In illud: Profecti in pagum invenietis pullum alligatum

 οὕτω ζητῆσαι ἀκτημοσύνην καὶ θεοσέβειαν. 3.4 «ἐζήτησα» γὰρ φησὶν «ὃν ἠγάπησεν ἡ ψυχή μου, ἐζήτησα αὐτὸν καὶ εὗρον αὐτὸν καὶ εἰσήγαγον αὐτὸν εἰς οἶκον

 ἐπεδήμησεν ὁ σωτὴρ καταλιπὼν τὰ ἐνενήκοντα ἐννέα πρόβατα τὰ μὴ πεπλανημένα, ὅπως πορευθεὶς ζητήσῃ τὸ πεπλανημένον καὶ εὑρὼν αὐτὸ χαίρει ἐπ' αὐτῷ. συγχ

 πώλου κεχήνασι, πάντες περὶ αὐτὸν κάθηνται· οὐδεὶς αὐτοῦ ἀφίσταται. οὕτω τηλικοῦτός ἐστιν οὗτος ὁ πῶλος, ὡς πάντας αὐτοῦ τοὺς κυρίους τηρεῖν αὐτόν. 5.

 ἑαυτοῦ καὶ λύουσι τὸν πῶλον. εἶτα λύσας αὐτὸν καὶ φάτνην οἰκοδομεῖ αὐτῷ καὶ νομὴν αὐτῷ ἑτοιμάζει. 7.6 τοῦτο γὰρ καὶ ὁ προφήτης βουλόμενος δεῖξαι φησί·

 ἐλυτρώσατο λέγων· «ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν.» 8.9 ἐλευθερωθέντες οὖν ἀπὸ τῆς δουλείας τοῦ διαβόλου ἐπιγνῶμεν ἑαυτῶν τὸν εὐεργέτην. δοξάσωμεν τὸν πατ

ἑαυτοῦ καὶ λύουσι τὸν πῶλον. εἶτα λύσας αὐτὸν καὶ φάτνην οἰκοδομεῖ αὐτῷ καὶ νομὴν αὐτῷ ἑτοιμάζει. 7.6 τοῦτο γὰρ καὶ ὁ προφήτης βουλόμενος δεῖξαι φησί· «κύριος ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει. εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με, τὴν ψυχήν μου ἐπέστρεψε.» 7.7 καὶ πάλιν· «ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.» 7.8 στραφέντες οὖν λοιπὸν εὐαισθητότεροι γενώμεθα καὶ ἀναγνωρίσωμεν ἑαυτῶν τὸν εὐεργέτην καὶ τὰ ὑπ' αὐτοῦ δεδομένα ἡμῖν ἀγαθὰ προθύμως δεξώμεθα. 7.9 οὕτω γὰρ εὐχαριστοῦντες δυνάμεθα λέγειν σὺν τῷ ∆αυίδ· «ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξεναντίας τῶν θλιβόντων με.» 7.10 τοιοῦτον γάρ ἐστι καὶ τό· «ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ.» καὶ τάχα διὰ τοῦτον τὸν πῶλον ὁ Ἰησοῦς ἐπὶ φάτνης ἀνακλίνεται. 7.11 ἆρα γὰρ τόπον οὐκ εἶχεν ὁ Ἰωσήφ; ἀνὴρ εὐγενὴς ὑπάρχων, ἀνὴρ ἀπὸ γένους βασιλικοῦ καταγόμενος, υἱὸς ∆αυὶδ χρηματίζων καὶ τόπον οὐκ εἶχεν εἰ μὴ τὸ κατάλυμα, ἄλλος οὐχ ὑπῆρχε τόπος; ἢ δηλονότι πράγματα θεῖα ἦν τὰ οἰκονομούμενα. 7.12 ἀμέλει καὶ τότε πάλιν ὁ ἀντίδικος ἡμῶν διάβολος ὁρῶν τὰ κατορθούμενα τῷ τῶν ἀνθρώπων γένει συνήθως ἐφθόνησε. 7.13 νομίσας γὰρ ἕνα τῶν πάντων εἶναι τὸν κύριον παρασκευάζει τὸν Ἡρώδην ζητῆσαι τὸν τεχθέντα ἀληθινὸν βασιλέα, ὅπως αὐτὸν ἀπολέσῃ. 7.14 ἴδιον γάρ ἐστι τοῦ παμμιάρου καὶ παγκακίστου τὸ ἀπολλύειν καὶ ἀποκτένειν· τοῦ δὲ Ἰησοῦ ἴδιόν ἐστι τὸ σῴζειν καὶ τὸ περιποιεῖσθαι. 7.15 φείδεται γὰρ τῶν ἑαυτοῦ κτισμάτων, ἐπειδὴ καὶ «πάντα δι' αὐτοῦ ἐγένετο.» ἐπιζητήσωμεν τοιγαροῦν τὸν ἀληθινὸν βασιλέα, τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν χριστόν. 7.16 ἐξετάσωμεν ἑαυτούς, εἰ ἐλύθησαν ἡμῶν οἱ δεσμοί. καὶ εἰ λελυμένοι εἰσί, προκόψωμεν ἐπὶ τὰ βελτίω. εἰ δὲ μήπω λέλυνταί σοι οἱ δεσμοί, ἐπίδος σεαυτὸν τοῖς μαθηταῖς τοῦ Ἰησοῦ. 7.17 θάρσει γάρ· πάρεισι καὶ νῦν οἱ λύοντες ἡμᾶς. ἐξουσίαν ταύτην εἰληφότες παρὰ τοῦ σωτῆρος, ὅτι «ὃ ἐὰν δήσητε ἐπὶ τῆς γῆς ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσητε ἐπὶ τῆς γῆς ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς.» 7.18 καὶ πάλιν· «ἐάν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφέωνται αὐτοῖς.» «μακάριοι» τοιγαροῦν «ὧν ἀφέθησαν αἱ ἁμαρτίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἀνομίαι.» 8.1 Εἶπον οὖν οἱ κύριοι τοῦ πώλου πρὸς τοὺς μαθητάς· «τί λύετε τὸν πῶλον;» οἱ δὲ ἀποκριθέντες εἶπον, «ὅτι ὁ κύριος αὐτοῦ χρείαν ἔχει.» 8.2 ὁρᾷς τῶν μαθητῶν τὴν σοφὴν ἀπόκρισιν. ἀκούσαντες γὰρ οἱ ψευδεῖς κύριοι τοῦ πώλου ὅτι ὁ ὄντως καὶ ἀληθὴς κύριος αὐτοῦ χρείαν ἔχει δεύτερον οὐκ ἀποκρίνονται. 8.3 ἀλλὰ νῶτα δίδωσιν, οὐκέτι πρὸς τὰ λεγόμενα ἀποκρινόμενοι, εὐθὺς γοῦν σπεύδουσι πρὸς τὸν ἄρχοντα ἑαυτῶν τὸν διάβολον ἀπαγγεῖλαι αὐτῷ τὰ συμβεβηκότα. καὶ ὁρᾷς ἐκεῖ θόρυβον καὶ σκέψιν καὶ συμβούλιον κατὰ τοῦ κυρίου γενόμενον. 8.4 συνάγεται γὰρ ἐκεῖ πᾶσα ἡ ἀντικειμένη δύναμις καὶ γίνεται ἐκκλησία πονηρευομένων, ὅπως πληρωθῇ τὸ εἰρημένον διὰ τοῦ προφήτου λέγοντος· «παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ.» 8.5 λέγουσι γὰρ πρὸς τὸν διάβολον οἱ ἀλιτήριοι δαίμονες· τί ποιοῦμεν; ὁ πῶλος λέλυται. ἀπῆλθε γὰρ πρὸς τὸν κύριον ἑαυτοῦ· οὐκέτι σου ἐστὶν ὑποχείριος, οὐκέτι αὐτοῦ κυριεύεις. 8.6 διελογίζετο λοιπὸν ὁ δείλαιος διάβολος τί ποιήσει τῷ Ἰησοῦ. τότε συνάγονται οἱ φαρισαῖοι καὶ οἱ γραμματεῖς εἰς τὴν αὐλὴν τοῦ λεγομένου Καϊαφᾶ καὶ συνεβουλεύσαντο κατὰ τοῦ Ἰησοῦ, ὅπως αὐτὸν ἀπολέσωσιν. 8.7 ἠγνόησαν γὰρ οἱ ἄθλιοι, ὅτι ὁ τούτου θάνατος ἡμῖν τὴν ἀθανασίαν χαρίζεται καὶ ἡ αὐτοῦ κατάβασις ἡμῖν τὴν ἄνοδον προεξένησεν. 8.8 ἀνέστη γὰρ ὁ κύριος τριήμερος ἐκ τῶν νεκρῶν σκυλεύσας τὸν ᾅδην, τὸν ἐχθρὸν καταπατήσας, τὸν θάνατον λύσας, τῆς κατεχούσης ἡμᾶς ἁμαρτίας τὰ δεσμὰ διαρρήξας καὶ τοὺς πεπεδημένους

5