1

 2

 3

 4

 5

 6

 7

 8

8

αὐτὸν πάλην, ὥστε διὰ τῆς ὑπακοῆς ἀναπαλαῖσαι ἡμᾶς, καὶ καταστεφανωθῆναι τοῦ ἀντιδίκου. Εἴθε μὲν γὰρ μὴ ἐγεγόνει διάβολος, ἀλλ' ἔμεινεν ἐν τῇ τάξει, ἐν ᾗ ἐξ ἀρχῆς ἐτάχθη παρὰ τοῦ ταξιάρχου! ἐπειδὴ δὲ γέγονεν ἀποστάτης, ἐχθρὸς μὲν Θεοῦ, ἐχθρὸς δὲ ἀνθρώπων τῶν κατ' εἰκόνα Θεοῦ γεγενημένων (διὰ τοῦτο γάρ ἐστι μισάνθρωπος, διότι καὶ θεομάχος· καὶ μισεῖ μὲν ἡμᾶς ὡς κτήματα τοῦ ∆εσπότου, μισεῖ δὲ ὡς ὁμοιώματα τοῦ Θεοῦ)· συνεχρήσατο οὖν αὐτοῦ τῇ πονηρίᾳ εἰς γυμνάσιον τῶν ἡμετέρων ψυχῶν ὁ σοφῶς καὶ προνοητικῶς οἰκονομῶν τὰ ἀνθρώπινα, ὥσπερ ἰατρὸς τῷ τῆς ἐχίδνης ἰῷ εἰς σωτηρίων φαρμάκων κατασκευὴν ἀποχρώμενος. Τίς οὖν ἦν ὁ διάβολος; καὶ τίς ἡ τάξις; καὶ τί τὸ ἀξίωμα; καὶ πόθεν ὅλως Σατανᾶς προσηγόρευται; Σατανᾶς μὲν οὖν, διὰ τὸ ἀντικεῖσθαι τῷ ἀγαθῷ· οὕτω γὰρ σημαίνει ἡ φωνὴ τῶν Ἑβραίων, ὡς ἐν ταῖς Βασι 31.352 λείαις μεμαθήκαμεν· Ἐξήγειρε γὰρ, φησὶ, Κύριος τῷ Σολομῶντι Σατᾶν, Ἄδερ τὸν βασιλέα τῶν Σύρων· διάβολος δὲ, ἐπειδὴ ὁ αὐτὸς καὶ συνεργὸς τῆς ἁμαρτίας ἡμῶν καὶ κατήγορος γίνεται· χαίρων μὲν ἡμῶν ἀπωλείᾳ, παραδειγματίζων δὲ ἡμᾶς ἐπὶ τοῖς πεπραγμένοις. Φύσις δὲ αὐτοῦ ἀσώματος, κατὰ τὸν Ἀπόστολον, τὸν εἰπόντα· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰ πνευματικὰ τῆς πονηρίας.

Ἀξίωμα δὲ ἀρχικόν· Πρὸς γὰρ τὰς ἀρχὰς, φησὶ, καὶ τὰς ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου. Τόπος δὲ τῆς ἀρχῆς ὁ ἐναέριος, ὥς φησιν ὁ αὐτός· Κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας. ∆ιὰ τοῦτο καὶ κόσμου ἄρχων λέγεται, ἐπειδὴ περίγειος αὐτοῦ ἐστιν ἡ ἀρχή. Καὶ οὕτως φησὶν ὁ Κύριος· Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω. Καὶ πάλιν· Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν. Ἐπειδὴ δὲ εἴρηται περὶ τῆς στρατιᾶς τοῦ διαβόλου, ὅτι Πνευματικά ἐστι τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις, εἰδέναι χρὴ, ὅτι οὐρανὸν συνήθως ἡ Γραφὴ τὸν ἀέρα λέγει, ὡς τὸ, Τὰ πετεινὰ τοῦ οὐρανοῦ· καὶ τὸ, Ἀναβαίνουσιν ἕως τῶν οὐρανῶν· τουτέστιν, ἐπὶ πολὺ τοῦ ἀέρος ὑψοῦνται. ∆ιὰ τοῦτο καὶ ὁ Κύριος Εἶδε τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα· τουτέστι, τῆς οἰκείας ἀρχῆς ἐκπεσόντα, καὶ κάτω γενόμενον, ἵνα πατῆται ὑπὸ τῶν εἰς Χριστὸν ἠλπικότων.

Ἔδωκε γὰρ δύναμιν τοῖς ἑαυτοῦ μαθηταῖς τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Ἐπεὶ οὖν ἐξεβλήθη ἡ πονηρὰ αὐτοῦ τυραννὶς, καὶ ἐκαθάρθη ὁ περίγειος τόπος διὰ τοῦ σωτηρίου πάθους, τοῦ εἰρηνεύσαντος τὰ ἐπὶ τῆς γῆς καὶ τὰ ἐν τοῖς οὐρανοῖς, κηρύσσεται ἡμῖν λοιπὸν ἡ βασιλεία τῶν οὐρανῶν· Ἰωάννου μὲν λέγοντος· Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν· τοῦ Κυρίου δὲ πανταχοῦ τὸ Εὐαγγέλιον τῆς βασιλείας κηρύσσοντος· καὶ ἔτι πρότερον τῶν ἀγγέλων βοώντων· ∆όξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη· καὶ τῶν ἀγαλλιωμένων ἐπὶ τῇ εἰς Ἱερουσαλὴμ εἰσόδῳ τοῦ Κυρίου ἡμῶν, καὶ κραζόντων· Εἰρήνη ἐν οὐρανοῖς, καὶ δόξα ἐν ὑψίστοις. Καὶ ὅλως, μυρίαι εἰσὶ τῶν ἐπινικίων αἱ φωναὶ, τὴν εἰς τέλος καθαίρεσιν τοῦ ἐχθροῦ παριστῶσαι, ὡς οὐδεμιᾶς πάλης, οὐδὲ ἀγῶνος ἐν τοῖς ἄνω ὑπολειπομένου ἡμῖν, οὐδέ τινος ἀνθισταμένου καὶ παρατρέποντος ἡμᾶς τῆς μακαρίας ζωῆς, ἀλλ', 31.353 ἄλυπον ἡμῶν τὴν διαδοχὴν ἐχόντων πρὸς τὸ ἑξῆς, καὶ ἀπολαυόντων ἡμῶν τοῦ ξύλου τῆς ζωῆς εἰς τὸ διηνεκὲς, οὗ μετασχεῖν ἐξ ἀρχῆς διὰ τὴν τοῦ ὄφεως ἐπιβουλὴν ἐκωλύθημεν. Ἔταξε γὰρ ὁ Θεὸς τὴν φλογίνην ῥομφαίαν φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου ζωῆς· ἣν παρελθόντες ἀκωλύτως, εἴσω γενοίμεθα τῆς ἀπολαύσεως τῶν καλῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.