Fragmenta in Acta apostolorum et in epistulas catholicas Εἶπε δὲ πρὸς αὐτούς· Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξο

 ἀκαλλὲς καὶ ἀσύνηθες αὐτῇ μετακεχώρηκεν ἡ κτίσις, σαφὲς ἂν γένοιτο διὰ φωνῆς λέγοντος Ἡσαΐου· Καὶ ἐνδύσω τὸν οὐρανὸν σκότος, καὶ θήσω ὡς σάκκον τὸ περ

 μὲν ὁ θεσπέσιος Μωϋσῆς ὡς ἀνελὼν τὸν Αἰγύπτιον, καίτοι θλίβοντα καὶ ἐγκείμενον. Καταχωννύων δὲ ὥσπερ εἰς ἄβυσσον ὁ Χριστὸς τὰ πονηρὰ δαιμόνια, καὶ τῆς

 Τοῦ αὐτοῦ. Σημεῖον μέγιστον ἐκφέρων τῆς εἰς Θεὸν ἀγάπης. Ὥσπερ γὰρ ὁ καταρώμενος τῷ διώκοντι δείκνυσιν ὅτι οὐ σφόδρα χαίρει ὑπὲρ τοῦ Χριστοῦ ταῦτα πάσ

 ἀνάῤῥησιν. Τὸ μὲν γὰρ εἶ τέθεικεν, ἵνα δείξῃ τὸν προαιώνιον· οὐ γὰρ ἐν χρόνῳ γέγονεν· ἀλλ' ἦν ἀεὶ τοῦτο, τουτέστιν Υἱός. Ἐπήνεγκε δὲ τὸ σήμερον ἐγέννη

 Θεοῦ καὶ Πατρὸς, τότε δὴ, τότε πάντα τὰ ἀνθρώπινα πρὸς τὸ ἀρχαῖον ἀνέστη σχῆμα, καὶ πάντα ἡμῶν τὰ κατεῤῥιμμένα πρὸς νέαν ὄψιν ἐνήνεκται. Εἴ τις γὰρ ἐν

 Κυρίλλου. Βεβηκότος γὰρ νοῦ καὶ φρενὸς τῆς τελειοτάτης ἀπόδειξις ἐναργὴς, τὸ μηδὲν ἐξίτηλον ἐπὶ γλώσσης ἔχειν, ἤγουν ἀθυροστομεῖν ἀνέχεσθαί ποτε· ἡγεῖ

 προσευχῇ καὶ ψαλμῳδίᾳ σχολάζειν, καὶ πίστιν ἔχειν περὶ τοὺς ἱερεῖς τοῦ Θεοῦ καὶ πρὸς ἀλλήλους ἀγάπην, ὡς καὶ δέεσθαι ὑπὲρ ἀλλήλων· καὶ ἡ ἀπόδειξις τῆς

 Ἀνακαλύφθητε. Τουτέστι, καὶ τοῖς ἐν ᾅδου ἐκήρυζεν, ἵνα λύσῃ τούτους ὅσοι πιστεύειν ἔμελλον, εἰ κατὰ τὸν τῆς ἐκείνων ζωῆς καιρὸν σαρκωθεὶς ἐπεδήμησεν·

 τοῦ Πατρός. Εὖ δὲ καὶ ὑμεῖς ποιήσετε τῷ προφητικῷ πειθόμενοι λόγῳ· οὗτος γὰρ τοὺς ἐν ἀγνοίᾳ φωταγωγεῖ, ἕως καθαρὸν ὑμῖν τὸ φῶς τοῦ Εὐαγγελίου διαφανῇ,

 Κυρίλλου. Προσήκει τοίνυν ἀποστρέφεσθαι τοὺς τοιούτους, κἂν τὸ ὄνομα τοῦ Χριστοῦ πρὸς ἀπάτην ἀμφιέννυνται. Αὐτοῦ γὰρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πρό

 Κυρίλλου. Καὶ οὔτε Ἕλλην, οὔτε Ἰουδαῖος, οὔτε αἱρετικὸς δύναται πρὸς αὐτὴν, ἅπαξ τοῖς ἔργοις τὰ νικητήρια τῆς καθ' ἡμᾶς πίστεως ἀπενεγκαμένης.

τοῦ Πατρός. Εὖ δὲ καὶ ὑμεῖς ποιήσετε τῷ προφητικῷ πειθόμενοι λόγῳ· οὗτος γὰρ τοὺς ἐν ἀγνοίᾳ φωταγωγεῖ, ἕως καθαρὸν ὑμῖν τὸ φῶς τοῦ Εὐαγγελίου διαφανῇ, καὶ ὁ νοητὸς ἑωσφόρος, τουτέστι Χριστὸς, ἐν ταῖς καρδίαις ὑμῶν ἀνατείλῃ, μαρτυρηθεὶς ὑπὸ τοῦ Πατρός. Οὗτοι δὲ, ὡς ἄλογα ζῶα, γεγενημένα εἰς ἅλωσιν καὶ φθορὰν, ἐν οἷς ἀγνοοῦσι βλασφημοῦντες, ἐν τῇ φθορᾷ αὐτῶν καταφθαρήσονται, κομιού μενοι μισθὸν ἀδικίας.

Κυρίλλου. Καὶ γοῦν ὁ θεσπέσιος Μελῳδὸς, Ἄνθρωπος, φησὶν, ἐν τιμῇ ὢν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Ἔθη γὰρ ἀλογίας συμπεπλεγμένα νόμους ὤσπερ ἔχοντες, ὀλίγα κομιδῇ διενεγκόντες ἐφαίνοντο κτηνῶν, ὡς ἔφην, ἃ πρὸς μόνην γέγονε φθοράν. Πρὸς τῷ ἀσεβεῖν, φησὶ, καὶ τὸν βίον ἅπαντα κατεφθαρμένον ... ἔδειξεν. Ἔθος τῇ θείᾳ Γραφῇ τὰ κατὰ φύσιν ὄντα θεῖα [φ. θήρεια] πράγματα ταῦτα τοῖς ἀνθρώποις εἰς εἰκόνας καὶ παραδείγματα λαμβάνειν. Τοῦτο δὲ ποιεῖ, ἵνα ἐκ τῶν κατὰ φύσιν ἐκείνων τὰ ἐκ προαιρέσεως φαίνηται τῶν κινημάτων τῶν ἀνθρώπων, καὶ οὕτως ἢ φαῦλος ἢ δίκαιος ὁ τούτων δείκνυται τρόπος. Ἐπὶ μὲν οὖν τῶν φαύλων, ἐὰν παραγγέλλῃ· Μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις. Ἢ καὶ ὅταν μεμφόμενος τοὺς οὕτω γενομένους λέγῃ· Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Καὶ πάλιν· Ἵπποι θηλυμανεῖς ἐγενήθησαν. Καὶ ὁ Σωτὴρ τὸν Ἡρώδην ἀλώπεκα καλεῖ· καὶ τοῖς 74.1020 μαθηταῖς παρήγγειλεν· Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε φρόνιμοι ὡσεὶ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Ἔλεγε δὲ τοῦτο, οὐχ ἵνα γενώμεθα ὄφεις ἢ περιστεραί· οὐ γὰρ οὕτως ἡμᾶς αὐτὸς πεποίηκε· διὸ οὐδὲ τοῦτο οἶδεν ἡ φύσις· ἀλλ' ἵνα ἡμεῖς, τῶν μὲν τὰς ἀλόγους ὁρμὰς ἐκφεύγωμεν, τοῦ δὲ τὸ φρόνιμον, ἵνα γινώσκοντες μὴ ἀπατώμεθα παρ' αὐτοῦ, καὶ τῆς περιστερᾶς τὸ πρᾶον ἀναλάβωμεν. Ἐπὶ δὲ τῶν θείων πάλιν εἰκόνας τοῖς ἀνθρώποις λαμβάνων, φησὶν ὁ Σωτήρ· Γίνεσθε οἰκτίρμονες ὡς ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς. -Καὶ ἔσεσθε ὑμεῖς τέλειοι, ὡς ὁ Πατὴρ ὑμῶν [Cod. ἡμῶν] ὁ οὐράνιος τέλειός ἐστι. Ἔλεγε δὲ καὶ τοῦτο, οὐχ ἵνα γενώμεθα πάλιν ὡς ὁ Πατήρ· γίνεσθαι γὰρ ἡμᾶς ὡς ὁ Πατὴρ ἀδύνατον, κτίσμα ὄντας καὶ ἐκ τοῦ μὴ ὄντος γενομένους· ἀλλ' ὥσπερ οὐχ ἵνα γενώμεθα κτήνη παραγγέλλει, Μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, ἵνα μὴ τὸ ἄλογον ἐκείνων μιμησώμεθα· οὕτως οὐχ ἵνα γενώμεθα ὡς ὁ Θεὸς ἔλεγε, Γίνεσθε οἰκτίρμονες ὡς ὁ Πατὴρ, ἀλλ' ἵνα, πρὸς τὰς εὐεργεσίας ἐκείνου βλέποντες, ἃ ποιοῦμεν καλὰ, μὴ δι' ἀνθρώπους, ἀλλὰ δι' αὐτὸν ποιῶμεν· ὥστε παρ' αὐτοῦ, καὶ μὴ παρὰ ἀνθρώπων, τὸν μισθὸν ἔχειν. Ὥσπερ γὰρ ἑνὸς ὄντος Υἱοῦ φύσει καὶ ἀληθινοῦ καὶ μονογενοῦς, γενόμεθα καὶ ἡμεῖς υἱοὶ κατὰ χάριν τοῦ καλέσαντος· καὶ ἄνθρωποι τυγχάνοντες θεοὶ χρηματίζομεν, οὐχ ὡς ὁ ἀληθινὸς Θεὸς, ἢ ὁ τούτου Λόγος· ἀλλ' ὡς ἠθέλησεν ὁ τοῦτο χαρισάμενος Θεός· οὕτω καὶ ὡς ὁ Θεὸς οἰκτίρμονες γινόμεθα, οὐκ ἐξισούμενοι τῷ Θεῷ, οὐδὲ φύσει καὶ ἀληθινοὶ εὐεργέται γινόμενοι· οὐ γὰρ ἡμῶν εὕρημα τὸ εὐεργετεῖν, ἀλλὰ τοῦ Θεοῦ· ἵνα δὲ αὐτὰ τὰ παρὰ Θεοῦ εἰς ἡμᾶς κατὰ χάριν γινόμενα, ταῦτα καὶ ἡμεῖς μεταδιώκωμεν εἰς ἑτέρους, μὴ διακρινόμενοι, ἁπλῶς δὲ εἰς πάντας ἐκτείνοντες τὴν εὐεργεσίαν· κατὰ τοῦτο γὰρ μόνον δυνάμεθά πως αὐτοῦ μιμηταὶ γενέσθαι, καὶ οὐκ ἄλλως· ὅτι παρ' αὐτοῦ διακονοῦμεν ἀλλήλοις. Ὡς καὶ ἐν πάσαις ταῖς Ἐπιστολαῖς, λαλῶν ἐν αὐταῖς περὶ τούτων· ἐν οἷς ἐστι δυσνόητά τινα.

Κυρίλλου Ἀλεξανδρείας. ∆οκεῖ δέ τισιν ὁ πάνσοφος Παῦλος δυσχερῆ τινα λέγειν, ἤτοι δυσνόητα, κατὰ τὴν τῶν ἁγίων ἀποστόλων φωνήν· ὅτι δὲ σοφίας τῆς ἄνωθεν μεμέστωται ταῦτα οὐκ ἔστιν ἀμφιβάλλειν· λαλεῖ γὰρ ἐν αὐτῷ ὁ Χριστός. Ὑμεῖς οὖν, ἀγαπητοὶ, προγινώσκοντες φυλάσ σεσθε, ἵνα μὴ τῇ τῶν ἀθέσμων πλάνῃ συν απαχθέντες, ἐκπέσητε τοῦ ἰδίου στηριγμοῦ.