Sermo in nativitatem Christi

 ... Καὶ δυσχεραίνε ται. Εἰσῆλθεν ἄσαρκος, ἐκυοφορήθη ἐννεαμηνιαῖον χρόνον ἐν τῇ μήτρᾳ τῆς Παρθένου. Εἰσῆλθεν ὡς ἠθέλησεν, ἐκυοφορήθη ὡς ηὐδόκησε. Προῆ

 ἀνθέστηκε;» Μενοῦν γε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἐρευνῶν καὶ ἐξιχνιάζων αὐτοῦ τὴν γέννησιν, τοῦ προ φήτου λέγοντος· «Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;» Ὁ

 ὅμοιός σοι;» Καὶ Παῦλος ἐν τῇ πρὸς Τίτον Ἐπιστολῇ οὕτως γράφει· «Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς· ἵνα, ἀρνησάμενο

 ἐκυοφορήθη ὁ ἀχώρητος ἐν χωρητικῷ σκεύει, ἐν τῇ μήτρᾳ τῆς Παρθένου οἰκονομικῶς, ὡς ηὐδόκησε. Προῆλθε 28.972 τεχθεὶς Θεὸς καὶ ἄνθρωπος, ὡς ἐβουλήθη. Ἐγ

... Καὶ δυσχεραίνε ται. Εἰσῆλθεν ἄσαρκος, ἐκυοφορήθη ἐννεαμηνιαῖον χρόνον ἐν τῇ μήτρᾳ τῆς Παρθένου. Εἰσῆλθεν ὡς ἠθέλησεν, ἐκυοφορήθη ὡς ηὐδόκησε. Προῆλθεν ὡς ἐβου 28.964 λήθη. Εἰσῆλθεν ἄσαρκος, ἐγένετο ἄνθρωπος, ἡνωμένης τῆς θεότητος τῇ οἰκονομίᾳ. Καὶ οὐ λέγομεν δύο υἱοὺς, ἀλλ' ἕνα καὶ τὸν αὐτὸν νοοῦμεν τὸν τοῦ Θεοῦ Λόγον καὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Ἐγένετο ἄνθρωπος καὶ ἦν, ὢν τῇ φύσει. Ἐγένετο ὃ οὐκ ἦν, καὶ ἔμεινεν ὃ ἦν. «Ἐν ἀρχῇ» γὰρ «ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος.» Σὰρξ ἐγένετο, οὐκ ἀποθέμενος ὃ ἦν. «Καὶ ἐσκήνωσεν ἐν ἡμῖν.» Τὸ, «Ἐσκήνωσεν ἐν ἡμῖν,» τοῦτ' ἔστι συνανεστράφη ἡμῖν, κατὰ τὸν ἅγιον Ἱερεμίαν, μᾶλλον δὲ τὸν τούτου ὑπουργὸν Βάρουχ· «Οὗτος ὁ Θεὸς ἡμῶν οὐ λογισθήσεται ἕτερος πρὸς αὐτὸν, ὃς ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» Ἄκουε οὖν καὶ τοῦ Εὐαγγελίου τῆς φωνῆς· μεγάλην γὰρ ἡμῖν ἔμφασιν φέρει ἡ τοῦ ἀγγέλου φωνὴ πρὸς τὴν ἁγίαν Παρθένον ῥηθεῖσα. «Ἰδοὺ, φησὶ, συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, τουτέστι μεθερμηνευόμενον, Μεθ' ἡμῶν ὁ Θεός.» Πρὸ τοῦ συλληφθῆναι ἐν μήτρᾳ Θεὸς ἐκλήθη τὸ παιδίον τὸ Μεθ' ἡμῶν Θεός. Συνᾴδει οὖν τῷ τοῦ προφήτου λόγῳ τὸ, «τοῖς ἀνθρώποις συνανεστράφη,» καὶ τὸ, «ἐσκήνωσεν ἐν ἡμῖν.» Πρὸ τῆς οὖν συλλήψεως Θεὸς κέκληται τὸ παιδίον. Πῶς οὖν οὐ Θεοτόκος ἡ ἁγία Παρθένος Μαρία; Ἐπειδὴ οὖν οὔτε ὅλως ἀνθρώπου ἔχει τὴν ἑρμηνείαν αὐτὸ ὄνομα, Θεὸς τὸ παιδίον τὸ τεχθὲν τὸ μὴ λῦσαν τῆς Παρθένου τὴν κατὰ φύσιν παρθενίαν· ἀλλ' οὕτως ἐκ τῆς Θεοτόκου τεχθεὶς, Θεὸς καὶ ἄνθρωπος· Θεὸς μὲν κατὰ φύσιν, ἄνθρωπος δὲ δι' οἰκείαν εὐδοκίαν. Γενόμενος δὲ ἄνθρωπος, ἔστι καὶ Θεὸς, ἡνωμένων μέντοι τῶν δύο φύσεων. Ἀλλ' ἴσως ἐρεῖ ὁ ἐξ ἐναντίας· Εἰ Θεοτόκος ἡ Παρθένος, ἀρχὴν δίδως τῷ Θεῷ Λόγῳ ἐκ τῆς Παρθένου. Οὐ λέγω αὐτὸν ἀρχὴν εἰληφέναι ἐκ τῆς ἁγίας Παρθένου· ἄπαγε! Πρὸ γὰρ τῶν αἰώνων ὑπῆρχεν· αὐτὸς γὰρ καὶ τοὺς αἰῶνας ἐποίησεν, αὐ τὸς καὶ πάσης κτίσεώς ἐστι δημιουργὸς, καθώς φησιν ὁ Εὐαγγελιστής· «Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν.» Οὗτος, δι' οὗ τὰ πάντα ἐγένετο ἐννεαμηνιαῖον καιρὸν ἐν γαστρὶ ἐγένετο, καὶ τῶν κόλπων τῶν πατρικῶν οὐκ ἀπηλλοτριώθη. Ἐν τῇ μήτρᾳ τῆς Παρθένου ὢν, ὑπὸ τοῦ δή μου τῶν ἄνω δυνάμεων ἐδοξολογεῖτο καὶ προσεκυ νεῖτο. Ἐν γαστρὶ τῆς Παρθένου ὢν, τὸν οὐρανὸν καὶ τὴν γῆν ἐπλήρου, ὁ τὸν οὐρανὸν καὶ τὴν γῆν φέρων οὐ δυνάμει, ἀλλὰ νεύματι. Οὗτος ὑπὸ μήτρας ἐφέρετο μὲν ὡς ἄνθρωπος, εἰργάζετο δὲ ὡς Θεός· οὐ περι φερόμενος ἐν τῇ μήτρᾳ τῆς Παρθένου, ἀλλὰ πάντα περικρατῶν καὶ διέπων ὡς Θεὸς κατὰ τὴν κλῆσιν τοῦ ὀνόματος, «Θεὸς μεθ' ἡμῶν,» ὁ ἐκ Παρθένου τεχθείς. Εἰ δὲ λέγεις παιδίον ψιλὸν τὸ τεχθὲν, καὶ οὐ Θεὸς, ἄκουε τοῦ μεγάλου κήρυκος Ἡσαΐου βοῶντος καὶ λέγοντος πρὸς τὴν ἀχάριστον συναγωγὴν, μᾶλλον δὲ ἐξαγωγὴν τῶν Ἰουδαίων· ὅτι «Παιδίον ἐγεννήθη, υἱὸς καὶ ἐδόθη ἡμῖν· οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, 28.965 καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, Μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς, σύμβουλος, Θεὸς ἰσχυρὸς, ἐξουσια στὴς, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.» Παιδίον κατὰ φύσιν πότε ἐγένετο Θεὸς ἐξουσιαστὴς, ὡς τὸ παιδίον τοῦτο, ἐπικληθὲν «Μεθ' ἡμῶν ὁ Θεός; Εἰ δὲ Θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, καὶ ἄρχων εἰρή νης, καὶ πατὴρ τοῦ μέλλοντος αἰῶνος τὸ παιδίον τὸ ἐκ τῆς Παρθένου τεχθὲν, πῶς οὐ Θεοτόκος ἡ Παρθένος, ἀλλὰ Θεοδόχος, εἰ καὶ συνέλαβε, καὶ ἔτεκε, καὶ Θεὸς τὸ τεχθέν; Καὶ πάλιν αὐτῷ λέγω, ὡς ἠθέλησεν εἰσ ῆλθεν, ὡς ηὐδόκησεν ἐκυοφορήθη, ὡς ἠβουλήθη προῆλθεν ὁ τεχθείς. Τί ἐρευνᾷς αὐτοῦ τὴν θέλησιν; Τί ἐξακριβάζῃ αὐτοῦ τὴν εὐδοκίαν; Τί ἐξιχνιάζῃ αὐ τοῦ τὴν βούλησιν; Ἄκουε παρὰ Παύλου, μᾶλλον δὲ καταγινώσκου ὑπ' αὐτοῦ· «Τῷ γὰρ βουλήματι αὐτοῦ τίς

2