν τὸν εὐεργέτην. δοξάσωμεν τὸν πατ

ἐπεδήμησεν ὁ σωτὴρ καταλιπὼν τὰ ἐνενήκοντα ἐννέα πρόβατα τὰ μὴ πεπλανημένα, ὅπως πορευθεὶς ζητήσῃ τὸ πεπλανημένον καὶ εὑρὼν αὐτὸ χαίρει ἐπ' αὐτῷ. συγχαίρουσι δὲ καὶ οἱ ἄγγελοι «ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.» 4.8 ζητητέον δὲ εἰ μόνοι τῆς τοῦ πώλου διακονίας ἕνεκεν ἀπεστάλησαν οἱ μαθηταὶ εἰς τὴν κατέναντι κώμην. οἶδα γὰρ ὅτι πρὸ τῶν ἀποστόλων ἀόρατοι δυνάμεις διηκόνουν τῷ Ἰησοῦ. 4.9 ἴσως οὖν καὶ αὐτὰς τὰς δυνάμεις μαθητευομένας αὐτῷ ὁ κύριος ἀπέστειλεν ἅμα τοῖς περὶ τὸν Πέτρον εἰς τὴν κατέναντι κώμην λῦσαι τὸν πῶλον. 4.10 ἄκουε γὰρ τοῦ εὐαγγελιστοῦ περὶ τοῦ κυρίου λέγοντος· «καὶ ἰδού» φησιν «ἄγγελοι ἐλθόντες διηκόνουν αὐτῷ.» περὶ δὲ τῆς ἀνθρωπότητος βοᾷ ∆αυὶδ λέγων· «ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος, ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς.» 4.11 μηδεὶς τοίνυν ἐν σώματι διατρίβων καὶ εἰς τὸν βίον τοῦτον περισπώμενος νομιζέτω ὅτι ἔνδον ἐστὶ πόλεως. οὐ δύναται γὰρ ὁ «τὰ τῆς σαρκὸς φρονῶν» ἐν ταύτη τῇ μεγάλῃ πόλει εὑρεθῆναι, ἀλλ' ἐν κώμῃ ἔτι διατρίβει ὁ τοιοῦτος. 4.12 «τὸ» γὰρ «φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν ἐστιν.» εἰδέναι οὖν δεῖ, ὅτι ὁ κώμην οἰκῶν οὐ πολιτεύεται τῇ ψυχῇ, οὐ στρατηγεῖ τῇ γνώμῃ, οὐκ ἄρχει ἑαυτοῦ· πόλεως γὰρ μεγάλης ἀληθῶς ταῦτα ἴδια. 4.13 ὅταν γάρ τις ἐν ἀρετῇ πολιτεύηται καὶ σωφροσύνην στρατηγήσῃ καὶ σοφίαν βουλεύσηται καὶ ἐγκρατείας ἄρξῃ, τότε τῶν ἁγίων μιμητὴς γενήσεται. 4.14 οἱ γὰρ ἅγιοι «οὐκ ἔχουσιν ὧδε μένουσαν πόλιν, ἀλλ'« ὡς προεῖπον «τὴν μέλλουσαν ἐπιζητοῦσιν,» «ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός.» 4.15 ἄκουε γὰρ τοῦ ἀποστόλου λέγον τος· ἐπὶ τῆς γῆς «περιπατοῦντες» ἐν οὐρανοῖς τὸ πολίτευμα ἔχομεν. καὶ ὑμῶν δὲ «τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπαρχέτω,» ἀγαπητοί. 4.16 σημαίνει γὰρ ὁ ἅγιος Παῦλος διὰ τοῦτο ἐπὶ γῆς «περιπατοῦντες» τὴν προκοπὴν τὴν γενομένην τοῖς μετὰ τὰ ἐνθάδε ἐν οὐρανῷ πολιτεύεσθαι μέλλουσι. 5.1 Πορευθέντες οὖν οἱ μαθηταὶ ἔλυσαν τὸν πῶλον. μαθητῶν γὰρ ἔργον ἐστὶ τὸ λῦσαι τὸν πῶλον τοῦτον καὶ μαθητῶν δυναμένων ποιεῖν τὰ ὑπὸ τοῦ διδασκάλου λεγόμενα. 5.2 πολλοὶ γὰρ δοκοῦντες εἶναι τοῦ Ἰησοῦ μαθηταί, οὐχ ὅπως τὰ ὑπ' αὐτοῦ λεγόμενα ποιῶσιν, ἀλλὰ καὶ ἐπιβουλεύουσι τῷ διδασκάλῳ ὡς ὁ τρισάθλιος καὶ προδότης Ἰούδας. 5.3 πηλίκος δέ ἐστιν ὁ πῶλος οὗτος, ἀγαπητοί, ὡς μὴ ἕνα κύριον ἔχειν ἀλλὰ πολλούς; εἶπον γὰρ πρὸς τοὺς μαθητὰς οἱ κύριοι τοῦ πώλου· «τί λύετε τὸν πῶλον;» 5.4 ἆρα εἰ ἦν αἰσθητὸς ὁ πῶλος οὗτος, οὐκ ἤρκει ἕνα κύριον αὐτῷ παρακαθέζεσθαι; νῦν δὲ πολλοὶ αὐτοῦ εἰσι κύριοι κατὰ τὸ εὐαγγέλιον. «εἶπον» γάρ φησιν «οἱ κύριοι αὐτοῦ πρὸς τοὺς μαθητάς· τί λύετε τὸν πῶλον;» 5.5 ἴσως γὰρ ἐροῦσι πρὸς αὐτούς· οὐχ ὁρᾶτε πόσοι αὐτῷ παρακαθεζόμεθα; πῶς δεδεμένος ἐστίν; πῶς ἐσχήκαμεν αὐτὸν ἔκδοτον; τί ἀποσπᾶτε ἀφ' ἡμῶν τὴν ἐργασίαν ἡμῶν; τί λύετε τὴν προσδοκίαν ἡμῶν; 5.6 ἔτι οὗτος ἡμῖν ὑπολέλειπται καὶ τούτου ἡμᾶς ἀποστῆσαι βούλεσθε; ἐὰν οὗτος λυθῇ ἀπὸ τῶν δεσμῶν, ἡμεῖς ἀντ' αὐτοῦ δεσμευόμεθα· τούτου γὰρ ἐλευθερουμένου ἡμεῖς καταδι καζόμεθα. 5.7 ἐφοβοῦντο τοιγαροῦν οἱ ἀλιτήριοι δαίμονες ὁρῶντες λυόμενον τὸν πῶλον. ἐταράσσοντο ἐν ἑαυταῖς αἱ ἀντικείμεναι δυνάμεις, αἵτινες ᾐχμαλώτευσαν ἡμᾶς. 5.8 ἀλλ' ὅτε ἐπεδήμησεν ὁ κύριος καὶ σωτὴρ ἡμῶν Ἰησοῦς ὁ χριστὸς καὶ ἐπέγνωσαν αὐτοῦ τὴν παρουσίαν, ἐφοβήθησαν ἀκούσαντες· «ὑπάγετε εἰς τὸ σκότος τὸ ἐξώτερον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.» 5.9 ἐφοβήθησαν ἀκούσαντες. «ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.» 5.10 ἐφοβήθησαν ἀκούσαντες· «πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος.» 5.11 ἐφοβήθησαν μὴ οὗτός ἐστιν ὁ καὶ τὸ σκότος καταλάμπων. ἤκουσαν γὰρ τοῦ προφήτου λέγοντος· «Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει, ἴδετε φῶς μέγα.» 5.12 πάντες οὖν περὶ τοῦ

3