1

 2

 3

 4

 5

 6

 7

 8

4

ἱππευόντων. Ὅταν δὲ ἀκούσῃς, Οὐκ ἔστι κακία ἐν πόλει, ἣν Κύριος οὐκ ἐποίησε· νόει τῆς κακίας τὸ ὄνομα· ὅτι τὴν προσαγομένην κάκωσιν τοῖς ἁμαρτάνουσιν ἐπὶ διορ θώσει τῶν πλημμελημάτων ὁ λόγος αἰνίσσεται. Ἐκά κωσα γάρ σε, φησὶ, καὶ ἐλιμαγχόνησα, ἵνα εὖ σε ποιήσω· πρὶν εἰς ἄμετρον ἐκχυθῆναι τὴν ἀδικίαν ἱστῶν, ὥσπερ ῥεῦμα ἕρκει τινὶ κρατερῷ καὶ διαφράγματι κατεχόμενον. ∆ιὰ ταῦτα νόσοι πόλεων καὶ ἐθνῶν, ἀέρων αὐχμοὶ καὶ ἀφορίαι γῆς, καὶ αἱ κατὰ τὸν βίον ἑκάστῳ τρα χύτεραι περιπτώσεις, τῆς κακίας τὴν αὔξησιν περι κόπτουσαι. Ὥστε τὰ τοιαῦτα κακὰ παρὰ Θεοῦ γί νεται, τῶν ἀληθινῶν κακῶν τὴν γένεσιν ἐξαιροῦντα. Αἵ τε γὰρ κατὰ τὸ σῶμα κακώσεις, καὶ τὰ ἐκτὸς ἐπίπονα, πρὸς ἐποχὴν τῆς ἁμαρτίας ἐπινενόηνται. Ἀναιρεῖ τοίνυν τὸ κακὸν ὁ Θεός· οὐχὶ δὲ τὸ κακὸν ἐκ τοῦ Θεοῦ· ἐπεὶ καὶ ὁ ἰατρὸς ἐξαιρεῖ τὴν νόσον, ἀλλ' οὐχὶ νόσον ἐμβάλλει τῷ σώματι. Πόλεων δὲ ἀφανι σμοὶ, σεισμοί τε καὶ ἐπικλύσεις, καὶ στρατοπέδων ἀπώλειαι, καὶ ναυάγια, καὶ πᾶσαι πολυάνθρωποι φθοραὶ, εἴτε ἐκ γῆς, εἴτε ἐκ θαλάσσης, εἴτε ἐξ ἀέ ρος, ἢ πυρὸς, ἢ ἐξ ὁποιασοῦν αἰτίας ἐπιγινόμεναι, εἰς τὸν τῶν ὑπολειπομένων σωφρονισμὸν γίνονται, τὴν πάνδημον πονηρίαν δημοσίαις μάστιξι τοῦ Θεοῦ σωφρονίζοντος. Τὸ μὲν οὖν κυρίως κακὸν ἡ ἁμαρτία, ὅπερ μάλιστά ἐστι τῆς τοῦ κακοῦ προσηγορίας ἄξιον, 31.340 ἐκ τῆς ἡμετέρας προαιρέσεως ἤρτηται, ἐφ' ἡμῖν ὅντος ἢ ἀπέχεσθαι τῆς πονηρίας, ἢ μοχθηροῖς εἶναι· τῶν δὲ λοιπῶν τὰ μὲν ὡς ἀγωνίσματα εἰς ἐπίδειξιν ἀνδρείας προβάλλεται, ὡς τῷ Ἰὼβ ἡ τῶν παίδων στέρησις, ὁ τοῦ πλούτου παντὸς ἐν μιᾷ και ροῦ ῥοπῇ ἀφανισμὸς, ἡ διὰ τοῦ ἕλκους πληγή· τὰ δὲ ὡς θεραπεία τῶν ἡμαρτημένων, ὡς τῷ ∆αβὶδ ἡ περὶ τὸν οἶκον αἰσχύνη, παρανόμου ἐπιθυμίας δίκας ἀποτιννύντι.

Καὶ πάλιν κατενοήσαμεν ἄλλο τι εἶδος τῶν φοβερῶν παρὰ τῆς δικαίας τοῦ Θεοῦ κρίσεως ἐπαγόμενον, ἐπὶ τῷ σωφρονεστέρους ποιῆσαι τοὺς πρὸς ἁμαρτίαν εὐολισθήτους· ὡς ὁ ∆αθὰν καὶ Ἀβει ρὼν ὑπὸ τῆς γῆς κατεπόθησαν, βαράθρων αὐτοῖς καὶ χασμάτων ὑποῤῥαγέντων. Ἐνταῦθα γὰρ οὐκ αὐτοί τι τῷ τοιούτῳ τρόπῳ τῆς κολάσεως βελτίους γεγό νασι (πῶς γὰρ οἱ καταβάντες εἰς ᾅδου;), ἀλλὰ τοὺς λοιποὺς σωφρονεστέρους τῷ ὑποδείγματι πε ποιήκασιν. Οὕτω καὶ Φαραὼ κατεποντίσθη πανστρα τιᾷ. Οὕτως ἐξετρίβησαν οἱ προενοικοῦντες τὴν Παλαι στίνην. Ὥστε, κἂν λέγῃ ποτὲ ὁ Ἀπόστολος, Σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν, μὴ κατα σκευήν τινα πονηρὰν οἰηθῶμεν εἶναι τοῦ Φαραώ (οὕτω γὰρ ἐπὶ τὸν κατασκευάσαντα δικαιότερον ἡ αἰτία μετενεχθήσεται)· ἀλλ' ὅταν ἀκούσῃς σκεύη, νόει, ὅτι πρός τι χρήσιμον ἕκαστος ἡμῶν πεποίη ται. Καὶ ὥσπερ ἐν τῇ μεγάλῃ οἰκίᾳ τὸ μέν τοι χρυ σοῦν ἐστι σκεῦος, τὸ δὲ ἀργυροῦν, τὸ δὲ ὀστράκινον, τὸ δὲ ξύλινον (τῆς προαιρέσεως ἑκάστου τὴν πρὸς τὰς ὕλας ὁμοιότητα παρεχομένης· καὶ χρυσοῦν μὲν ἔστι σκεῦος ὁ καθαρὸς τὸν τρόπον καὶ ἄδολος· ἀργυροῦν δὲ, ὁ ὑποδεέστερος ἐκείνου κατὰ τὴν ἀξίαν· ὀστράκι νον δὲ, ὁ τὰ γήινα φρονῶν καὶ πρὸς συντριβὴν ἐπιτή δειος· καὶ ξύλινον, ὁ εὐκόλως διὰ τῆς ἁμαρτίας καταῤῥυπούμενος καὶ ὕλη γινόμενος τῷ αἰωνίῳ πυρί)· οὕτω καὶ ὀργῆς σκεῦος, ὁ πᾶσαν τὴν τοῦ διαβόλου ἐνέργειαν, ὥσπερ ἀγγεῖον, χωρήσας, καὶ διὰ τὴν ἐγ γενομένην αὐτῷ ἐκ τῆς φθορᾶς δυσωδίαν οὐκέτι ἀχθῆναι πρὸς χρῆσιν δυνάμενος, ἀλλ' ἀφανισμοῦ μόνου καὶ ἀπωλείας ἄξιος. ∆ιόπερ, ἐπειδὴ ἔδει συντριβῆναι αὐτὸν, ὁ φρόνιμος καὶ σοφὸς τῶν ψυχῶν οἰκονόμος 31.341 διῳκήσατο αὐτὸν περιφανῆ γενέσθαι καὶ πᾶσιν ἐξάκουστον, ἵνα ἄλλοις γοῦν ὠφέλιμος διὰ τοῦ πά θους γένηται, ἐπειδὴ αὐτὸς ὑπὸ τῆς ἄγαν κα κίας ἀνίατος ἦν. Ἐσκλήρυνε δὲ αὐτὸν, τῇ μακρο θυμίᾳ καὶ τῇ τῆς τιμωρίας ἀναβολῇ ἐπιτείνων αὐτοῦ τὴν κακίαν, ἵνα, εἰς τὸν ἔσχατον ὅρον αὐξηθείσης αὐτοῦ τῆς πονηρίας, τὸ δίκαιον ἐπ' αὐτῷ τῆς θείας κρίσεως διαφανῇ. ∆ιὰ τοῦτο ἀπὸ μικροτέρων πλη γῶν ἀεὶ προστιθεὶς καὶ ἐπιτείνων τὰς μάστιγας, οὐκ ἐμάλαξεν αὐτοῦ τὸ ἀνυπότακτον, ἀλλ'