Sermo in nativitatem Christi

 ... Καὶ δυσχεραίνε ται. Εἰσῆλθεν ἄσαρκος, ἐκυοφορήθη ἐννεαμηνιαῖον χρόνον ἐν τῇ μήτρᾳ τῆς Παρθένου. Εἰσῆλθεν ὡς ἠθέλησεν, ἐκυοφορήθη ὡς ηὐδόκησε. Προῆ

 ἀνθέστηκε;» Μενοῦν γε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἐρευνῶν καὶ ἐξιχνιάζων αὐτοῦ τὴν γέννησιν, τοῦ προ φήτου λέγοντος· «Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;» Ὁ

 ὅμοιός σοι;» Καὶ Παῦλος ἐν τῇ πρὸς Τίτον Ἐπιστολῇ οὕτως γράφει· «Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς· ἵνα, ἀρνησάμενο

 ἐκυοφορήθη ὁ ἀχώρητος ἐν χωρητικῷ σκεύει, ἐν τῇ μήτρᾳ τῆς Παρθένου οἰκονομικῶς, ὡς ηὐδόκησε. Προῆλθε 28.972 τεχθεὶς Θεὸς καὶ ἄνθρωπος, ὡς ἐβουλήθη. Ἐγ

ἀνθέστηκε;» Μενοῦν γε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἐρευνῶν καὶ ἐξιχνιάζων αὐτοῦ τὴν γέννησιν, τοῦ προ φήτου λέγοντος· «Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;» Ὁ προφήτης φεύγει τὴν γενεὰν αὐτοῦ διηγήσασθαι, καὶ σὺ τὴν φύσιν περιεργάζῃ καὶ πολυπραγμονεῖς; Ὁ δὲ εὐαγγελιστὴς Λουκᾶς τὴν κάτω γέννησιν αὐτοῦ δι ηγούμενος οὕτω λέγει· «Ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες, καὶ φυλάσσοντες φυλακὰς ἐπὶ τὴν ποίμνην αὐτῶν· καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη αὐτοῖς, καὶ δόξα Κυρίου περιέλαμψεν αὐτοὺς, καὶ ἐφοβήθησαν φόβον μέγαν. Καὶ εἶπεν αὐτοῖς ὁ ἄγγε λος· Μὴ φοβεῖσθε· ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμῖν χα ρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ· ὅτι ἐτέχθη ὑμῖν σήμερον Σωτὴρ, ὅς ἐστι Χριστὸς Κύριος ἐν πόλει ∆αυΐδ.» Ὁ ἄγγελος Χριστὸν καὶ Κύριον λέγει, εὐαγγελιζόμενος τοὺς ποιμένας, τὸν τεχθέντα ἐκ τῆς Παρθένου. Εἰ οὖν Κύριος ὁ τεχθεὶς, πῶς οὐ Κυριοτό κος ἡ Παρθένος; Ἐγὼ δὲ λέγω καὶ Χριστοτόκον, καὶ Κυριοτόκον, καὶ Σωτηριοτόκον, καὶ Θεοτόκον τὴν ἁγίαν Παρθένον κατὰ τὴν φωνὴν τοῦ ἀγγέλου τοῦ εὐαγγελισαμένου τοὺς ποιμένας καὶ τὴν Παρθένον. Εἰ ἄγγελοι Σωτῆρα, καὶ Χριστὸν, καὶ Κύριον, καὶ Θεὸν κηρύττουσιν, ἡμεῖς τί ἀποκρουόμεθα αὐτῶν τὴν μαρτυρίαν; εἰσῆλθεν ἐν τῇ Παρθένῳ ἄσαρκος, ἐκυοφορήθη σωματικῶς καὶ καθὼς ηὐδόκησεν. Ἐξῆλθε διὰ τῆς μητρικῆς φύσεως οἰκονομικῶς, οὐ μέντοι μετὰ τὸ τεχθῆναι ἡνώθη ὁ Θεὸς Λόγος τῇ οἰκονομίᾳ. Προῆλθεν ἀτρέπτως τῇ φύσει γενόμενος ὃ οὐκ ἦν, μείνας ὃ ἦν. Οὐκ ἀλλοιωθεὶς τῇ οὐσίᾳ, ἑαυτὸν ἐκένωσε, τουτέστι καθὼς ἠβουλήθη· οὐχ ὑφ' ἑτέρου κενωθεὶς, μορφὴν δούλου ἔλαβεν· οὐ κενωθεὶς τῆς θεότητος, κατὰ τὸν μακάριον Παῦλον τὸν λέγοντα· «Ὃς, ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλὰ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών.» Ἐκένωσεν ἑαυτὸν, γενόμενος ὃ οὐκ ἦν· καὶ πάλιν αὐτὸ λέγω, μείνας ὃ ἦν, Θεὸς γὰρ ἦν ὁ Λό γος οὗτος· ὡς παιδίον γενόμενος, ὡς υἱὸς δοξάζεται. Εἰσῆλθεν ἀσώματος, ἐνεδύσατο σῶμα καθὼς ἠθέλησε, καὶ κατεπόθη τὸ θνητὸν ὑπὸ τῆς ζωῆς. 28.968 Εἰπὲ οὖν Θεοτόκον τὴν Παρθένον, καὶ μὴ λέγε Θεοδόχον· μᾶλλον δὲ λέγε Θεοδόχον καὶ Θεοτόκον. Εἰ Θεοδόχος ἐστὶ καὶ Θεοτόκος· σάρκα οὐκ ἂν ἔλαβεν ἐξ αὐτῆς ὁ Θεὸς Λόγος; ἀλλὰ ἐκεῖ βιάζεταί με ὁ Εὐαγγε λιστὴς βοῶν μεγάλῃ τῇ φωνῇ· «Ὁ Λόγος σὰρξ ἐγένετο.» Ἐν δὲ τῷ ἄλλῳ εὐαγγελιστῇ οὕτω λέγει· «Ἠρώτα ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ, λέγων· Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν Υἱὸν τοῦ ἀνθρώπου; Ἀποκριθέντες δὲ οἱ ἀπόστολοι εἶπαν· Οἱ μὲν Ἠλίαν, οἱ δὲ Ἱερεμίαν, ἢ ἕνα τῶν προφητῶν. Εἶπε δὲ ὁ Ἰησοῦς· Ὑμεῖς δὲ τίνα με λέγετε; Ἀποκριθεὶςδὲ ὁ Πέτρος εἶπε· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.» Καὶ οὐκ εἶπε· Σὺ εἶ ὁ γενόμενος χάριτι Υἱὸς Θεοῦ, ἀλλὰ, «Σὺ ὁ Χριστὸς,» τρανῇ τῇ φωνῇ, «ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.» Καὶ Μάρκος δὲ ὁ εὐαγγελιστὴς πάλιν τῇ αὐτῇ κέχρηται φωνῇ, συνῳδὰ φθεγγόμενος τῷ μακαρίῳ Πέτρῳ· «Ἀρχὴ τοῦ Εὐαγ γελίου Ἰησοῦ Χριστοῦ τοῦ Υἱοῦ τοῦ Θεοῦ.» Ἐν δὲ τῷ κατὰ Ματθαῖον Εὐαγγελίῳ, εἰς τὴν ἀνάστασιν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, φησὶν ὁ ἑκατόνταρχος καὶ οἱ μετ' αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν, ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα σημεῖα, ἐφοβήθησαν σφόδρα λέγοντες, «Ἀληθῶς Θεοῦ Υἱὸς ἦν οὗτος·» ὁ δὲ ἄγγελος τοῖς ποιμέσιν· «Ἰδοὺ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ, ὅτι ἐτέχθη ὑμῖν σήμερον Σωτὴρ, ὅς ἐστι Χριστὸς Κύριος, ἐν πόλει ∆αβίδ.» Εἰ οὖν τὸ τεχθὲν Κύριος, καὶ Κυ ριοτόκος ἡ Παρθένος· ὅπου δὲ Κύριος, ἐκεῖ καὶ Θεός· οὐ κεχώρισται Κύριος Θεοῦ ἢ Θεὸς Κυρίου, ὡς λέγει ἐν τῇ Παλαιᾷ· «Καὶ ἔβρεξε Κύριος πῦρ παρὰ Κυ ρίου·» καὶ πάλιν· «Ἀγαπήσεις Κύριον τὸν Θεόν σου·» καὶ πάλιν· «Ἄκουε, Ἰσραὴλ, Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστι·» καὶ πάλιν ὁ Ψαλμῳδός· «Κύριος ὁ Θεὸς τῶν δυνάμεων, εἰσάκουσον τῆς προσευχῆς μου·» ὁ αὐτὸς πάλιν· «Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν·» καὶ πάλιν ὁ αὐτός· «Κύριος ὁ Θεὸς τῶν δυνά μεων, τίς

3