Sermo in nativitatem Christi

 ... Καὶ δυσχεραίνε ται. Εἰσῆλθεν ἄσαρκος, ἐκυοφορήθη ἐννεαμηνιαῖον χρόνον ἐν τῇ μήτρᾳ τῆς Παρθένου. Εἰσῆλθεν ὡς ἠθέλησεν, ἐκυοφορήθη ὡς ηὐδόκησε. Προῆ

 ἀνθέστηκε;» Μενοῦν γε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἐρευνῶν καὶ ἐξιχνιάζων αὐτοῦ τὴν γέννησιν, τοῦ προ φήτου λέγοντος· «Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;» Ὁ

 ὅμοιός σοι;» Καὶ Παῦλος ἐν τῇ πρὸς Τίτον Ἐπιστολῇ οὕτως γράφει· «Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς· ἵνα, ἀρνησάμενο

 ἐκυοφορήθη ὁ ἀχώρητος ἐν χωρητικῷ σκεύει, ἐν τῇ μήτρᾳ τῆς Παρθένου οἰκονομικῶς, ὡς ηὐδόκησε. Προῆλθε 28.972 τεχθεὶς Θεὸς καὶ ἄνθρωπος, ὡς ἐβουλήθη. Ἐγ

ἐκυοφορήθη ὁ ἀχώρητος ἐν χωρητικῷ σκεύει, ἐν τῇ μήτρᾳ τῆς Παρθένου οἰκονομικῶς, ὡς ηὐδόκησε. Προῆλθε 28.972 τεχθεὶς Θεὸς καὶ ἄνθρωπος, ὡς ἐβουλήθη. Ἐγένετο ὃ οὐκ ἦν, ἔχων ἀναλλοιώτου οὐσίας ὃ ἦν. Θεὸς γὰρ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν· καίτοι γε τοῦ Ἀποστόλου λέγοντος· «Ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός.» Τοῦτον τὸν Υἱὸν ἐξαπέστειλεν ὁ Θεὸς γενόμενον ἐκ γυναικὸς, τὸν ἐκ τῆς ἀχράντου φύσεως γεννηθέντα, τὸν ἐκ τῆς ἀφράστου οὐσίας προελθόντα, τὸν τῶν πατρικῶν κόλπων οὐκ ἀπαλλοτριωθέντα, τὸν τοῦ βασιλικοῦ θρόνου μὴ χωρισθέντα, ἀλλὰ ἰδίως τῷ Πατρὶ συνθρονεύοντα καὶ συγκαθεζόμενον, οὐκ ἐν χάριτι, ἀλλ' ἐν θεϊκῇ φύσει καὶ πατρικῇ οὐσίᾳ. Πῶς γὰρ κεχώρισται, φράσον μοι, αὐτοῦ λέγοντος, «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» καὶ πάλιν· «Ὁ Πατήρ μου ὁ ἐν ἐμοὶ μένων, αὐτὸς ποιεῖ τὰ ἔργα;» Αὐτὸν τὸν τεχθέντα ἐκ τῆς ἁγίας Παρθένου, τοῦτον πρὸ τῆς συλλήψεως ὁ ἄγγελος Ἐμμανουὴλ κέκληκε, τουτέστι, «Μεθ' ἡμῶν ὁ Θεὸς,» ὃν εἶπεν Ἡσαΐας ὁ προφήτης, τὸ παιδίον τοῦτο τὸ ἐκ τῆς Παρθένου προελθὸν, Θεὸν ἰσχυρὸν, ἐξουσιαστὴν, ἄρχοντα εἰρήνης, πατέρα τοῦ μέλλοντος αἰῶνος. Ποῖον παιδίον κατὰ φύσιν τεχθὲν Θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς ἐγένετο; Ποῖον παιδίον τεχθὲν ἀστέρα εἵλκυσε μηνύοντα τοῦ ζητουμένου βρέφους, μᾶλλον δὲ ∆εσπότου, τὸ στενωπὸν καταγώγιον; Ποῖον παιδίον μάγους ἐξ ἀνατολῶν προσεκαλέσατο προσκυνῆσαι αὐτῷ; Ποῖον παιδίον κατὰ φύσιν τεχθὲν δῶρά ποτε προσηνέχθη παρὰ μάγων; Καὶ τὰ δῶρα εἴδωμεν, εἰ ὡς ἀσθενεῖ ἀνθρώπῳ προσηνέχθη, καὶ οὐχὶ Θεῷ, βασιλεῖ καὶ ἀνθρώπῳ· χρυσὸν μὲν ὡς βασιλεῖ, λίβανον δὲ ὡς Θεῷ, καὶ σμύρναν ὡς ἀνθρώπῳ εἰς ἐνταφιασμόν. Χρυσὸν μὲν ὡς βασιλεῖ· «Ὁ Θεὸς, τὸ κρῖμά σου τῷ βασιλεῖ δὸς, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως.» Ταύτην τὴν φωνὴν εἶπεν ὁ ∆αβίδ. Μετὰ ταῦτα ὁ ἄγγελος εἰς τὸν ἀσπασμὸν τῆς Μαρίας· «Καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον ∆αβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.» Ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

5