Fragmenta in Acta apostolorum et in epistulas catholicas Εἶπε δὲ πρὸς αὐτούς· Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξο

 ἀκαλλὲς καὶ ἀσύνηθες αὐτῇ μετακεχώρηκεν ἡ κτίσις, σαφὲς ἂν γένοιτο διὰ φωνῆς λέγοντος Ἡσαΐου· Καὶ ἐνδύσω τὸν οὐρανὸν σκότος, καὶ θήσω ὡς σάκκον τὸ περ

 μὲν ὁ θεσπέσιος Μωϋσῆς ὡς ἀνελὼν τὸν Αἰγύπτιον, καίτοι θλίβοντα καὶ ἐγκείμενον. Καταχωννύων δὲ ὥσπερ εἰς ἄβυσσον ὁ Χριστὸς τὰ πονηρὰ δαιμόνια, καὶ τῆς

 Τοῦ αὐτοῦ. Σημεῖον μέγιστον ἐκφέρων τῆς εἰς Θεὸν ἀγάπης. Ὥσπερ γὰρ ὁ καταρώμενος τῷ διώκοντι δείκνυσιν ὅτι οὐ σφόδρα χαίρει ὑπὲρ τοῦ Χριστοῦ ταῦτα πάσ

 ἀνάῤῥησιν. Τὸ μὲν γὰρ εἶ τέθεικεν, ἵνα δείξῃ τὸν προαιώνιον· οὐ γὰρ ἐν χρόνῳ γέγονεν· ἀλλ' ἦν ἀεὶ τοῦτο, τουτέστιν Υἱός. Ἐπήνεγκε δὲ τὸ σήμερον ἐγέννη

 Θεοῦ καὶ Πατρὸς, τότε δὴ, τότε πάντα τὰ ἀνθρώπινα πρὸς τὸ ἀρχαῖον ἀνέστη σχῆμα, καὶ πάντα ἡμῶν τὰ κατεῤῥιμμένα πρὸς νέαν ὄψιν ἐνήνεκται. Εἴ τις γὰρ ἐν

 Κυρίλλου. Βεβηκότος γὰρ νοῦ καὶ φρενὸς τῆς τελειοτάτης ἀπόδειξις ἐναργὴς, τὸ μηδὲν ἐξίτηλον ἐπὶ γλώσσης ἔχειν, ἤγουν ἀθυροστομεῖν ἀνέχεσθαί ποτε· ἡγεῖ

 προσευχῇ καὶ ψαλμῳδίᾳ σχολάζειν, καὶ πίστιν ἔχειν περὶ τοὺς ἱερεῖς τοῦ Θεοῦ καὶ πρὸς ἀλλήλους ἀγάπην, ὡς καὶ δέεσθαι ὑπὲρ ἀλλήλων· καὶ ἡ ἀπόδειξις τῆς

 Ἀνακαλύφθητε. Τουτέστι, καὶ τοῖς ἐν ᾅδου ἐκήρυζεν, ἵνα λύσῃ τούτους ὅσοι πιστεύειν ἔμελλον, εἰ κατὰ τὸν τῆς ἐκείνων ζωῆς καιρὸν σαρκωθεὶς ἐπεδήμησεν·

 τοῦ Πατρός. Εὖ δὲ καὶ ὑμεῖς ποιήσετε τῷ προφητικῷ πειθόμενοι λόγῳ· οὗτος γὰρ τοὺς ἐν ἀγνοίᾳ φωταγωγεῖ, ἕως καθαρὸν ὑμῖν τὸ φῶς τοῦ Εὐαγγελίου διαφανῇ,

 Κυρίλλου. Προσήκει τοίνυν ἀποστρέφεσθαι τοὺς τοιούτους, κἂν τὸ ὄνομα τοῦ Χριστοῦ πρὸς ἀπάτην ἀμφιέννυνται. Αὐτοῦ γὰρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πρό

 Κυρίλλου. Καὶ οὔτε Ἕλλην, οὔτε Ἰουδαῖος, οὔτε αἱρετικὸς δύναται πρὸς αὐτὴν, ἅπαξ τοῖς ἔργοις τὰ νικητήρια τῆς καθ' ἡμᾶς πίστεως ἀπενεγκαμένης.

ἀκαλλὲς καὶ ἀσύνηθες αὐτῇ μετακεχώρηκεν ἡ κτίσις, σαφὲς ἂν γένοιτο διὰ φωνῆς λέγοντος Ἡσαΐου· Καὶ ἐνδύσω τὸν οὐρανὸν σκότος, καὶ θήσω ὡς σάκκον τὸ περιβόλαιον αὐτοῦ. Οὐρανὸν δὲ ὅταν λέγῃ, πάντα που πάντως φησὶν τὰ ἐν οὐρανῷ· καὶ οἷον σάκκῳ τῷ σκοτεινῷ καταμφιέσαι φησὶ, πενθοῦντά τε καὶ κατηλγηκότα· καὶ αὐτῷ δὴ τούτῳ διακεκραγότα τῷ σχήματι.

Σημεῖα μὲν οὖν ἤτοι τέρατα τὰ ἐν οὐρανῷ ταυτὶ φαίην ἄν. Τὰ δέ γε εἰς γῆν αἷμά τε καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ, καταδηλώσειεν ἂν, οἶμαί που, τὰς τῶν Ἰουδαίων συμφορὰς, ἃς ὁ παγχάλεπος αὐτοῖς ἐπεσώρευσε πόλεμος, ὁ διὰ τῆς Ῥωμαίων χειρός. Αἵματι μὲν γὰρ ἡ πᾶσα μὲν αὐτοῖς κατεῤῥαίνετο χώρα· ἔμελλε δὲ ὅμου ταῖς πόλεσι καταπίμπρασθαι καὶ αὐτὸς ὁ διαβόητος νεώς· οἶκοί τε καπνίζεσθαι κατασεσεισμένοι. Ὅτι δὲ καὶ πρὸ τῆς ἡμέρας τῆς μεγάλης καὶ ἐπιφανοῦς, καθ' ἣν ἅπασι τὸ θεῖον προκείσεται βῆμα Χριστοῦ διδόντος ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, τὰ τοιάδε τοῖς Ἰουδαίοις συμβήσεται, διαμεμήνυκεν εἰπών· Πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ. 74.761 Ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ' ἐλπίδι. Κυρίλλου. Τριήμερος γὰρ ἀνεβίω, καθότι οὐκ ἦν δυνατὸν ζωὴν ὅντα κατὰ φύσιν αὐτὸν τοῖς τοῦ θανάτου κρατεῖσθαι δεσμοῖς. Καὶ πάλιν· Οὐ γάρ τι θέμις εἰπεῖν φθορᾷ μὲν δύνασθαι κρατεῖσθαί ποτε τὴν ἑνωθεῖσαν τῷ Λόγῳ σάρκα, κάτοχον δὲ αὐταῖς ᾅδου πύλαις τὴν θείαν γενέσθαι ψυχήν· οὐκ ἐγκατελείφθη γὰρ εἰς ᾅδου, καθὰ καὶ ὁ θεσπέσιος ἔφη Πέτρος. Ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. Κυρίλλου. Ἀνεβίω γὰρ σκυλεύσας τὸν ᾅδην, καὶ τοῖς ἐν δεσμοῖς εἰπών· Ἐξέλθετε· καὶ τοῖς ἐν τῷ σκότει· Ἀνακαλύφθητε. Ἐγνώρισάς μοι ὁδοὺς ζωῆς. Κυρίλλου Ἀλεξανδρείας. Ἐκεῖνο διδάσκων ὅτι τὸ τῆς ἀνθρωπότητος ἔχων πρόσωπον ὁ καθ' ἡμᾶς γεγονὼς, τοὺς ἡμῖν μᾶλλον καὶ οὐκ αὐτῷ πρέποντας, καθὸ νοεῖται Θεὸς, ἀνίησι λόγους, ὡς ἐφ' ἑαυτῷ καὶ πρώτῳ καλῶν· ἐφ' ἡμᾶς τὴν τῶν οὐρανίων μέθεξιν ἀγαθῶν. Ὡς γὰρ ἑαυτῷ δεδόσθαι φησὶ, τῇ τοῦ ἀνθρώπου φύσει προσνέμει· ἐπεί πως τῇ τοῦ ἀνθρώπου πτωχείᾳ πεπλουτήκαμεν. Ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὖτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιῆς. Κυρίλλου. Ὅτι δὲ ὁ Πατὴρ ἐκ νεκρῶν ἀναστῆσαι λέγεται τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ἐνεργουμένου δηλονότι περὶ τὴν σάρκα αὐτοῦ τοῦ πράγματος, οὐκ ἂν ἐνδοιάσειέ τις· αὐτός τε ὑπάρχων ἡ ζωοποιός τε καὶ ἐνεργὴς δύναμις τοῦ Πατρὸς, τὸν ἴδιον ἐζωοποίει ναὸν, κατὰ τὸ, Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Ἦν ἄρα τὸ ζωοποιούμενον οὐκ ἀλλότριον, οὔτε μὴν ἑνὸς τῶν καθ' ἡμᾶς ἀνθρώπων, ἀλλ' ἴδιον αὐτοῦ τοῦ Λόγου σῶμα. Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατέ μου. Κυρίλλου Ἀλεξανδρείας. Ἑτοιμάζεσθαι κελεύει πρὸς τὸ εὐήνιον, καὶ μονονουχὶ κατακλίνοντας τὸ ὠτίον συνιέναι λεπτῶς τῶν θείων λόγων τὴν δύναμιν. Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, κ. τ. λ. Κυρίλλου. Ἄθρει δὴ οὖν ὅτι τοῖς ὁλοσχερῶς τε καὶ ὁλοτρόπως ἀκολουθοῦσι Θεῷ, καὶ τῆς εἰς αὐτὸν ἐλπίδος πεποιημένοις δεύτερα τὰ σαρκὸς καὶ φιληδονίαν κοσμικὴν, ἕψεται πάντως τοῖς τοιούτοις τὸ εὐλογίας τῆς ἄνωθεν πλουσίως μεταλαχεῖν. Καὶ ἐπαιδεύθη Μωϋσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων· ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ ἔργοις αὐτοῦ. Ὡς δὲ ἐπληροῦτο αὐτῷ τεσσαρακονταετὴς χρόνος.

Τοῦ ἁγίου Κυρίλλου. Τοιγάρτοι καὶ ἔφασκεν ὁ 74.764 Χριστός· Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Αὐτῶν γὰρ αἱ ἐπαγγελίαι· αὐτῶν οἱ πατέρες. Τοῦ αὐτοῦ. Ἦ γὰρ οὐχὶ τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον ἐν τοῖς καθ' ἡμᾶς γεγονότα, τουτέστιν ἄνθρωπον μονονουχὶ ἐκβεβηκέναι δώσωμεν· ἔξω τε γενέσθαι τῆς θεοπρεποῦς εὐκλείας ἐροῦμεν, εἴπερ ἐστὶν ἀληθὲς, ὅτι πλούσιος ὢν ἐπτώχευσε, καὶ καθῆκεν ἑαυτὸν εἰς κένωσιν. Ὁ δὲ ἀδικῶν τὸν πλησίον, ἀπώσατο αὐτὸν εἰπών· Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ' ἡμῶν; Μὴ ἀνελεῖν με σὺ θέλεις, ὃν τρόπον ἀνεῖλες χθὲς τὸν Αἰγύπτιον; Κυρίλλου. Ἀλεξανδρείας. Ἐνεκαλεῖτο