Sermo in nativitatem Christi

 ... Καὶ δυσχεραίνε ται. Εἰσῆλθεν ἄσαρκος, ἐκυοφορήθη ἐννεαμηνιαῖον χρόνον ἐν τῇ μήτρᾳ τῆς Παρθένου. Εἰσῆλθεν ὡς ἠθέλησεν, ἐκυοφορήθη ὡς ηὐδόκησε. Προῆ

 ἀνθέστηκε;» Μενοῦν γε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἐρευνῶν καὶ ἐξιχνιάζων αὐτοῦ τὴν γέννησιν, τοῦ προ φήτου λέγοντος· «Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;» Ὁ

 ὅμοιός σοι;» Καὶ Παῦλος ἐν τῇ πρὸς Τίτον Ἐπιστολῇ οὕτως γράφει· «Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς· ἵνα, ἀρνησάμενο

 ἐκυοφορήθη ὁ ἀχώρητος ἐν χωρητικῷ σκεύει, ἐν τῇ μήτρᾳ τῆς Παρθένου οἰκονομικῶς, ὡς ηὐδόκησε. Προῆλθε 28.972 τεχθεὶς Θεὸς καὶ ἄνθρωπος, ὡς ἐβουλήθη. Ἐγ

ὅμοιός σοι;» Καὶ Παῦλος ἐν τῇ πρὸς Τίτον Ἐπιστολῇ οὕτως γράφει· «Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς· ἵνα, ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυ μίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπι φάνειαν τῆς δόξης· τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.» Οὗτος ὁ τεχθεὶς ἐκ τῆς ἁγίας Παρθένου, ὅς ἐστι Χριστὸς Κύριος. Τοῦτον τὸν Χρι στὸν καὶ Κύριον μακάριος Παῦλος μέγαν Θεὸν αὐτὸν κηρύττει λέγων· «Τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.» Πάλιν ἐν τῇ πρὸς Ῥωμαίους οὗτος γράφει· «Ηὐχόμην γὰρ αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ, ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα, οἵτινές εἰσιν Ἰσραηλῖται, ὧν ἡ υἱοθεσία, καὶ ἡ δόξα, καὶ ἡ διαθήκη, καὶ ἡ νομοθεσία, καὶ ἡ λατρεία, καὶ αἱ ἐπαγγελίαι· ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεός.» Καὶ πάλιν ὁ αὐτὸς Παῦλος· «Πᾶς πόρνος, καὶ πλεονέκτης, καὶ μέθυσος, καὶ ἀκάθαρτος, 28.969 καὶ εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ Κυρίου καὶ Θεοῦ.» Ὥστε ἀποδέδεικται τὸν Κύριον καὶ Θεὸν εἶναι, καὶ Θεὸν τὸν Κύριον. Εἰ δὲ καὶ τούτων οὐκ ἀνάσχῃ, πείσωσί σε οἱ δαίμονες οἱ ἐν τῇ χώρᾳ τῶν Γεργεσηνῶν κράζοντες· «Ἔα, τί ἡμῖν καὶ σοὶ, Υἱὲ τοῦ Θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς.» Πειθέτω σάν σε οἱ δαίμονες. Εἰ τὴν μαρτυρίαν Πέτρου παραγράφῃ, καὶ εἰς τὴν τοῦ Εὐαγγελίου φωνὴν ἀποστρέφῃ· τὴν κατὰ Μάρκον αἰδέσθητι. Φοβήθητι τὸν ἄγγελον τὸν εἰρηκότα, Σωτῆρα καὶ Χριστὸν καὶ Κύριον τὸν τεχθέντα ἐκ τῆς Παρθένου. Ἐπὶ τούτοις ἀπιστεῖς; Χαλίνωσον τὴν ὁρμὴν τῆς βλασφημίας σου, καὶ ὁμο λόγησον τὴν τοῦ ἀγγέλου φωνὴν τὴν ἐν τῷ Εὐαγγε λίῳ λεχθεῖσαν, Ἐμμανουὴλ, τουτέστι Μεθ' ἡμῶν ὁ Θεός. Πρὸ τῆς συλλήψεως Θεὸς καλεῖται· καὶ ἐν τῷ συλληφθῆναι αὐτὸν οἰκονομικῶς οὐ κατὰ φύσιν ἐν τῇ γαστρὶ τῆς Παρθένου ἀρνῇ αὐτὸν Θεὸν εἶναι; Εἰ δὲ ὁμολογῇς αὐτὸν Θεὸν εἶναι ἐν τῇ γαστρὶ τῆς Παρ θένου, ὅπερ καὶ ἔστιν, καὶ ἡνῶσθαι αὐτὸν τὸν Θεὸν Λόγον τῇ ἐνσάρκῳ οἰκονομίᾳ, τί φεύγεις Θεοτόκον λέγειν τὴν Παρθένον; Εἰ Θεοτόκος οὐκ ἔστι, οὐδὲ Παρθένος μετὰ τόκον. Ἐγὼ δὲ λέγω, ἐν τῇ συλλήψει τῆς παρθενικῆς μήτρας ὢν, ἐν τοῖς τοῦ Πατρὸς κόλ ποις ἐκάθητο μὴ περιγραφόμενος. Ἁπλῆ γὰρ καὶ ἀσύνθετος ἡ φύσις ἡ θεία μὴ περιγραφομένη. Ἄτρεπτος ἡ φύσις, καὶ ἀναλλοίωτος ἡ οὐσία. Καὶ τοῦτον τὸν ἐν τοῖς κόλποις τοῦ Πατρὸς ὄντα, τοῦτον ἔτεκε νῦν τῇ οἰκονομίᾳ ἡ Παρθένος. Ὡς ἠθέλησεν εἰσῆλθεν· ὡς ηὐδόκησε, συνελήφθη ἐν τῇ γαστρὶ τῆς Παρθένου· ὡς ἐβουλήθη, προῆλθε τεχθείς. Σὺ τί περιεργάζῃ αὐτοῦ τὴν γέννησιν; Ἢ ὡς Θεὸν φοβήθητι, ἢ ὡς δεσπότην αἰδέσθητι, ἢ ὡς κτιστὴν καὶ δημιουργὸν εὐλαβήθητι, ἢ ὡς Κύριον τρόμησον, ἢ ὡς κριτὴν φρίξον. Ἐντρέψουσί σε οἱ δαίμονες οἱ τοὺς χοίρους ἀπελάσαντες, καὶ τὴν ἀγέλην τῷ βυθίῳ θανάτῳ ἀποπνίξαντες. Ἐκεῖνοι ἐπιγνόντες τὸν δεσπότην λέγουσι· «Τί ἡμῖν καὶ σοὶ, Υἱὲ τοῦ Θεοῦ; ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς.» Ἐκεῖνοι τὸν κίνδυνον καὶ τὴν ἀπειλὴν τῆς βασάνου φεύγουσι, καὶ σὺ καθ' ἑαυτοῦ τὴν κρίσιν τῆς βασάνου ἐφέλκῃ. Ἐκεῖνοι ἔγνωσαν τὸν ἐκ Μαρίας τεχθέντα Κύριον καὶ κριτὴν τοῦ παντὸς κόσμου, καὶ ἰδόντες αὐτὸν πρὸ τῆς κρίσεως ἐτρόμησαν· καὶ σὺ ταύτην τὴν κρίσιν πρὸ ὀφθαλμῶν ἔχων καταφρονεῖς, καὶ οὐκ ἐκπλήττῃ; Καὶ πάλιν ταῦτα λέγω, καὶ λέγων οὐ παύσομαι, καθαρὰν ἐκλευκαίνων ὑμῖν τοῦ λόγου τὴν ὑπόθεσιν· ὥστε ἐν γνώσει ἀσφαλείας ἀσάλευτον ἔχειν τὴν πίστιν καὶ τὴν κρηπῖδα τῆς πίστεως τὴν ὁμολογίαν βεβαίαν κατέχειν. Πάλιν ἐπὶ τὸ προκείμενον βαδιοῦμεν, ὀρθὴν καὶ ἀκλινῆ τὴν ὁδὸν τῆς πίστεως ἀναδεικνύντες. Ἐμοὶ μὲν γὰρ τὸ λέγειν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές. Οὗτος ὁ Θεὸς εἰσῆλθε διὰ τῆς ἀκοῆς τῆς Παρθένου ὡς ἠθέλησεν, ἐκυοφορήθη ὡς ηὐδόκησε, προῆλθε τεχθεὶς ὡς ἠβουλήθη· εἰσῆλθεν ἀσώματος ὡς ἠθέλησεν·

4