1

 2

 3

 4

 5

 6

 7

 8

3

Θεὸς, φησὶ, πῶς 31.336 εἴρηται τὸ, Ἐγὼ ὁ κατασκευάσας φῶς, καὶ ποιή σας σκότος, ποιῶν εἰρήνην καὶ κτίζων κακά; Καὶ πάλιν· Κατέβη, φησὶ, κακὰ παρὰ Κυρίου ἐπὶ πύλας Ἱερουσαλήμ· καί· Οὐκ ἔστι κακία ἐν πό λει, ἣν Κύριος οὐκ ἐποίησε. Καὶ ἐν τῇ μεγάλῃ ᾠδῇ τοῦ Μωϋσέως· Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ· ἐγὼ ἀποκτενῶ, καὶ ζῇν ποιήσω· πατάξω, κἀγὼ ἰάσομαι. Ἀλλ' οὐδὲν τούτων τῷ συνιέντι τὸν νοῦν τῆς Γραφῆς κατηγορίαν ἔχει Θεοῦ, ὡς κακῶν αἰτίου καὶ ποιητοῦ· ὁ γὰρ εἰπὼν, ὅτι Ἐγὼ ὁ κατασκευάζων φῶς, καὶ ποιῶν σκότος, τῆς κτίσεως δημιουργὸν ἑαυτὸν διὰ τούτων παρίστησιν, οὐχὶ κακοῦ τινος ποιητήν. Ἵνα τοίνυν μὴ νομίσῃς ἄλλον μὲν εἶναι τοῦ φωτὸς αἴτιον, ἄλλον δὲ τοῦ σκότους, ἑαυτὸν εἶπε τῶν δοκούντων ἐναντίως ἔχειν κατὰ τὴν κτίσιν ποιητὴν καὶ τεχνί την, ἵνα μὴ ζητήσῃς ἄλλον πυρὸς δημιουργὸν, καὶ ἄλλον ὕδατος, μηδὲ ἄλλον ἀέρος, καὶ ἄλλον γῆς· ἐπειδὴ δοκεῖ πως ἀντικεῖσθαι ἀλλήλοις κατὰ τὴν τῶν ποιοτήτων ἐναντίωσιν. Ὅπερ ἤδη τινὲς παθόντες εἰς πολυθεΐαν ἐτράπησαν. Ποιεῖ δὲ εἰρήνην, καὶ κτίζει κακά. Μάλιστα μὲν εἰρήνην ποιεῖ ἐν σοὶ, ὅταν διὰ τῆς καλῆς διδασκαλίας κατειρηνεύσῃ τὸν νοῦν σου, καὶ διαλλάξῃ τὰ πάθη τὰ πρὸς τὴν ψυχὴν στασιά ζοντα· κτίζει δὲ κακά· τουτέστι, μετακοσμεῖ αὐτὰ καὶ εἰς βελτίωσιν ἄγει· ὥστε, ἀποθέμενα τὸ εἶναι κακὰ, τὴν τοῦ καλοῦ φύσιν μεταλαβεῖν.

Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός. Οὐχὶ νῦν δημι ούργησον, ἀλλὰ τὴν ἐκ τῆς κακίας παλαιωθεῖσαν ἀνα καίνισον. Καὶ, Ἵνα τοὺς δύο κτίσῃ εἰς ἕνα καινὸν ἄνθρωπον. Τὸ, κτίσῃ, οὐχ ἵνα ἐκ τοῦ μὴ ὄντος παρ αγάγῃ, ἀλλ' ἵνα τοὺς ὄντας μετακοσμήσῃ. Καὶ, Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις. Καὶ πάλιν ὁ Μωϋσῆς· Οὐκ αὐτὸς οὗτος ὅ σου πατὴρ ἐκτήσατό σε, καὶ ἐποίησέ σε, καὶ ἔκτισέ σε; Σαφῶς γὰρ ἐνταῦθα μετὰ τὴν ποίησιν ἡ κτίσις ταχθεῖσα διδάσκει ἡμᾶς, ὅτι ἐπὶ τῆς βελτιώσεως τέτακται, ὡς τὰ πολλὰ, τὸ τῆς κτίσεως ὄνομα. Ὥστε Ποιῶν εἰρήνην, οὕτω ποιεῖ τὴν εἰρήνην, ἐκ τοῦ τὰ κακὰ κτίζειν· τουτέστι, μεταποιεῖν, καὶ εἰς βελτίωσιν ἄγειν. Ἔπειτα μέντοι, κἂν εἰρήνην νοήσῃς τὴν ἐκ τῶν πολέμων ἄδειαν, καὶ κακὸν εἴπῃς τὰ ἀκολουθοῦντα τοῖς πολεμοῦσιν ἐπί πονα, ἐκστρατείας ὑπερορίους, πόνους, ἀγρυπνίας, ἀγωνίας, ἱδρῶτας, τραύματα, σφαγὰς, πόλεων ἁλώσεις, ἀνδραποδισμοὺς, ἀπαγωγὰς, τὰ ἐλεεινὰ τῶν ἁλόντων θεάματα, καὶ ἁπλῶς ὅσα λυπηρὰ τοῖς πολέ μοις ἀκολουθεῖ, λέγομεν κρίσει Θεοῦ δικαίᾳ γενέσθαι, τοῖς ἀξίοις κολάσεως διὰ τῶν πολέμων τὰς 31.337 τιμωρίας ἐπάγοντος. Ἢ σὺ ἐβούλου μὴ καταπρησθῆ ναι τὰ Σόδομα μετὰ τὰς ἀνοσιουργίας ἐκείνας; ἢ μὴ καταστραφῆναι τὴν Ἱερουσαλὴμ, μηδὲ ἐρημωθῆναι τὸν ναὸν, μετὰ τὴν φρικτὴν κατὰ τοῦ Κυρίου τῶν Ἰουδαίων ἀπόνοιαν; Γενέσθαι δὲ ταῦτα πῶς ἄλλως δίκαιον ἦν, καὶ οὐχὶ διὰ τῶν Ῥωμαϊκῶν χειρῶν, αἷς παρέδωκαν τὸν Κύριον ἡμῶν οἱ ἐχθροὶ τῆς ζωῆς ἑαυτῶν Ἰουδαῖοι; Ὥστε ἔστι ποτὲ καὶ δικαίως τὰ ἐκ τοῦ πολέμου κακὰ τοῖς ἀξίοις ἐπενεχθῆναι. Καὶ τὸ, Ἐγὼ ἀποκτενῶ, καὶ ζῇν ποιήσω, δέχου μὲν, εἰ βούλει, κατὰ τὸ πρόχειρον τῆς ἐννοίας. Οἰκοδομεῖ γὰρ ὁ φόβος τοὺς ἁπλουστέρους, Πατάξω, κἀγὼ ἰάσο μαι. Καὶ τοῦτο χρήσιμον αὐτόθεν νοούμενον· τῆς μὲν πληγῆς ἐμποιούσης τὸν φόβον, τῆς δὲ ἰάσεως εἰς τὴν ἀγάπην προτρεπομένης.

Ἔξεστί γε μήν σοι καὶ ὑψηλότερον διανοηθῆναι περὶ τῶν εἰρημένων. Ἐγὼ ἀποκτενῶ, τῇ ἁμαρτίᾳ· καὶ ζῇν ποιήσω, τῇ δι καιοσύνῃ. Ὅσον γὰρ ὁ ἔξω ἡμῶν ἄνθρωπος δια φθείρεται, τοσοῦτον ὁ ἔσω ἀνακαινοῦται. Οὐκ ἄλλον οὖν ἀποκτείνει, καὶ ἄλλον ζωοποιεῖ· ἀλλὰ τὸν αὐτὸν, δι' ὧν ἀποκτείνει, ζωοποιεῖ· καὶ δι' ὧν πατάσσει, ἰᾶται, κατὰ τὴν Παροιμίαν τὴν λέγουσαν, ὅτι Σὺ μὲν πατάξεις αὐτὸν ῥάβδῳ, τὴν δὲ ψυχὴν αὐτοῦ ἐκ θανάτου ῥύσῃ. Οὐκοῦν πατάσσεται μὲν σὰρξ, ἵνα ἰαθῇ ψυχή· θανατοῦται δὲ ἁμαρτία, ἵνα ζήσῃ δικαιοσύνη. Τὸ δὲ, Κατέβη κακὰ παρὰ Κυρίου ἐπὶ πύλας Ἱερουσαλὴμ, αὐτόθεν ἔχει τὴν ἐξήγησιν. Ποῖα κακά; Ψόφος ἁρμάτων καὶ