1

 2

 3

 4

 5

 6

 7

 8

1

Quod deus non est auctor malorum\

ΟΜΙΛΙΑ ΟΤΙ ΟΥΚ ΕΣΤΙΝ ΑΙΤΙΟΣ ΤΩΝ ΚΑΚΩΝ Ο ΘΕΟΣ.

Πολλοὶ τῆς διδασκαλίας οἱ τρόποι, οἱ διὰ ἱεροψάλ του ∆αβὶδ παρὰ τοῦ ἐνεργοῦντος ἐν αὐτῷ Πνεύματος ὑποδειχθέντες ἡμῖν. Ποτὲ μὲν γὰρ, τὰ οἰκεῖα πάθη διηγούμενος ἡμῖν ὁ προφήτης, καὶ ὅπως ἤνεγκε τὰ συμπίπτοντα γενναίως, διὰ τοῦ καθ' ἑαυτὸν ὑπο δείγματος διδασκαλίαν ἡμῖν ἐναργεστάτην τῆς ὑπομονῆς καταλιμπάνει, ὡς ὅταν λέγῃ· Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; ποτὲ δὲ τὴν ἀγα θότητα συνίστησι τοῦ Θεοῦ, καὶ τὸ τάχος αὐτοῦ τῆς ἀντιλήψεως, ἣν παρέχεται τοῖς ἀληθινῶς ἐκζητοῦσιν αὐτὸν, λέγων· Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέ μου ὁ Θεὸς τῆς δικαιοσύνης μου· ἰσοδυναμοῦντα τῷ προφήτῃ φθεγγόμενος τῷ εἰπόντι· Ἔτι λα λοῦντός σου, ἐρεῖ· Ἰδοὺ πάρειμι. Τουτέστιν· Οὐκ ἔφθην ἐπικαλεσάμενος, καὶ προέλαβε τὸ τέλος τῆς ἐπικλήσεως ἡ ἀκοὴ τοῦ Θεοῦ. Πάλιν ἱκετηρίας προσ φέρων τῷ Θεῷ καὶ δεήσεις, ἐκδιδάσκει ἡμᾶς τίνα τρόπον προσῆκε τοὺς ἐν ἁμαρτίαις ὄντας ἐξιλεοῦσθαι τὸν Θεόν· Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Ἐν δὲ τῷ δω δεκάτῳ ψαλμῷ παράτασίν τινα πειρασμοῦ ἐνδειξά μενος ἐν τῷ λέγειν· Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος; καὶ δι' ὅλου τοῦ ψαλμοῦ διδάξας ἡμᾶς μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσιν, ἀλλ' ἀναμένειν τὴν ἀγαθότητα τοῦ Θεοῦ, καὶ εἰδέναι, ὅτι οἰκονομίᾳ τινὶ παραδίδωσιν ἡμᾶς ταῖς θλίψεσι, κατὰ τὴν ἀνα λογίαν τῆς ἐνυπαρχούσης ἑκάστῳ πίστεως τὸ μέτρον ἐπάγων τῶν βασανιστηρίων. Ἐπεὶ οὖν εἴρηται τὸ, Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος; καὶ τὸ, Ἕως πότε ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ; εὐθὺς μεταβαίνει ἐπὶ τὸ τῶν ἀθέων κακόν· οἳ, ὅταν μικρὸν αὐτοῖς τι τῶν κατὰ τὸν βίον προσ κρούσῃ, μὴ φέροντες τὰς δυσκολωτέρας τῶν πραγμά των περιστάσεις, εὐθὺς ἀμφίβολοι γίνονται ταῖς διανοίαις, εἰ ἔστι Θεὸς ἐπιμελούμενος τῶν τῇδε, εἰ ἐφορᾷ τὰ καθ' ἕκαστον, εἰ διανέμει ἑκάστῳ τὰ πρὸς ἀξίαν.

Εἶτα, ὅταν ἐπὶ πλεῖον ἴδωσιν ἑαυτοὺς παρα τεινομένους ἐν τοῖς ἀβουλήτοις, βεβαιοῦσιν ἐν ἑαυ τοῖς τὸ πονηρὸν δόγμα, καὶ ἀποφαίνονται ἐν ταῖς καρδίαις αὐτῶν, ὅτι Οὐκ ἔστι Θεός. Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. Καὶ τοῦτο ἐμβαλλόμενος εἰς τὸν ἑαυτοῦ νοῦν, ἀφειδῶς λοιπὸν διὰ πάσης ἁμαρτίας χωρεῖ. Εἰ γὰρ οὐκ ἔστιν ὁ ἐπισκοπῶν, εἰ οὐκ ἔστιν ὁ ἀντιδιδοὺς ἑκάστῳ κατὰ τὴν ἀξίαν τῶν βεβιωμένων, τί κωλύει καταδυνα στεύειν τὸν πένητα, ὀρφανοὺς φονεύειν, χήραν καὶ προσήλυτον ἀποκτείνειν, πάσης ἀνοσίας πράξεως κατατολμᾷν, ἀκαθάρτοις καὶ βδελυκτοῖς πάθεσι καὶ 31.332 πάσαις κτηνώδεσιν ἐπιθυμίαις μολύνεσθαι; ∆ιὰ τοῦτο ὡς ἑπόμενον τῷ μὴ εἶναι Θεὸν, ἐπήγαγε τό· ∆ιεφθάρησαν, καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασιν. Ἀμήχανον γὰρ ἐκτραπῆναι τῆς δικαίας ὁδοῦ, μὴ λήθην Θεοῦ ταῖς ψυχαῖς νοσήσαντας. Πόθεν τὰ ἔθνη παραδέδοται εἰς ἀδόκιμον νοῦν, καὶ ποιεῖ τὰ μὴ καθήκοντα; Οὐκ ἐπειδὴ εἶπον· Οὐκ ἔστι Θεός;

Πόθεν ἐμπεπτώκασιν εἰς τὰ πάθη τῆς ἀτιμίας, καὶ αἱ μὲν θήλειαι παρ' αὐτοῖς μετήλ λαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν, ἄῤ ῥενες δὲ ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργάζονται; Οὐκ ἐπειδὴ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι κτηνῶν καὶ τετραπόδων καὶ ἑρπε τῶν; Ἄφρων οὖν, ὡς ἀληθῶς ἐστερημένος νοῦ καὶ φρονήσεως, ὁ λέγων, ὅτι Οὐκ ἔστι Θεός. Παραπλή σιος δὲ τούτῳ, καὶ οὐδὲν κατὰ τὴν ἀφροσύνην ἀπο λειπόμενος, καὶ ὁ λέγων τῶν κακῶν αἴτιον εἶναι τὸν Θεόν. Ὁμότιμον γὰρ αὐτῶν εἶναι τίθεμαι τὴν ἁμαρτίαν, διότι ἑκάτεροι ὁμοίως ἀρνοῦνται τὸν ἀγα θόν· ὁ μὲν οὐκ εἶναι τὸ παράπαν λέγων, ὁ δὲ